Exodus第9章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Exodus第8章   Exodus第10章 →

1 ειπεν δε κυριος προς μωυσην εισελθε προς φαραω και ερεις αυτω ταδε λεγει κυριος ο θεος των εβραιων εξαποστειλον τον λαον μου ινα μοι λατρευσωσιν

2 ει μεν ουν μη βουλει εξαποστειλαι τον λαον μου αλλ' ετι εγκρατεις αυτου

3 ιδου χειρ κυριου επεσται εν τοις κτηνεσιν σου τοις εν τοις πεδιοις εν τε τοις ιπποις και εν τοις υποζυγιοις και ταις καμηλοις και βουσιν και προβατοις θανατος μεγας σφοδρα

4 και παραδοξασω εγω εν τω καιρω εκεινω ανα μεσον των κτηνων των αιγυπτιων και ανα μεσον των κτηνων των υιων ισραηλ ου τελευτησει απο παντων των του ισραηλ υιων ρητον

5 και εδωκεν ο θεος ορον λεγων εν τη αυριον ποιησει κυριος το ρημα τουτο επι της γης

6 και εποιησεν κυριος το ρημα τουτο τη επαυριον και ετελευτησεν παντα τα κτηνη των αιγυπτιων απο δε των κτηνων των υιων ισραηλ ουκ ετελευτησεν ουδεν

7 ιδων δε φαραω οτι ουκ ετελευτησεν απο παντων των κτηνων των υιων ισραηλ ουδεν εβαρυνθη η καρδια φαραω και ουκ εξαπεστειλεν τον λαον

8 ειπεν δε κυριος προς μωυσην και ααρων λεγων λαβετε υμεις πληρεις τας χειρας αιθαλης καμιναιας και πασατω μωυσης εις τον ουρανον εναντιον φαραω και εναντιον των θεραποντων αυτου

9 και γενηθητω κονιορτος επι πασαν την γην αιγυπτου και εσται επι τους ανθρωπους και επι τα τετραποδα ελκη φλυκτιδες αναζεουσαι εν τε τοις ανθρωποις και εν τοις τετραποσιν και εν παση γη αιγυπτου

10 και ελαβεν την αιθαλην της καμιναιας εναντιον φαραω και επασεν αυτην μωυσης εις τον ουρανον και εγενετο ελκη φλυκτιδες αναζεουσαι εν τοις ανθρωποις και εν τοις τετραποσιν

11 και ουκ ηδυναντο οι φαρμακοι στηναι εναντιον μωυση δια τα ελκη εγενετο γαρ τα ελκη εν τοις φαρμακοις και εν παση γη αιγυπτου

12 εσκληρυνεν δε κυριος την καρδιαν φαραω και ουκ εισηκουσεν αυτων καθα συνεταξεν κυριος

13 ειπεν δε κυριος προς μωυσην ορθρισον το πρωι και στηθι εναντιον φαραω και ερεις προς αυτον ταδε λεγει κυριος ο θεος των εβραιων εξαποστειλον τον λαον μου ινα λατρευσωσιν μοι

14 εν τω γαρ νυν καιρω εγω εξαποστελλω παντα τα συναντηματα μου εις την καρδιαν σου και των θεραποντων σου και του λαου σου ιν' ειδης οτι ουκ εστιν ως εγω αλλος εν παση τη γη

15 νυν γαρ αποστειλας την χειρα παταξω σε και τον λαον σου θανατω και εκτριβηση απο της γης

16 και ενεκεν τουτου διετηρηθης ινα ενδειξωμαι εν σοι την ισχυν μου και οπως διαγγελη το ονομα μου εν παση τη γη

17 ετι ουν συ εμποιη του λαου μου του μη εξαποστειλαι αυτους

18 ιδου εγω υω ταυτην την ωραν αυριον χαλαζαν πολλην σφοδρα ητις τοιαυτη ου γεγονεν εν αιγυπτω αφ' ης ημερας εκτισται εως της ημερας ταυτης

19 νυν ουν κατασπευσον συναγαγειν τα κτηνη σου και οσα σοι εστιν εν τω πεδιω παντες γαρ οι ανθρωποι και τα κτηνη οσα αν ευρεθη εν τω πεδιω και μη εισελθη εις οικιαν πεση δε επ' αυτα η χαλαζα τελευτησει

20 ο φοβουμενος το ρημα κυριου των θεραποντων φαραω συνηγαγεν τα κτηνη αυτου εις τους οικους

21 ος δε μη προσεσχεν τη διανοια εις το ρημα κυριου αφηκεν τα κτηνη εν τοις πεδιοις

22 ειπεν δε κυριος προς μωυσην εκτεινον την χειρα σου εις τον ουρανον και εσται χαλαζα επι πασαν γην αιγυπτου επι τε τους ανθρωπους και τα κτηνη και επι πασαν βοτανην την επι της γης

23 εξετεινεν δε μωυσης την χειρα εις τον ουρανον και κυριος εδωκεν φωνας και χαλαζαν και διετρεχεν το πυρ επι της γης και εβρεξεν κυριος χαλαζαν επι πασαν γην αιγυπτου

24 ην δε η χαλαζα και το πυρ φλογιζον εν τη χαλαζη η δε χαλαζα πολλη σφοδρα σφοδρα ητις τοιαυτη ου γεγονεν εν αιγυπτω αφ' ου γεγενηται επ' αυτης εθνος

25 επαταξεν δε η χαλαζα εν παση γη αιγυπτου απο ανθρωπου εως κτηνους και πασαν βοτανην την εν τω πεδιω επαταξεν η χαλαζα και παντα τα ξυλα τα εν τοις πεδιοις συνετριψεν η χαλαζα

26 πλην εν γη γεσεμ ου ησαν οι υιοι ισραηλ ουκ εγενετο η χαλαζα

27 αποστειλας δε φαραω εκαλεσεν μωυσην και ααρων και ειπεν αυτοις ημαρτηκα το νυν ο κυριος δικαιος εγω δε και ο λαος μου ασεβεις

28 ευξασθε ουν περι εμου προς κυριον και παυσασθω του γενηθηναι φωνας θεου και χαλαζαν και πυρ και εξαποστελω υμας και ουκετι προσθησεσθε μενειν

29 ειπεν δε αυτω μωυσης ως αν εξελθω την πολιν εκπετασω τας χειρας μου προς κυριον και αι φωναι παυσονται και η χαλαζα και ο υετος ουκ εσται ετι ινα γνως οτι του κυριου η γη

30 και συ και οι θεραποντες σου επισταμαι οτι ουδεπω πεφοβησθε τον κυριον

31 το δε λινον και η κριθη επληγη η γαρ κριθη παρεστηκυια το δε λινον σπερματιζον

32 ο δε πυρος και η ολυρα ουκ επληγη οψιμα γαρ ην

33 εξηλθεν δε μωυσης απο φαραω εκτος της πολεως και εξεπετασεν τας χειρας προς κυριον και αι φωναι επαυσαντο και η χαλαζα και ο υετος ουκ εσταξεν ετι επι την γην

34 ιδων δε φαραω οτι πεπαυται ο υετος και η χαλαζα και αι φωναι προσεθετο του αμαρτανειν και εβαρυνεν αυτου την καρδιαν και των θεραποντων αυτου

35 και εσκληρυνθη η καρδια φαραω και ουκ εξαπεστειλεν τους υιους ισραηλ καθαπερ ελαλησεν κυριος τω μωυση

← Exodus第8章   Exodus第10章 →
研究内在含义

从斯威登堡的著作主要解释:

Arcana Coelestia 7495

本章评论:



翻译:
分享: