圣经文本

 

Ezekiel第23章

学习

   

1 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

2 υἱὲ ἀνθρώπου δύο γυναῖκες ἦσαν θυγατέρες μητρὸς μιᾶς

3 καὶ ἐξεπόρνευσαν ἐν αἰγύπτῳ ἐν τῇ νεότητι αὐτῶν ἐκεῖ ἔπεσον οἱ μαστοὶ αὐτῶν ἐκεῖ διεπαρθενεύθησαν

4 καὶ τὰ ὀνόματα αὐτῶν ἦν οολα ἡ πρεσβυτέρα καὶ οολιβα ἡ ἀδελφὴ αὐτῆς καὶ ἐγένοντό μοι καὶ ἔτεκον υἱοὺς καὶ θυγατέρας καὶ τὰ ὀνόματα αὐτῶν σαμάρεια ἡ οολα καὶ ιερουσαλημ ἡ οολιβα

5 καὶ ἐξεπόρνευσεν ἡ οολα ἀπ' ἐμοῦ καὶ ἐπέθετο ἐπὶ τοὺς ἐραστὰς αὐτῆς ἐπὶ τοὺς ἀσσυρίους τοὺς ἐγγίζοντας αὐτῇ

6 ἐνδεδυκότας ὑακίνθινα ἡγουμένους καὶ στρατηγούς νεανίσκοι ἐπίλεκτοι πάντες ἱππεῖς ἱππαζόμενοι ἐφ' ἵππων

7 καὶ ἔδωκεν τὴν πορνείαν αὐτῆς ἐπ' αὐτούς ἐπίλεκτοι υἱοὶ ἀσσυρίων πάντες καὶ ἐπὶ πάντας οὓς ἐπέθετο ἐν πᾶσι τοῖς ἐνθυμήμασιν αὐτῆς ἐμιαίνετο

8 καὶ τὴν πορνείαν αὐτῆς ἐξ αἰγύπτου οὐκ ἐγκατέλιπεν ὅτι μετ' αὐτῆς ἐκοιμῶντο ἐν νεότητι αὐτῆς καὶ αὐτοὶ διεπαρθένευσαν αὐτὴν καὶ ἐξέχεαν τὴν πορνείαν αὐτῶν ἐπ' αὐτήν

9 διὰ τοῦτο παρέδωκα αὐτὴν εἰς χεῖρας τῶν ἐραστῶν αὐτῆς εἰς χεῖρας υἱῶν ἀσσυρίων ἐφ' οὓς ἐπετίθετο

10 αὐτοὶ ἀπεκάλυψαν τὴν αἰσχύνην αὐτῆς υἱοὺς καὶ θυγατέρας αὐτῆς ἔλαβον καὶ αὐτὴν ἐν ῥομφαίᾳ ἀπέκτειναν καὶ ἐγένετο λάλημα εἰς γυναῖκας καὶ ἐποίησαν ἐκδικήσεις ἐν αὐτῇ εἰς τὰς θυγατέρας

11 καὶ εἶδεν ἡ ἀδελφὴ αὐτῆς οολιβα καὶ διέφθειρε τὴν ἐπίθεσιν αὐτῆς ὑπὲρ αὐτὴν καὶ τὴν πορνείαν αὐτῆς ὑπὲρ τὴν πορνείαν τῆς ἀδελφῆς αὐτῆς

12 ἐπὶ τοὺς υἱοὺς τῶν ἀσσυρίων ἐπέθετο ἡγουμένους καὶ στρατηγοὺς τοὺς ἐγγὺς αὐτῆς ἐνδεδυκότας εὐπάρυφα ἱππεῖς ἱππαζομένους ἐφ' ἵππων νεανίσκοι ἐπίλεκτοι πάντες

13 καὶ εἶδον ὅτι μεμίανται ὁδὸς μία τῶν δύο

14 καὶ προσέθετο πρὸς τὴν πορνείαν αὐτῆς καὶ εἶδεν ἄνδρας ἐζωγραφημένους ἐπὶ τοῦ τοίχου εἰκόνας χαλδαίων ἐζωγραφημένους ἐν γραφίδι

15 ἐζωσμένους ποικίλματα ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ τιάραι βαπταὶ ἐπὶ τῶν κεφαλῶν αὐτῶν ὄψις τρισσὴ πάντων ὁμοίωμα υἱῶν χαλδαίων γῆς πατρίδος αὐτῶν

