4 Maccabees 11

Greek OT: LXX [A] Accented

← 4 Maccabees 10   4 Maccabees 12 →

1 ὡς δὲ καὶ οὗτος ταῖς βασάνοις καταικισθεὶς ἐναπέθανεν ὁ πέμπτος παρεπήδησεν λέγων

2 οὐ μέλλω τύραννε πρὸς τὸν ὑπὲρ τῆς ἀρετῆς βασανισμὸν παραιτεῖσθαι

3 αὐτὸς δ' ἀπ' ἐμαυτοῦ παρῆλθον ὅπως κἀμὲ κατακτείνας περὶ πλειόνων ἀδικημάτων ὀφειλήσῃς τῇ οὐρανίῳ δίκῃ τιμωρίαν

4 ὦ μισάρετε καὶ μισάνθρωπε τί δράσαντας ἡμᾶς τοῦτον πορθεῖς τὸν τρόπον

5 ὅτι τὸν πάντων κτίστην εὐσεβοῦμεν καὶ κατὰ τὸν ἐνάρετον αὐτοῦ ζῶμεν νόμον

6 ἀλλὰ ταῦτα τιμῶν οὐ βασάνων ἐστὶν ἄξια

9 τοιαῦτα δὲ λέγοντα οἱ δορυφόροι δήσαντες αὐτὸν εἷλκον ἐπὶ τὸν καταπέλτην

10 ἐφ' ὃν δήσαντες αὐτὸν ἐπὶ τὰ γόνατα καὶ ταῦτα ποδάγραις σιδηραῖς ἐφαρμόσαντες τὴν ὀσφὺν αὐτοῦ περὶ τροχιαῖον σφῆνα κατέκαμψαν περὶ ὃν ὅλος περὶ τὸν τροχὸν σκορπίου τρόπον ἀνακλώμενος ἐξεμελίζετο

11 κατὰ τοῦτον τὸν τρόπον καὶ τὸ πνεῦμα στενοχωρούμενος καὶ τὸ σῶμα ἀγχόμενος

12 καλάς ἔλεγεν ἄκων ὦ τύραννε χάριτας ἡμῖν χαρίζῃ διὰ γενναιοτέρων πόνων ἐπιδείξασθαι παρέχων τὴν εἰς τὸν νόμον ἡμῶν καρτερίαν

13 τελευτήσαντος δὲ καὶ τούτου ὁ ἕκτος ἤγετο μειρακίσκος ὃς πυνθανομένου τοῦ τυράννου εἰ βούλοιτο φαγὼν ἀπολύεσθαι ὁ δὲ ἔφη

14 ἐγὼ τῇ μὲν ἡλικίᾳ τῶν ἀδελφῶν μού εἰμι νεώτερος τῇ δὲ διανοίᾳ ἡλικιώτης

15 εἰς ταὐτὰ γὰρ γεννηθέντες καὶ ἀνατραφέντες ὑπὲρ τῶν αὐτῶν καὶ ἀποθνῄσκειν ὀφείλομεν ὁμοίως

16 ὥστε εἴ σοι δοκεῖ βασανίζειν μὴ μιαροφαγοῦντα βασάνιζε

17 ταῦτα αὐτὸν εἰπόντα παρῆγον ἐπὶ τὸν τροχόν

18 ἐφ' οὗ κατατεινόμενος ἐπιμελῶς καὶ ἐκσπονδυλιζόμενος ὑπεκαίετο

19 καὶ ὀβελίσκους ὀξεῖς πυρώσαντες τοῖς νώτοις προσέφερον καὶ τὰ πλευρὰ διαπείραντες αὐτοῦ τὰ σπλάγχνα διέκαιον

20 ὁ δὲ βασανιζόμενος ὦ ἱεροπρεποῦς ἀγῶνος ἔλεγεν ἐφ' ὃν διὰ τὴν εὐσέβειαν εἰς γυμνασίαν πόνων ἀδελφοὶ τοσοῦτοι κληθέντες οὐκ ἐνικήθημεν

21 ἀνίκητος γάρ ἐστιν ὦ τύραννε ἡ εὐσεβὴς ἐπιστήμη

22 καλοκἀγαθίᾳ καθωπλισμένος τεθνήξομαι κἀγὼ μετὰ τῶν ἀδελφῶν μου

23 μέγαν σοὶ καὶ αὐτὸς προσβάλλων ἀλάστορα καινουργὲ τῶν βασάνων καὶ πολέμιε τῶν ἀληθῶς εὐσεβούντων

24 ἓξ μειράκια καταλελύκαμέν σου τὴν τυραννίδα

25 τὸ γὰρ μὴ δυνηθῆναί σε μεταπεῖσαι τὸν λογισμὸν ἡμῶν μήτε βιάσασθαι πρὸς τὴν μιαροφαγίαν οὐ κατάλυσίς ἐστίν σου

26 τὸ πῦρ σου ψυχρὸν ἡμῖν καὶ ἄπονοι οἱ καταπέλται καὶ ἀδύνατος ἡ βία σου

27 οὐ γὰρ τυράννου ἀλλὰ θείου νόμου προεστήκασιν ἡμῶν οἱ δορυφόροι διὰ τοῦτο ἀνίκητον ἔχομεν τὸν λογισμόν

← 4 Maccabees 10   4 Maccabees 12 →

Přeložit:
Sdílet: