Genesis第38章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Genesis第37章   Genesis第39章 →

1 εγενετο δε εν τω καιρω εκεινω κατεβη ιουδας απο των αδελφων αυτου και αφικετο εως προς ανθρωπον τινα οδολλαμιτην ω ονομα ιρας

2 και ειδεν εκει ιουδας θυγατερα ανθρωπου χαναναιου η ονομα σαυα και ελαβεν αυτην και εισηλθεν προς αυτην

3 και συλλαβουσα ετεκεν υιον και εκαλεσεν το ονομα αυτου ηρ

4 και συλλαβουσα ετι ετεκεν υιον και εκαλεσεν το ονομα αυτου αυναν

5 και προσθεισα ετι ετεκεν υιον και εκαλεσεν το ονομα αυτου σηλωμ αυτη δε ην εν χασβι ηνικα ετεκεν αυτους

6 και ελαβεν ιουδας γυναικα ηρ τω πρωτοτοκω αυτου η ονομα θαμαρ

7 εγενετο δε ηρ πρωτοτοκος ιουδα πονηρος εναντιον κυριου και απεκτεινεν αυτον ο θεος

8 ειπεν δε ιουδας τω αυναν εισελθε προς την γυναικα του αδελφου σου και γαμβρευσαι αυτην και αναστησον σπερμα τω αδελφω σου

9 γνους δε αυναν οτι ουκ αυτω εσται το σπερμα εγινετο οταν εισηρχετο προς την γυναικα του αδελφου αυτου εξεχεεν επι την γην του μη δουναι σπερμα τω αδελφω αυτου

10 πονηρον δε εφανη εναντιον του θεου οτι εποιησεν τουτο και εθανατωσεν και τουτον

11 ειπεν δε ιουδας θαμαρ τη νυμφη αυτου καθου χηρα εν τω οικω του πατρος σου εως μεγας γενηται σηλωμ ο υιος μου ειπεν γαρ μηποτε αποθανη και ουτος ωσπερ οι αδελφοι αυτου απελθουσα δε θαμαρ εκαθητο εν τω οικω του πατρος αυτης

12 επληθυνθησαν δε αι ημεραι και απεθανεν σαυα η γυνη ιουδα και παρακληθεις ιουδας ανεβη επι τους κειροντας τα προβατα αυτου αυτος και ιρας ο ποιμην αυτου ο οδολλαμιτης εις θαμνα

13 και απηγγελη θαμαρ τη νυμφη αυτου λεγοντες ιδου ο πενθερος σου αναβαινει εις θαμνα κειραι τα προβατα αυτου

14 και περιελομενη τα ιματια της χηρευσεως αφ' εαυτης περιεβαλετο θεριστρον και εκαλλωπισατο και εκαθισεν προς ταις πυλαις αιναν η εστιν εν παροδω θαμνα ειδεν γαρ οτι μεγας γεγονεν σηλωμ αυτος δε ουκ εδωκεν αυτην αυτω γυναικα

15 και ιδων αυτην ιουδας εδοξεν αυτην πορνην ειναι κατεκαλυψατο γαρ το προσωπον αυτης και ουκ επεγνω αυτην

16 εξεκλινεν δε προς αυτην την οδον και ειπεν αυτη εασον με εισελθειν προς σε ου γαρ εγνω οτι η νυμφη αυτου εστιν η δε ειπεν τι μοι δωσεις εαν εισελθης προς με

17 ο δε ειπεν εγω σοι αποστελω εριφον αιγων εκ των προβατων η δε ειπεν εαν δως αρραβωνα εως του αποστειλαι σε

18 ο δε ειπεν τινα τον αρραβωνα σοι δωσω η δε ειπεν τον δακτυλιον σου και τον ορμισκον και την ραβδον την εν τη χειρι σου και εδωκεν αυτη και εισηλθεν προς αυτην και εν γαστρι ελαβεν εξ αυτου

19 και αναστασα απηλθεν και περιειλατο το θεριστρον αφ' εαυτης και ενεδυσατο τα ιματια της χηρευσεως αυτης

20 απεστειλεν δε ιουδας τον εριφον εξ αιγων εν χειρι του ποιμενος αυτου του οδολλαμιτου κομισασθαι τον αρραβωνα παρα της γυναικος και ουχ ευρεν αυτην

21 επηρωτησεν δε τους ανδρας τους εκ του τοπου που εστιν η πορνη η γενομενη εν αιναν επι της οδου και ειπαν ουκ ην ενταυθα πορνη

22 και απεστραφη προς ιουδαν και ειπεν ουχ ευρον και οι ανθρωποι οι εκ του τοπου λεγουσιν μη ειναι ωδε πορνην

23 ειπεν δε ιουδας εχετω αυτα αλλα μηποτε καταγελασθωμεν εγω μεν απεσταλκα τον εριφον τουτον συ δε ουχ ευρηκας

24 εγενετο δε μετα τριμηνον απηγγελη τω ιουδα λεγοντες εκπεπορνευκεν θαμαρ η νυμφη σου και ιδου εν γαστρι εχει εκ πορνειας ειπεν δε ιουδας εξαγαγετε αυτην και κατακαυθητω

25 αυτη δε αγομενη απεστειλεν προς τον πενθερον αυτης λεγουσα εκ του ανθρωπου τινος ταυτα εστιν εγω εν γαστρι εχω και ειπεν επιγνωθι τινος ο δακτυλιος και ο ορμισκος και η ραβδος αυτη

26 επεγνω δε ιουδας και ειπεν δεδικαιωται θαμαρ η εγω ου εινεκεν ουκ εδωκα αυτην σηλωμ τω υιω μου και ου προσεθετο ετι του γνωναι αυτην

27 εγενετο δε ηνικα ετικτεν και τηδε ην διδυμα εν τη γαστρι αυτης

28 εγενετο δε εν τω τικτειν αυτην ο εις προεξηνεγκεν την χειρα λαβουσα δε η μαια εδησεν επι την χειρα αυτου κοκκινον λεγουσα ουτος εξελευσεται προτερος

29 ως δε επισυνηγαγεν την χειρα και ευθυς εξηλθεν ο αδελφος αυτου η δε ειπεν τι διεκοπη δια σε φραγμος και εκαλεσεν το ονομα αυτου φαρες

30 και μετα τουτο εξηλθεν ο αδελφος αυτου εφ' ω ην επι τη χειρι αυτου το κοκκινον και εκαλεσεν το ονομα αυτου ζαρα

← Genesis第37章   Genesis第39章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 4811, 4812

本章评论:



翻译:
分享: