圣经文本

 

Exodus第36章

学习

   

1 καὶ ἐποίησεν βεσελεηλ καὶ ελιαβ καὶ πᾶς σοφὸς τῇ διανοίᾳ ᾧ ἐδόθη σοφία καὶ ἐπιστήμη ἐν αὐτοῖς συνιέναι ποιεῖν πάντα τὰ ἔργα κατὰ τὰ ἅγια καθήκοντα κατὰ πάντα ὅσα συνέταξεν κύριος

2 καὶ ἐκάλεσεν μωυσῆς βεσελεηλ καὶ ελιαβ καὶ πάντας τοὺς ἔχοντας τὴν σοφίαν ᾧ ἔδωκεν ὁ θεὸς ἐπιστήμην ἐν τῇ καρδίᾳ καὶ πάντας τοὺς ἑκουσίως βουλομένους προσπορεύεσθαι πρὸς τὰ ἔργα ὥστε συντελεῖν αὐτά

3 καὶ ἔλαβον παρὰ μωυσῆ πάντα τὰ ἀφαιρέματα ἃ ἤνεγκαν οἱ υἱοὶ ισραηλ εἰς πάντα τὰ ἔργα τοῦ ἁγίου ποιεῖν αὐτά καὶ αὐτοὶ προσεδέχοντο ἔτι τὰ προσφερόμενα παρὰ τῶν φερόντων τὸ πρωὶ πρωί

4 καὶ παρεγίνοντο πάντες οἱ σοφοὶ οἱ ποιοῦντες τὰ ἔργα τοῦ ἁγίου ἕκαστος κατὰ τὸ αὐτοῦ ἔργον ὃ αὐτοὶ ἠργάζοντο

5 καὶ εἶπαν πρὸς μωυσῆν ὅτι πλῆθος φέρει ὁ λαὸς παρὰ τὰ ἔργα ὅσα συνέταξεν κύριος ποιῆσαι

6 καὶ προσέταξεν μωυσῆς καὶ ἐκήρυξεν ἐν τῇ παρεμβολῇ λέγων ἀνὴρ καὶ γυνὴ μηκέτι ἐργαζέσθωσαν εἰς τὰς ἀπαρχὰς τοῦ ἁγίου καὶ ἐκωλύθη ὁ λαὸς ἔτι προσφέρειν

7 καὶ τὰ ἔργα ἦν αὐτοῖς ἱκανὰ εἰς τὴν κατασκευὴν ποιῆσαι καὶ προσκατέλιπον

8 καὶ ἐποίησεν πᾶς σοφὸς ἐν τοῖς ἐργαζομένοις τὰς στολὰς τῶν ἁγίων αἵ εἰσιν ααρων τῷ ἱερεῖ καθὰ συνέταξεν κύριος τῷ μωυσῇ

9 καὶ ἐποίησαν τὴν ἐπωμίδα ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης

10 καὶ ἐτμήθη τὰ πέταλα τοῦ χρυσίου τρίχες ὥστε συνυφᾶναι σὺν τῇ ὑακίνθῳ καὶ τῇ πορφύρᾳ καὶ σὺν τῷ κοκκίνῳ τῷ διανενησμένῳ καὶ σὺν τῇ βύσσῳ τῇ κεκλωσμένῃ ἔργον ὑφαντόν

11 ἐποίησαν αὐτὸ ἐπωμίδας συνεχούσας ἐξ ἀμφοτέρων τῶν μερῶν

12 ἔργον ὑφαντὸν εἰς ἄλληλα συμπεπλεγμένον καθ' ἑαυτὸ ἐξ αὐτοῦ ἐποίησαν κατὰ τὴν αὐτοῦ ποίησιν ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης καθὰ συνέταξεν κύριος τῷ μωυσῇ

13 καὶ ἐποίησαν ἀμφοτέρους τοὺς λίθους τῆς σμαράγδου συμπεπορπημένους καὶ περισεσιαλωμένους χρυσίῳ γεγλυμμένους καὶ ἐκκεκολαμμένους ἐκκόλαμμα σφραγῖδος ἐκ τῶν ὀνομάτων τῶν υἱῶν ισραηλ

14 καὶ ἐπέθηκεν αὐτοὺς ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος λίθους μνημοσύνου τῶν υἱῶν ισραηλ καθὰ συνέταξεν κύριος τῷ μωυσῇ

15 καὶ ἐποίησαν λογεῖον ἔργον ὑφαντὸν ποικιλίᾳ κατὰ τὸ ἔργον τῆς ἐπωμίδος ἐκ χρυσίου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου διανενησμένου καὶ βύσσου κεκλωσμένης

16 τετράγωνον διπλοῦν ἐποίησαν τὸ λογεῖον σπιθαμῆς τὸ μῆκος καὶ σπιθαμῆς τὸ εὖρος διπλοῦν

