圣经文本

 

Leviticus第6章

学习

   

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

2 ἔντειλαι ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὗτος ὁ νόμος τῆς ὁλοκαυτώσεως αὐτὴ ἡ ὁλοκαύτωσις ἐπὶ τῆς καύσεως αὐτῆς ἐπὶ τοῦ θυσιαστηρίου ὅλην τὴν νύκτα ἕως τὸ πρωί καὶ τὸ πῦρ τοῦ θυσιαστηρίου καυθήσεται ἐπ' αὐτοῦ οὐ σβεσθήσεται

3 καὶ ἐνδύσεται ὁ ἱερεὺς χιτῶνα λινοῦν καὶ περισκελὲς λινοῦν ἐνδύσεται περὶ τὸ σῶμα αὐτοῦ καὶ ἀφελεῖ τὴν κατακάρπωσιν ἣν ἂν καταναλώσῃ τὸ πῦρ τὴν ὁλοκαύτωσιν ἀπὸ τοῦ θυσιαστηρίου καὶ παραθήσει αὐτὸ ἐχόμενον τοῦ θυσιαστηρίου

4 καὶ ἐκδύσεται τὴν στολὴν αὐτοῦ καὶ ἐνδύσεται στολὴν ἄλλην καὶ ἐξοίσει τὴν κατακάρπωσιν ἔξω τῆς παρεμβολῆς εἰς τόπον καθαρόν

5 καὶ πῦρ ἐπὶ τὸ θυσιαστήριον καυθήσεται ἀπ' αὐτοῦ καὶ οὐ σβεσθήσεται καὶ καύσει ὁ ἱερεὺς ἐπ' αὐτὸ ξύλα τὸ πρωὶ καὶ στοιβάσει ἐπ' αὐτοῦ τὴν ὁλοκαύτωσιν καὶ ἐπιθήσει ἐπ' αὐτὸ τὸ στέαρ τοῦ σωτηρίου

6 καὶ πῦρ διὰ παντὸς καυθήσεται ἐπὶ τὸ θυσιαστήριον οὐ σβεσθήσεται

7 οὗτος ὁ νόμος τῆς θυσίας ἣν προσάξουσιν αὐτὴν οἱ υἱοὶ ααρων ἔναντι κυρίου ἀπέναντι τοῦ θυσιαστηρίου

8 καὶ ἀφελεῖ ἀπ' αὐτοῦ τῇ δρακὶ ἀπὸ τῆς σεμιδάλεως τῆς θυσίας σὺν τῷ ἐλαίῳ αὐτῆς καὶ σὺν τῷ λιβάνῳ αὐτῆς τὰ ὄντα ἐπὶ τῆς θυσίας καὶ ἀνοίσει ἐπὶ τὸ θυσιαστήριον κάρπωμα ὀσμὴ εὐωδίας τὸ μνημόσυνον αὐτῆς τῷ κυρίῳ

9 τὸ δὲ καταλειφθὲν ἀπ' αὐτῆς ἔδεται ααρων καὶ οἱ υἱοὶ αὐτοῦ ἄζυμα βρωθήσεται ἐν τόπῳ ἁγίῳ ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου ἔδονται αὐτήν

10 οὐ πεφθήσεται ἐζυμωμένη μερίδα αὐτὴν ἔδωκα αὐτοῖς ἀπὸ τῶν καρπωμάτων κυρίου ἅγια ἁγίων ὥσπερ τὸ τῆς ἁμαρτίας καὶ ὥσπερ τὸ τῆς πλημμελείας

11 πᾶν ἀρσενικὸν τῶν ἱερέων ἔδονται αὐτήν νόμιμον αἰώνιον εἰς τὰς γενεὰς ὑμῶν ἀπὸ τῶν καρπωμάτων κυρίου πᾶς ὃς ἐὰν ἅψηται αὐτῶν ἁγιασθήσεται

12 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

13 τοῦτο τὸ δῶρον ααρων καὶ τῶν υἱῶν αὐτοῦ ὃ προσοίσουσιν κυρίῳ ἐν τῇ ἡμέρᾳ ᾗ ἂν χρίσῃς αὐτόν τὸ δέκατον τοῦ οιφι σεμιδάλεως εἰς θυσίαν διὰ παντός τὸ ἥμισυ αὐτῆς τὸ πρωὶ καὶ τὸ ἥμισυ αὐτῆς τὸ δειλινόν

14 ἐπὶ τηγάνου ἐν ἐλαίῳ ποιηθήσεται πεφυραμένην οἴσει αὐτήν ἑλικτά θυσίαν ἐκ κλασμάτων θυσίαν ὀσμὴν εὐωδίας κυρίῳ

15 ὁ ἱερεὺς ὁ χριστὸς ἀντ' αὐτοῦ ἐκ τῶν υἱῶν αὐτοῦ ποιήσει αὐτήν νόμος αἰώνιος ἅπαν ἐπιτελεσθήσεται

16 καὶ πᾶσα θυσία ἱερέως ὁλόκαυτος ἔσται καὶ οὐ βρωθήσεται

17 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

18 λάλησον ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ λέγων οὗτος ὁ νόμος τῆς ἁμαρτίας ἐν τόπῳ οὗ σφάζουσιν τὸ ὁλοκαύτωμα σφάξουσιν τὰ περὶ τῆς ἁμαρτίας ἔναντι κυρίου ἅγια ἁγίων ἐστίν

19 ὁ ἱερεὺς ὁ ἀναφέρων αὐτὴν ἔδεται αὐτήν ἐν τόπῳ ἁγίῳ βρωθήσεται ἐν αὐλῇ τῆς σκηνῆς τοῦ μαρτυρίου

20 πᾶς ὁ ἁπτόμενος τῶν κρεῶν αὐτῆς ἁγιασθήσεται καὶ ᾧ ἐὰν ἐπιρραντισθῇ ἀπὸ τοῦ αἵματος αὐτῆς ἐπὶ τὸ ἱμάτιον ὃ ἐὰν ῥαντισθῇ ἐπ' αὐτὸ πλυθήσεται ἐν τόπῳ ἁγίῳ

21 καὶ σκεῦος ὀστράκινον οὗ ἐὰν ἑψηθῇ ἐν αὐτῷ συντριβήσεται ἐὰν δὲ ἐν σκεύει χαλκῷ ἑψηθῇ ἐκτρίψει αὐτὸ καὶ ἐκκλύσει ὕδατι

22 πᾶς ἄρσην ἐν τοῖς ἱερεῦσιν φάγεται αὐτά ἅγια ἁγίων ἐστὶν κυρίου

23 καὶ πάντα τὰ περὶ τῆς ἁμαρτίας ὧν ἐὰν εἰσενεχθῇ ἀπὸ τοῦ αἵματος αὐτῶν εἰς τὴν σκηνὴν τοῦ μαρτυρίου ἐξιλάσασθαι ἐν τῷ ἁγίῳ οὐ βρωθήσεται ἐν πυρὶ κατακαυθήσεται

   

来自斯威登堡的著作

 

Arcana Coelestia#10054

学习本章节

  
/10837  
  

10054. 'It is an odour of rest' means the perception of peace. This is clear from the meaning of 'an odour' as perception, dealt with in 3577, 4624-4634, 4748; and from the meaning of 'rest' as peace. What Divine peace in the heavens is, see 92, 93, 2780, 5662, 8455, 8665, 8722; in the highest sense 'peace' means the Lord, and the Divine emanation from Him that influences at an inmost level the good which reigns in the heavens, 3780, 8517. The reason why the burnt offering is called 'an odour of rest to Jehovah' is that a burnt offering represented the uniting of the Lord's Divine Human to Divinity itself, dealt with above in 10053; and it was through that uniting that peace was attained in the heavens. For when the Lord was in the world all the hells were subdued by Him, and all the heavens were restored to order, 9715, 9809, 9937, 10019. From this it is evident how it comes about that a burnt offering is called 'an odour of rest to Jehovah', as it is many times elsewhere in which burnt offerings and minchah are the subject, such as Leviticus 1:9, 13, 17; 2:2, 9, 12; 3:5; 4:31; 6:15, 21; 8:28; 23:13, 18; Numbers 15:3, 7, 13; 28:6, 8, 13; 29:2, 6, 8, 13.

  
/10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.