De Bijbel

 

Ezekiel 47

Studie

   

1 καὶ εἰσήγαγέν με ἐπὶ τὰ πρόθυρα τοῦ οἴκου καὶ ἰδοὺ ὕδωρ ἐξεπορεύετο ὑποκάτωθεν τοῦ αἰθρίου κατ' ἀνατολάς ὅτι τὸ πρόσωπον τοῦ οἴκου ἔβλεπεν κατ' ἀνατολάς καὶ τὸ ὕδωρ κατέβαινεν ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ ἀπὸ νότου ἐπὶ τὸ θυσιαστήριον

2 καὶ ἐξήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν καὶ περιήγαγέν με τὴν ὁδὸν ἔξωθεν πρὸς τὴν πύλην τῆς αὐλῆς τῆς βλεπούσης κατ' ἀνατολάς καὶ ἰδοὺ τὸ ὕδωρ κατεφέρετο ἀπὸ τοῦ κλίτους τοῦ δεξιοῦ

3 καθὼς ἔξοδος ἀνδρὸς ἐξ ἐναντίας καὶ μέτρον ἐν τῇ χειρὶ αὐτοῦ καὶ διεμέτρησεν χιλίους ἐν τῷ μέτρῳ καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἀφέσεως

4 καὶ διεμέτρησεν χιλίους καὶ διῆλθεν ἐν τῷ ὕδατι ὕδωρ ἕως τῶν μηρῶν καὶ διεμέτρησεν χιλίους καὶ διῆλθεν ὕδωρ ἕως ὀσφύος

5 καὶ διεμέτρησεν χιλίους καὶ οὐκ ἠδύνατο διελθεῖν ὅτι ἐξύβριζεν τὸ ὕδωρ ὡς ῥοῖζος χειμάρρου ὃν οὐ διαβήσονται

6 καὶ εἶπεν πρός με εἰ ἑώρακας υἱὲ ἀνθρώπου καὶ ἤγαγέν με ἐπὶ τὸ χεῖλος τοῦ ποταμοῦ

7 ἐν τῇ ἐπιστροφῇ μου καὶ ἰδοὺ ἐπὶ τοῦ χείλους τοῦ ποταμοῦ δένδρα πολλὰ σφόδρα ἔνθεν καὶ ἔνθεν

8 καὶ εἶπεν πρός με τὸ ὕδωρ τοῦτο τὸ ἐκπορευόμενον εἰς τὴν γαλιλαίαν τὴν πρὸς ἀνατολὰς καὶ κατέβαινεν ἐπὶ τὴν ἀραβίαν καὶ ἤρχετο ἕως ἐπὶ τὴν θάλασσαν ἐπὶ τὸ ὕδωρ τῆς διεκβολῆς καὶ ὑγιάσει τὰ ὕδατα

9 καὶ ἔσται πᾶσα ψυχὴ τῶν ζῴων τῶν ἐκζεόντων ἐπὶ πάντα ἐφ' ἃ ἂν ἐπέλθῃ ἐκεῖ ὁ ποταμός ζήσεται καὶ ἔσται ἐκεῖ ἰχθὺς πολὺς σφόδρα ὅτι ἥκει ἐκεῖ τὸ ὕδωρ τοῦτο καὶ ὑγιάσει καὶ ζήσεται πᾶν ἐφ' ὃ ἂν ἐπέλθῃ ὁ ποταμὸς ἐκεῖ ζήσεται

10 καὶ στήσονται ἐκεῖ ἁλεεῖς ἀπὸ αινγαδιν ἕως αιναγαλιμ ψυγμὸς σαγηνῶν ἔσται καθ' αὑτὴν ἔσται καὶ οἱ ἰχθύες αὐτῆς ὡς οἱ ἰχθύες τῆς θαλάσσης τῆς μεγάλης πλῆθος πολὺ σφόδρα

11 καὶ ἐν τῇ διεκβολῇ αὐτοῦ καὶ ἐν τῇ ἐπιστροφῇ αὐτοῦ καὶ ἐν τῇ ὑπεράρσει αὐτοῦ οὐ μὴ ὑγιάσωσιν εἰς ἅλας δέδονται