17 καὶ συνυφάνθη ἐν αὐτῷ ὕφασμα κατάλιθον τετράστιχον στίχος λίθων σάρδιον καὶ τοπάζιον καὶ σμάραγδος ὁ στίχος ὁ εἷς

18 καὶ ὁ στίχος ὁ δεύτερος ἄνθραξ καὶ σάπφειρος καὶ ἴασπις

19 καὶ ὁ στίχος ὁ τρίτος λιγύριον καὶ ἀχάτης καὶ ἀμέθυστος

20 καὶ ὁ στίχος ὁ τέταρτος χρυσόλιθος καὶ βηρύλλιον καὶ ὀνύχιον περικεκυκλωμένα χρυσίῳ καὶ συνδεδεμένα χρυσίῳ

21 καὶ οἱ λίθοι ἦσαν ἐκ τῶν ὀνομάτων τῶν υἱῶν ισραηλ δώδεκα ἐκ τῶν ὀνομάτων αὐτῶν ἐγγεγραμμένα εἰς σφραγῖδας ἕκαστος ἐκ τοῦ ἑαυτοῦ ὀνόματος εἰς τὰς δώδεκα φυλάς

22 καὶ ἐποίησαν ἐπὶ τὸ λογεῖον κροσσοὺς συμπεπλεγμένους ἔργον ἐμπλοκίου ἐκ χρυσίου καθαροῦ

23 καὶ ἐποίησαν δύο ἀσπιδίσκας χρυσᾶς καὶ δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν τοὺς δύο δακτυλίους τοὺς χρυσοῦς ἐπ' ἀμφοτέρας τὰς ἀρχὰς τοῦ λογείου

24 καὶ ἐπέθηκαν τὰ ἐμπλόκια ἐκ χρυσίου ἐπὶ τοὺς δακτυλίους ἐπ' ἀμφοτέρων τῶν μερῶν τοῦ λογείου

25 καὶ εἰς τὰς δύο συμβολὰς τὰ δύο ἐμπλόκια καὶ ἐπέθηκαν ἐπὶ τὰς δύο ἀσπιδίσκας καὶ ἐπέθηκαν ἐπὶ τοὺς ὤμους τῆς ἐπωμίδος ἐξ ἐναντίας κατὰ πρόσωπον

26 καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπὶ τὰ δύο πτερύγια ἐπ' ἄκρου τοῦ λογείου ἐπὶ τὸ ἄκρον τοῦ ὀπισθίου τῆς ἐπωμίδος ἔσωθεν

27 καὶ ἐποίησαν δύο δακτυλίους χρυσοῦς καὶ ἐπέθηκαν ἐπ' ἀμφοτέρους τοὺς ὤμους τῆς ἐπωμίδος κάτωθεν αὐτοῦ κατὰ πρόσωπον κατὰ τὴν συμβολὴν ἄνωθεν τῆς συνυφῆς τῆς ἐπωμίδος

28 καὶ συνέσφιγξεν τὸ λογεῖον ἀπὸ τῶν δακτυλίων τῶν ἐπ' αὐτοῦ εἰς τοὺς δακτυλίους τῆς ἐπωμίδος συνεχομένους ἐκ τῆς ὑακίνθου συμπεπλεγμένους εἰς τὸ ὕφασμα τῆς ἐπωμίδος ἵνα μὴ χαλᾶται τὸ λογεῖον ἀπὸ τῆς ἐπωμίδος καθὰ συνέταξεν κύριος τῷ μωυσῇ

29 καὶ ἐποίησαν τὸν ὑποδύτην ὑπὸ τὴν ἐπωμίδα ἔργον ὑφαντὸν ὅλον ὑακίνθινον

30 τὸ δὲ περιστόμιον τοῦ ὑποδύτου ἐν τῷ μέσῳ διυφασμένον συμπλεκτόν ὤ|αν ἔχον κύκλῳ τὸ περιστόμιον ἀδιάλυτον

31 καὶ ἐποίησαν ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κάτωθεν ὡς ἐξανθούσης ῥόας ῥοίσκους ἐξ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου καὶ βύσσου κεκλωσμένης

32 καὶ ἐποίησαν κώδωνας χρυσοῦς καὶ ἐπέθηκαν τοὺς κώδωνας ἐπὶ τὸ λῶμα τοῦ ὑποδύτου κύκλῳ ἀνὰ μέσον τῶν ῥοίσκων

33 κώδων χρυσοῦς καὶ ῥοίσκος ἐπὶ τοῦ λώματος τοῦ ὑποδύτου κύκλῳ εἰς τὸ λειτουργεῖν καθὰ συνέταξεν κύριος τῷ μωυσῇ

