圣经文本

 

Exodus第24章

学习

   

1 καὶ μωυσῇ εἶπεν ἀνάβηθι πρὸς κύριον σὺ καὶ ααρων καὶ ναδαβ καὶ αβιουδ καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων ισραηλ καὶ προσκυνήσουσιν μακρόθεν τῷ κυρίῳ

2 καὶ ἐγγιεῖ μωυσῆς μόνος πρὸς τὸν θεόν αὐτοὶ δὲ οὐκ ἐγγιοῦσιν ὁ δὲ λαὸς οὐ συναναβήσεται μετ' αὐτῶν

3 εἰσῆλθεν δὲ μωυσῆς καὶ διηγήσατο τῷ λαῷ πάντα τὰ ῥήματα τοῦ θεοῦ καὶ τὰ δικαιώματα ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς φωνῇ μιᾷ λέγοντες πάντας τοὺς λόγους οὓς ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα

4 καὶ ἔγραψεν μωυσῆς πάντα τὰ ῥήματα κυρίου ὀρθρίσας δὲ μωυσῆς τὸ πρωὶ ᾠκοδόμησεν θυσιαστήριον ὑπὸ τὸ ὄρος καὶ δώδεκα λίθους εἰς τὰς δώδεκα φυλὰς τοῦ ισραηλ

5 καὶ ἐξαπέστειλεν τοὺς νεανίσκους τῶν υἱῶν ισραηλ καὶ ἀνήνεγκαν ὁλοκαυτώματα καὶ ἔθυσαν θυσίαν σωτηρίου τῷ θεῷ μοσχάρια

6 λαβὼν δὲ μωυσῆς τὸ ἥμισυ τοῦ αἵματος ἐνέχεεν εἰς κρατῆρας τὸ δὲ ἥμισυ τοῦ αἵματος προσέχεεν πρὸς τὸ θυσιαστήριον

7 καὶ λαβὼν τὸ βιβλίον τῆς διαθήκης ἀνέγνω εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ εἶπαν πάντα ὅσα ἐλάλησεν κύριος ποιήσομεν καὶ ἀκουσόμεθα

8 λαβὼν δὲ μωυσῆς τὸ αἷμα κατεσκέδασεν τοῦ λαοῦ καὶ εἶπεν ἰδοὺ τὸ αἷμα τῆς διαθήκης ἧς διέθετο κύριος πρὸς ὑμᾶς περὶ πάντων τῶν λόγων τούτων

9 καὶ ἀνέβη μωυσῆς καὶ ααρων καὶ ναδαβ καὶ αβιουδ καὶ ἑβδομήκοντα τῆς γερουσίας ισραηλ

10 καὶ εἶδον τὸν τόπον οὗ εἱστήκει ἐκεῖ ὁ θεὸς τοῦ ισραηλ καὶ τὰ ὑπὸ τοὺς πόδας αὐτοῦ ὡσεὶ ἔργον πλίνθου σαπφείρου καὶ ὥσπερ εἶδος στερεώματος τοῦ οὐρανοῦ τῇ καθαριότητι

11 καὶ τῶν ἐπιλέκτων τοῦ ισραηλ οὐ διεφώνησεν οὐδὲ εἷς καὶ ὤφθησαν ἐν τῷ τόπῳ τοῦ θεοῦ καὶ ἔφαγον καὶ ἔπιον

12 καὶ εἶπεν κύριος πρὸς μωυσῆν ἀνάβηθι πρός με εἰς τὸ ὄρος καὶ ἴσθι ἐκεῖ καὶ δώσω σοι τὰ πυξία τὰ λίθινα τὸν νόμον καὶ τὰς ἐντολάς ἃς ἔγραψα νομοθετῆσαι αὐτοῖς

13 καὶ ἀναστὰς μωυσῆς καὶ ἰησοῦς ὁ παρεστηκὼς αὐτῷ ἀνέβησαν εἰς τὸ ὄρος τοῦ θεοῦ

14 καὶ τοῖς πρεσβυτέροις εἶπαν ἡσυχάζετε αὐτοῦ ἕως ἀναστρέψωμεν πρὸς ὑμᾶς καὶ ἰδοὺ ααρων καὶ ωρ μεθ' ὑμῶν ἐάν τινι συμβῇ κρίσις προσπορευέσθωσαν αὐτοῖς

15 καὶ ἀνέβη μωυσῆς καὶ ἰησοῦς εἰς τὸ ὄρος καὶ ἐκάλυψεν ἡ νεφέλη τὸ ὄρος

16 καὶ κατέβη ἡ δόξα τοῦ θεοῦ ἐπὶ τὸ ὄρος τὸ σινα καὶ ἐκάλυψεν αὐτὸ ἡ νεφέλη ἓξ ἡμέρας καὶ ἐκάλεσεν κύριος τὸν μωυσῆν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἐκ μέσου τῆς νεφέλης

17 τὸ δὲ εἶδος τῆς δόξης κυρίου ὡσεὶ πῦρ φλέγον ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους ἐναντίον τῶν υἱῶν ισραηλ

18 καὶ εἰσῆλθεν μωυσῆς εἰς τὸ μέσον τῆς νεφέλης καὶ ἀνέβη εἰς τὸ ὄρος καὶ ἦν ἐκεῖ ἐν τῷ ὄρει τεσσαράκοντα ἡμέρας καὶ τεσσαράκοντα νύκτας

   

来自斯威登堡的著作

 

Arcana Coelestia#9425

学习本章节

  
/10837  
  

9425. 'He who has words, let him go to them' means that by means of those teachings falsities are to be removed. This is clear from the meaning of 'having words' as disputing in regard to truths, for 'words' are truths, 1288, 4692, 5272; and from the meaning of 'going to them' as doing so in order that they may be judged by means of those teachings (for teachings derived from the outward sense of the Word are meant by 'Aaron and Hur', to whom they were to go) thus also in order that falsities may be removed. For one who judges by means of doctrinal teachings in a dispute about truths removes falsities. Aaron however did not remove falsities; instead he removed truths, as is clear from the worship of the golden calf in place of Jehovah, described further on. For as stated just above, those who teach the outward things of the Word without the aid of what lies within, thus without the aid of authentic teachings about what is good and true, do not see the difference between truth and falsity, nor between good and evil. Rather, whatever coincides with the illusions of the senses they call truth, and whatever coincides with selfish cravings they call good. So they call falsity truth, and evil they call good.

  
/10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.