16 καὶ ἐπέθετο ἐπ' αὐτοὺς τῇ ὁράσει ὀφθαλμῶν αὐτῆς καὶ ἐξαπέστειλεν ἀγγέλους πρὸς αὐτοὺς εἰς γῆν χαλδαίων

17 καὶ ἤλθοσαν πρὸς αὐτὴν υἱοὶ βαβυλῶνος εἰς κοίτην καταλυόντων καὶ ἐμίαινον αὐτὴν ἐν τῇ πορνείᾳ αὐτῆς καὶ ἐμιάνθη ἐν αὐτοῖς καὶ ἀπέστη ἡ ψυχὴ αὐτῆς ἀπ' αὐτῶν

18 καὶ ἀπεκάλυψεν τὴν πορνείαν αὐτῆς καὶ ἀπεκάλυψεν τὴν αἰσχύνην αὐτῆς καὶ ἀπέστη ἡ ψυχή μου ἀπ' αὐτῆς ὃν τρόπον ἀπέστη ἡ ψυχή μου ἀπὸ τῆς ἀδελφῆς αὐτῆς

19 καὶ ἐπλήθυνας τὴν πορνείαν σου τοῦ ἀναμνῆσαι ἡμέρας νεότητός σου ἐν αἷς ἐπόρνευσας ἐν αἰγύπτῳ

20 καὶ ἐπέθου ἐπὶ τοὺς χαλδαίους ὧν ἦσαν ὡς ὄνων αἱ σάρκες αὐτῶν καὶ αἰδοῖα ἵππων τὰ αἰδοῖα αὐτῶν

21 καὶ ἐπεσκέψω τὴν ἀνομίαν νεότητός σου ἃ ἐποίεις ἐν αἰγύπτῳ ἐν τῷ καταλύματί σου οὗ οἱ μαστοὶ νεότητός σου

22 διὰ τοῦτο οολιβα τάδε λέγει κύριος ἰδοὺ ἐγὼ ἐξεγείρω τοὺς ἐραστάς σου ἐπὶ σέ ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν καὶ ἐπάξω αὐτοὺς ἐπὶ σὲ κυκλόθεν

23 υἱοὺς βαβυλῶνος καὶ πάντας τοὺς χαλδαίους φακουδ καὶ σουε καὶ κουε καὶ πάντας υἱοὺς ἀσσυρίων μετ' αὐτῶν νεανίσκους ἐπιλέκτους ἡγεμόνας καὶ στρατηγοὺς πάντας τρισσοὺς καὶ ὀνομαστοὺς ἱππεύοντας ἐφ' ἵππων

24 καὶ πάντες ἥξουσιν ἐπὶ σὲ ἀπὸ βορρᾶ ἅρματα καὶ τροχοὶ μετ' ὄχλου λαῶν θυρεοὶ καὶ πέλται καὶ βαλοῦσιν φυλακὴν ἐπὶ σὲ κύκλῳ καὶ δώσω πρὸ προσώπου αὐτῶν κρίμα καὶ ἐκδικήσουσίν σε ἐν τοῖς κρίμασιν αὐτῶν

25 καὶ δώσω τὸν ζῆλόν μου ἐν σοί καὶ ποιήσουσιν μετὰ σοῦ ἐν ὀργῇ θυμοῦ μυκτῆρά σου καὶ ὦτά σου ἀφελοῦσιν καὶ τοὺς καταλοίπους σου ἐν ῥομφαίᾳ καταβαλοῦσιν αὐτοὶ υἱούς σου καὶ θυγατέρας σου λήμψονται καὶ τοὺς καταλοίπους σου πῦρ καταφάγεται

26 καὶ ἐκδύσουσίν σε τὸν ἱματισμόν σου καὶ λήμψονται τὰ σκεύη τῆς καυχήσεώς σου

27 καὶ ἀποστρέψω τὰς ἀσεβείας σου ἐκ σοῦ καὶ τὴν πορνείαν σου ἐκ γῆς αἰγύπτου καὶ οὐ μὴ ἄρῃς τοὺς ὀφθαλμούς σου ἐπ' αὐτοὺς καὶ αἰγύπτου οὐ μὴ μνησθῇς οὐκέτι

28 διότι τάδε λέγει κύριος κύριος ἰδοὺ ἐγὼ παραδίδωμί σε εἰς χεῖρας ὧν μισεῖς ἀφ' ὧν ἀπέστη ἡ ψυχή σου ἀπ' αὐτῶν

29 καὶ ποιήσουσιν ἐν σοὶ ἐν μίσει καὶ λήμψονται πάντας τοὺς πόνους σου καὶ τοὺς μόχθους σου καὶ ἔσῃ γυμνὴ καὶ ἀσχημονοῦσα καὶ ἀποκαλυφθήσεται αἰσχύνη πορνείας σου καὶ ἀσέβειά σου καὶ ἡ πορνεία σου

30 ἐποίησεν ταῦτά σοι ἐν τῷ ἐκπορνεῦσαί σε ὀπίσω ἐθνῶν καὶ ἐμιαίνου ἐν τοῖς ἐνθυμήμασιν αὐτῶν

31 ἐν τῇ ὁδῷ τῆς ἀδελφῆς σου ἐπορεύθης καὶ δώσω τὸ ποτήριον αὐτῆς εἰς χεῖράς σου

32 τάδε λέγει κύριος τὸ ποτήριον τῆς ἀδελφῆς σου πίεσαι τὸ βαθὺ καὶ τὸ πλατὺ τὸ πλεονάζον τοῦ συντελέσαι

33 μέθην καὶ ἐκλύσεως πλησθήσῃ καὶ τὸ ποτήριον ἀφανισμοῦ ποτήριον ἀδελφῆς σου σαμαρείας

34 καὶ πίεσαι αὐτό καὶ τὰς ἑορτὰς καὶ τὰς νεομηνίας αὐτῆς ἀποστρέψω διότι ἐγὼ λελάληκα λέγει κύριος

35 διὰ τοῦτο τάδε λέγει κύριος ἀνθ' ὧν ἐπελάθου μου καὶ ἀπέρριψάς με ὀπίσω τοῦ σώματός σου καὶ σὺ λαβὲ τὴν ἀσέβειάν σου καὶ τὴν πορνείαν σου

36 καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου οὐ κρινεῖς τὴν οολαν καὶ τὴν οολιβαν καὶ ἀπαγγελεῖς αὐταῖς τὰς ἀνομίας αὐτῶν

37 ὅτι ἐμοιχῶντο καὶ αἷμα ἐν χερσὶν αὐτῶν τὰ ἐνθυμήματα αὐτῶν ἐμοιχῶντο καὶ τὰ τέκνα αὐτῶν ἃ ἐγέννησάν μοι διήγαγον αὐτοῖς δι' ἐμπύρων

38 ἕως καὶ ταῦτα ἐποίησάν μοι τὰ ἅγιά μου ἐμίαινον καὶ τὰ σάββατά μου ἐβεβήλουν

39 καὶ ἐν τῷ σφάζειν αὐτοὺς τὰ τέκνα αὐτῶν τοῖς εἰδώλοις αὐτῶν καὶ εἰσεπορεύοντο εἰς τὰ ἅγιά μου τοῦ βεβηλοῦν αὐτά καὶ ὅτι οὕτως ἐποίουν ἐν μέσῳ τοῦ οἴκου μου

40 καὶ ὅτι τοῖς ἀνδράσιν τοῖς ἐρχομένοις μακρόθεν οἷς ἀγγέλους ἐξαπεστέλλοσαν πρὸς αὐτούς καὶ ἅμα τῷ ἔρχεσθαι αὐτοὺς εὐθὺς ἐλούου καὶ ἐστιβίζου τοὺς ὀφθαλμούς σου καὶ ἐκόσμου κόσμῳ

41 καὶ ἐκάθου ἐπὶ κλίνης ἐστρωμένης καὶ τράπεζα κεκοσμημένη πρὸ προσώπου αὐτῆς καὶ τὸ θυμίαμά μου καὶ τὸ ἔλαιόν μου εὐφραίνοντο ἐν αὐτοῖς

42 καὶ φωνὴν ἁρμονίας ἀνεκρούοντο καὶ πρὸς ἄνδρας ἐκ πλήθους ἀνθρώπων ἥκοντας ἐκ τῆς ἐρήμου καὶ ἐδίδοσαν ψέλια ἐπὶ τὰς χεῖρας αὐτῶν καὶ στέφανον καυχήσεως ἐπὶ τὰς κεφαλὰς αὐτῶν

43 καὶ εἶπα οὐκ ἐν τούτοις μοιχεύουσιν καὶ ἔργα πόρνης καὶ αὐτὴ ἐξεπόρνευσεν

44 καὶ εἰσεπορεύοντο πρὸς αὐτήν ὃν τρόπον εἰσπορεύονται πρὸς γυναῖκα πόρνην οὕτως εἰσεπορεύοντο πρὸς οολαν καὶ πρὸς οολιβαν τοῦ ποιῆσαι ἀνομίαν

45 καὶ ἄνδρες δίκαιοι αὐτοὶ ἐκδικήσουσιν αὐτὰς ἐκδικήσει μοιχαλίδος καὶ ἐκδικήσει αἵματος ὅτι μοιχαλίδες εἰσίν καὶ αἷμα ἐν χερσὶν αὐτῶν

46 τάδε λέγει κύριος κύριος ἀνάγαγε ἐπ' αὐτὰς ὄχλον καὶ δὸς ἐν αὐταῖς ταραχὴν καὶ διαρπαγὴν

47 καὶ λιθοβόλησον ἐπ' αὐτὰς λίθοις ὄχλων καὶ κατακέντει αὐτὰς ἐν τοῖς ξίφεσιν αὐτῶν υἱοὺς αὐτῶν καὶ θυγατέρας αὐτῶν ἀποκτενοῦσι καὶ τοὺς οἴκους αὐτῶν ἐμπρήσουσιν

48 καὶ ἀποστρέψω ἀσέβειαν ἐκ τῆς γῆς καὶ παιδευθήσονται πᾶσαι αἱ γυναῖκες καὶ οὐ μὴ ποιήσουσιν κατὰ τὰς ἀσεβείας αὐτῶν

49 καὶ δοθήσεται ἡ ἀσέβεια ὑμῶν ἐφ' ὑμᾶς καὶ τὰς ἁμαρτίας τῶν ἐνθυμημάτων ὑμῶν λήμψεσθε καὶ γνώσεσθε διότι ἐγὼ κύριος

   

来自斯威登堡的著作

 

Arcana Coelestia#4570

学习本章节

  
/10837  
  

4570. 'But indeed Israel will be your name' means the nature of the internal natural, or the nature of the spiritual aspect of it, represented by 'Israel'; 'and He called his name Israel' means the internal Natural or the celestial-spiritual aspect of the Natural. This is clear from the meaning of 'name' as the essential nature, dealt with just above in 4568, and from the meaning of 'Israel' as the internal aspect of the Lord's natural and also the celestial-spiritual aspect of the Natural. No one can know why Jacob was called Israel unless he knows what the internal natural is and what the external natural is, and in addition what the celestial-spiritual aspect of the natural is. These matters have in actual fact been explained already, when Jacob was named Israel by the angel; but because they are the kind of things about which people know little, if anything, they need to be explained again.

[2] Two quite distinct and separate degrees exist in man - the rational and the natural. The rational constitutes the internal man and the natural the external; but the natural, like the rational also, has an external aspect of its own and an internal one. The external aspect of the natural is composed of the physical senses and of the impressions received from the world through these senses immediately. By means of his sensory impressions a person is in touch with things belonging to the world and to the body; and people who are confined solely to this natural are called sensory-minded because their thought goes scarcely at all beyond sensory experience. But the internal part of the natural is made up of ideas inferred - by the use of analysis and analogies - from what is in the external, even though it draws on and derives its ideas from sensory impressions. So the natural is in touch through the senses with things belonging to the world and to the body, and through ideas, arrived at by the use of analogy and analysis, with the rational, thus with things belonging to the spiritual world. Such is the composition of the natural. There is another part that exists between and has links with both of them - with the external aspect and with the internal - and so is in touch through the external with things in the natural world, and through the internal with those in the spiritual world. This external natural is represented specifically by 'Jacob', and the internal natural by 'Israel'. The situation is similar with the rational; that is to say, there is an external aspect and an internal, and a further one between the two. But this, in the Lord's Divine mercy, is to be discussed where Joseph is the subject, for 'Joseph' represents the external aspect of the rational.

[3] What the celestial-spiritual is however has been stated several times already - that essentially the celestial is good and the spiritual truth, so that the celestial-spiritual is that which is good resulting from truth. Now because the Lord's Church is both external and internal, and internal features of the Church had to be represented by the descendants of Jacob through things of an external nature, Jacob could not therefore be called Jacob any longer, but was called Israel - see what has been introduced already about these matters in 4286, 4292. Further to this it should be recognized that the terms celestial and spiritual are used both of the rational and of the natural. Celestial is used when people receive good, and spiritual when they receive truth from the Lord; for the good which flows from the Lord into heaven is called celestial, and the truth is called spiritual. In the highest sense the naming of Jacob as Israel means that the Lord progressed towards more interior aspects and made the Natural within Him Divine, both the external aspect of it and the internal. For in the highest sense that which is represented is the Natural itself.

  
/10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.