Библията

 

Exodus 12:15

Проучване

       

15 ἑπτὰ ἡμέρας ἄζυμα ἔδεσθε ἀπὸ δὲ τῆς ἡμέρας τῆς πρώτης ἀφανιεῖτε ζύμην ἐκ τῶν οἰκιῶν ὑμῶν πᾶς ὃς ἂν φάγῃ ζύμην ἐξολεθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐξ ισραηλ ἀπὸ τῆς ἡμέρας τῆς πρώτης ἕως τῆς ἡμέρας τῆς ἑβδόμης

Библията

 

Deuteronomy 16:3

Проучване

       

3 οὐ φάγῃ ἐπ' αὐτοῦ ζύμην ἑπτὰ ἡμέρας φάγῃ ἐπ' αὐτοῦ ἄζυμα ἄρτον κακώσεως ὅτι ἐν σπουδῇ ἐξήλθετε ἐξ αἰγύπτου ἵνα μνησθῆτε τὴν ἡμέραν τῆς ἐξοδίας ὑμῶν ἐκ γῆς αἰγύπτου πάσας τὰς ἡμέρας τῆς ζωῆς ὑμῶν

Библията

 

Numbers 8:22

Проучване

       

22 καὶ μετὰ ταῦτα εἰσῆλθον οἱ λευῖται λειτουργεῖν τὴν λειτουργίαν αὐτῶν ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου ἔναντι ααρων καὶ ἔναντι τῶν υἱῶν αὐτοῦ καθὼς συνέταξεν κύριος τῷ μωυσῇ περὶ τῶν λευιτῶν οὕτως ἐποίησαν αὐτοῖς