圣经文本

 

Exodus第2章

学习

   

1 ἦν δέ τις ἐκ τῆς φυλῆς λευι ὃς ἔλαβεν τῶν θυγατέρων λευι καὶ ἔσχεν αὐτήν

2 καὶ ἐν γαστρὶ ἔλαβεν καὶ ἔτεκεν ἄρσεν ἰδόντες δὲ αὐτὸ ἀστεῖον ἐσκέπασαν αὐτὸ μῆνας τρεῖς

3 ἐπεὶ δὲ οὐκ ἠδύναντο αὐτὸ ἔτι κρύπτειν ἔλαβεν αὐτῷ ἡ μήτηρ αὐτοῦ θῖβιν καὶ κατέχρισεν αὐτὴν ἀσφαλτοπίσσῃ καὶ ἐνέβαλεν τὸ παιδίον εἰς αὐτὴν καὶ ἔθηκεν αὐτὴν εἰς τὸ ἕλος παρὰ τὸν ποταμόν

4 καὶ κατεσκόπευεν ἡ ἀδελφὴ αὐτοῦ μακρόθεν μαθεῖν τί τὸ ἀποβησόμενον αὐτῷ

5 κατέβη δὲ ἡ θυγάτηρ φαραω λούσασθαι ἐπὶ τὸν ποταμόν καὶ αἱ ἅβραι αὐτῆς παρεπορεύοντο παρὰ τὸν ποταμόν καὶ ἰδοῦσα τὴν θῖβιν ἐν τῷ ἕλει ἀποστείλασα τὴν ἅβραν ἀνείλατο αὐτήν

6 ἀνοίξασα δὲ ὁρᾷ παιδίον κλαῖον ἐν τῇ θίβει καὶ ἐφείσατο αὐτοῦ ἡ θυγάτηρ φαραω καὶ ἔφη ἀπὸ τῶν παιδίων τῶν εβραίων τοῦτο

7 καὶ εἶπεν ἡ ἀδελφὴ αὐτοῦ τῇ θυγατρὶ φαραω θέλεις καλέσω σοι γυναῖκα τροφεύουσαν ἐκ τῶν εβραίων καὶ θηλάσει σοι τὸ παιδίον

8 ἡ δὲ εἶπεν αὐτῇ ἡ θυγάτηρ φαραω πορεύου ἐλθοῦσα δὲ ἡ νεᾶνις ἐκάλεσεν τὴν μητέρα τοῦ παιδίου

9 εἶπεν δὲ πρὸς αὐτὴν ἡ θυγάτηρ φαραω διατήρησόν μοι τὸ παιδίον τοῦτο καὶ θήλασόν μοι αὐτό ἐγὼ δὲ δώσω σοι τὸν μισθόν ἔλαβεν δὲ ἡ γυνὴ τὸ παιδίον καὶ ἐθήλαζεν αὐτό

10 ἁδρυνθέντος δὲ τοῦ παιδίου εἰσήγαγεν αὐτὸ πρὸς τὴν θυγατέρα φαραω καὶ ἐγενήθη αὐτῇ εἰς υἱόν ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ μωυσῆν λέγουσα ἐκ τοῦ ὕδατος αὐτὸν ἀνειλόμην

11 ἐγένετο δὲ ἐν ταῖς ἡμέραις ταῖς πολλαῖς ἐκείναις μέγας γενόμενος μωυσῆς ἐξήλθεν πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ τοὺς υἱοὺς ισραηλ κατανοήσας δὲ τὸν πόνον αὐτῶν ὁρᾷ ἄνθρωπον αἰγύπτιον τύπτοντά τινα εβραῖον τῶν ἑαυτοῦ ἀδελφῶν τῶν υἱῶν ισραηλ

12 περιβλεψάμενος δὲ ὧδε καὶ ὧδε οὐχ ὁρᾷ οὐδένα καὶ πατάξας τὸν αἰγύπτιον ἔκρυψεν αὐτὸν ἐν τῇ ἄμμῳ

13 ἐξελθὼν δὲ τῇ ἡμέρᾳ τῇ δευτέρᾳ ὁρᾷ δύο ἄνδρας εβραίους διαπληκτιζομένους καὶ λέγει τῷ ἀδικοῦντι διὰ τί σὺ τύπτεις τὸν πλησίον

14 ὁ δὲ εἶπεν τίς σε κατέστησεν ἄρχοντα καὶ δικαστὴν ἐφ' ἡμῶν μὴ ἀνελεῖν με σὺ θέλεις ὃν τρόπον ἀνεῖλες ἐχθὲς τὸν αἰγύπτιον ἐφοβήθη δὲ μωυσῆς καὶ εἶπεν εἰ οὕτως ἐμφανὲς γέγονεν τὸ ῥῆμα τοῦτο