34 καὶ ἐποίησαν χιτῶνας βυσσίνους ἔργον ὑφαντὸν ααρων καὶ τοῖς υἱοῖς αὐτοῦ

35 καὶ τὰς κιδάρεις ἐκ βύσσου καὶ τὴν μίτραν ἐκ βύσσου καὶ τὰ περισκελῆ ἐκ βύσσου κεκλωσμένης

36 καὶ τὰς ζώνας αὐτῶν ἐκ βύσσου καὶ ὑακίνθου καὶ πορφύρας καὶ κοκκίνου νενησμένου ἔργον ποικιλτοῦ ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ

37 καὶ ἐποίησαν τὸ πέταλον τὸ χρυσοῦν ἀφόρισμα τοῦ ἁγίου χρυσίου καθαροῦ καὶ ἔγραψεν ἐπ' αὐτοῦ γράμματα ἐκτετυπωμένα σφραγῖδος ἁγίασμα κυρίῳ

38 καὶ ἐπέθηκαν ἐπ' αὐτὸ λῶμα ὑακίνθινον ὥστε ἐπικεῖσθαι ἐπὶ τὴν μίτραν ἄνωθεν ὃν τρόπον συνέταξεν κύριος τῷ μωυσῇ

   

来自斯威登堡的著作

 

Apocalypse Revealed#793

学习本章节

  
/962  
  

793. "No craftsman of any craft shall be found in you anymore." This symbolically means that those caught up in the Roman Catholic religion because of its doctrine and a life in accordance with it are without any understanding of spiritual truth, and so are without any thought of spiritual truth, to the extent that they are left to themselves.

In the spiritual sense of the Word, a craftsman symbolizes an intelligent person and a thinking one by virtue of his intellect - in a good sense, someone who uses his intellect to think thoughts that are true, which are heavenly, and in a bad sense, someone who uses his intellect to think thoughts that are false, which are infernal. Moreover, because all of these thoughts are of many kinds, and each kind consists of many varieties, and each variety again of many kinds and varieties, but which we call particulars and specifics, therefore the text says, "no craftsman of any craft."

By virtue of their arts and crafts, too, and the correspondence of these, craftsmen symbolize such things as have to do with wisdom, intelligence and knowledge. We say, by virtue of their correspondence, because a person's every work, likewise his every undertaking, corresponds to such things as have to do with the intelligence of angels, provided it is of some use. But the works of craftsmen in gold, silver and precious stones correspond to some matters or objects of angelic intelligence, the works of craftsmen in bronze, iron, wood and stone to others, and the works of craftsmen in other valuable endeavors, such as the making of cloth, linens, garments and clothing of various kinds, to still others. All of these arts and crafts have, as we said, a correspondence, because they are works.

It can be seen from this that no craftsman of any art being found in Babylon does not mean that there will be no craftsman there, but that there will be no understanding of spiritual truth and so no thought of spiritual truth. But this is the case only with those who are caught up in the Roman Catholic religion because of its doctrine and a life in accordance with it, and this to the extent that they are left to themselves.

[2] That a craftsman symbolizes people who have an understanding of truth and so think thoughts that are true can be seen from this, that Bezaleel and Aholiab were to make the Tabernacle, because they were filled with wisdom, understanding, and knowledge (Exodus 31:3; 36:1-2). Also from the following:

All the wise-hearted among those doing the work made (the dwelling place) with the work of a craftsman... (Exodus 36:8)

You shall make the dwelling place... of fine woven linen and blue, purple, and double-dyed scarlet...(and) cherubim; with the work of a craftsman you shall make them. (Exodus 26:1)

You shall make a veil (in the same manner) with the work of a craftsman. (Exodus 26:31; 36:35)

So, too, the ephod with the work of a craftsman, and also the breastpiece (Exodus 28:6; 39:8). The word for craftsman there is one that also means a thinker.

With the work of a craftsman in gems..., you shall engrave the two stones... which you shall put... on the shoulders of the ephod... (Exodus 28:11, 12)

[3] In an opposite sense, the work of a craftsman symbolizes the kind of work that is the product of one's own intelligence, from which comes only falsity. This is meant by the work of a craftsman in the following passages:

In their intelligence they will make... a molten image... of their silver..., all of it the work of craftsmen. (Hosea 13:2)

A craftsman pours the image, and the founder covers it with gold and forges chains of silver... He seeks... a wise craftsman... (Isaiah 40:19-20)

...one cuts wood from a forest, the work of the hands of the workman... Silver... is brought from Tarshish, and gold from Uphaz, the work of a craftsman...; blue and purple their clothing, all the work of wise men. (Jeremiah 10:3, 9)

See also Deuteronomy 27:15.

That idols symbolize falsities in worship and religion originating from people's own intelligence may be seen in no. 459, 460 above.

  
/962  
  

Many thanks to the General Church of the New Jerusalem, and to Rev. N.B. Rogers, translator, for the permission to use this translation.