15 ἤκουσεν δὲ φαραω τὸ ῥῆμα τοῦτο καὶ ἐζήτει ἀνελεῖν μωυσῆν ἀνεχώρησεν δὲ μωυσῆς ἀπὸ προσώπου φαραω καὶ ὤ|κησεν ἐν γῇ μαδιαμ ἐλθὼν δὲ εἰς γῆν μαδιαμ ἐκάθισεν ἐπὶ τοῦ φρέατος

16 τῷ δὲ ἱερεῖ μαδιαμ ἦσαν ἑπτὰ θυγατέρες ποιμαίνουσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν ιοθορ παραγενόμεναι δὲ ἤντλουν ἕως ἔπλησαν τὰς δεξαμενὰς ποτίσαι τὰ πρόβατα τοῦ πατρὸς αὐτῶν ιοθορ

17 παραγενόμενοι δὲ οἱ ποιμένες ἐξέβαλον αὐτάς ἀναστὰς δὲ μωυσῆς ἐρρύσατο αὐτὰς καὶ ἤντλησεν αὐταῖς καὶ ἐπότισεν τὰ πρόβατα αὐτῶν

18 παρεγένοντο δὲ πρὸς ραγουηλ τὸν πατέρα αὐτῶν ὁ δὲ εἶπεν αὐταῖς τί ὅτι ἐταχύνατε τοῦ παραγενέσθαι σήμερον

19 αἱ δὲ εἶπαν ἄνθρωπος αἰγύπτιος ἐρρύσατο ἡμᾶς ἀπὸ τῶν ποιμένων καὶ ἤντλησεν ἡμῖν καὶ ἐπότισεν τὰ πρόβατα ἡμῶν

20 ὁ δὲ εἶπεν ταῖς θυγατράσιν αὐτοῦ καὶ ποῦ ἐστι καὶ ἵνα τί οὕτως καταλελοίπατε τὸν ἄνθρωπον καλέσατε οὖν αὐτόν ὅπως φάγῃ ἄρτον

21 κατῳκίσθη δὲ μωυσῆς παρὰ τῷ ἀνθρώπῳ καὶ ἐξέδοτο σεπφωραν τὴν θυγατέρα αὐτοῦ μωυσῇ γυναῖκα

22 ἐν γαστρὶ δὲ λαβοῦσα ἡ γυνὴ ἔτεκεν υἱόν καὶ ἐπωνόμασεν μωυσῆς τὸ ὄνομα αὐτοῦ γηρσαμ λέγων ὅτι πάροικός εἰμι ἐν γῇ ἀλλοτρίᾳ

23 μετὰ δὲ τὰς ἡμέρας τὰς πολλὰς ἐκείνας ἐτελεύτησεν ὁ βασιλεὺς αἰγύπτου καὶ κατεστέναξαν οἱ υἱοὶ ισραηλ ἀπὸ τῶν ἔργων καὶ ἀνεβόησαν καὶ ἀνέβη ἡ βοὴ αὐτῶν πρὸς τὸν θεὸν ἀπὸ τῶν ἔργων

24 καὶ εἰσήκουσεν ὁ θεὸς τὸν στεναγμὸν αὐτῶν καὶ ἐμνήσθη ὁ θεὸς τῆς διαθήκης αὐτοῦ τῆς πρὸς αβρααμ καὶ ισαακ καὶ ιακωβ

25 καὶ ἐπεῖδεν ὁ θεὸς τοὺς υἱοὺς ισραηλ καὶ ἐγνώσθη αὐτοῖς

   

来自斯威登堡的著作

 

Arcana Coelestia#6779

学习本章节

  
/10837  
  

6779. 'And the shepherds came and drove them away' means that teachers steeped in evils set themselves against them. This is clear from the meaning of 'the shepherds' as those who teach and lead to the good of charity, dealt with in 343, 3795, 6044, here those who teach but, being steeped in evils, do not lead to the good of charity, dealt with below; from the meaning of 'driving away' as setting themselves against; and from the meaning of the daughters, the ones whom they drove away, as things belonging to the Church, dealt with above in 6775. Here 'shepherds' does indeed mean those who teach, but they are those who do not lead to the good of charity because they are steeped in evils. For those steeped in evils never acknowledge that charity and its works contribute to salvation, because they are incapable of acknowledging things contrary to the life they lead. To do so would be to go against themselves. Being steeped in evils they are not even aware of what charity is, or thus of what the works of charity are. Faith is what they teach, saying that faith is what makes people righteous and what holds the promise of heaven. These are the ones who set themselves against the teachings about charity drawn from the Word, and therefore against people guided by the truth that goes with simple good - the people meant by the daughters of the priest of Midian who, after they had drawn water and filled the troughs to water the flock, were driven away by the shepherds from the well.

  
/10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.