12 καὶ ἐπὶ τοῦ ποταμοῦ ἀναβήσεται ἐπὶ τοῦ χείλους αὐτοῦ ἔνθεν καὶ ἔνθεν πᾶν ξύλον βρώσιμον οὐ μὴ παλαιωθῇ ἐπ' αὐτοῦ οὐδὲ μὴ ἐκλίπῃ ὁ καρπὸς αὐτοῦ τῆς καινότητος αὐτοῦ πρωτοβολήσει διότι τὰ ὕδατα αὐτῶν ἐκ τῶν ἁγίων ταῦτα ἐκπορεύεται καὶ ἔσται ὁ καρπὸς αὐτῶν εἰς βρῶσιν καὶ ἀνάβασις αὐτῶν εἰς ὑγίειαν

13 τάδε λέγει κύριος θεός ταῦτα τὰ ὅρια κατακληρονομήσετε τῆς γῆς ταῖς δώδεκα φυλαῖς τῶν υἱῶν ισραηλ πρόσθεσις σχοινίσματος

14 καὶ κατακληρονομήσετε αὐτὴν ἕκαστος καθὼς ὁ ἀδελφὸς αὐτοῦ εἰς ἣν ἦρα τὴν χεῖρά μου τοῦ δοῦναι αὐτὴν τοῖς πατράσιν αὐτῶν καὶ πεσεῖται ἡ γῆ αὕτη ὑμῖν ἐν κληρονομίᾳ

15 καὶ ταῦτα τὰ ὅρια τῆς γῆς πρὸς βορρᾶν ἀπὸ τῆς θαλάσσης τῆς μεγάλης τῆς καταβαινούσης καὶ περισχιζούσης τῆς εἰσόδου ημαθ σεδδαδα

16 βηρωθα σεβραιμ ηλιαμ ἀνὰ μέσον ὁρίων δαμασκοῦ καὶ ἀνὰ μέσον ὁρίων ημαθ αὐλὴ τοῦ σαυναν αἵ εἰσιν ἐπάνω τῶν ὁρίων αυρανίτιδος

17 ταῦτα τὰ ὅρια ἀπὸ τῆς θαλάσσης ἀπὸ τῆς αὐλῆς τοῦ αιναν ὅρια δαμασκοῦ καὶ τὰ πρὸς βορρᾶν

18 καὶ τὰ πρὸς ἀνατολὰς ἀνὰ μέσον τῆς αυρανίτιδος καὶ ἀνὰ μέσον δαμασκοῦ καὶ ἀνὰ μέσον τῆς γαλααδίτιδος καὶ ἀνὰ μέσον τῆς γῆς τοῦ ισραηλ ὁ ιορδάνης διορίζει ἐπὶ τὴν θάλασσαν τὴν πρὸς ἀνατολὰς φοινικῶνος ταῦτα τὰ πρὸς ἀνατολάς

19 καὶ τὰ πρὸς νότον καὶ λίβα ἀπὸ θαιμαν καὶ φοινικῶνος ἕως ὕδατος μαριμωθ καδης παρεκτεῖνον ἐπὶ τὴν θάλασσαν τὴν μεγάλην τοῦτο τὸ μέρος νότος καὶ λίψ

20 τοῦτο τὸ μέρος τῆς θαλάσσης τῆς μεγάλης ὁρίζει ἕως κατέναντι τῆς εἰσόδου ημαθ ἕως εἰσόδου αὐτοῦ ταῦτά ἐστιν τὰ πρὸς θάλασσαν ημαθ

21 καὶ διαμερίσετε τὴν γῆν ταύτην αὐτοῖς ταῖς φυλαῖς τοῦ ισραηλ

22 βαλεῖτε αὐτὴν ἐν κλήρῳ ὑμῖν καὶ τοῖς προσηλύτοις τοῖς παροικοῦσιν ἐν μέσῳ ὑμῶν οἵτινες ἐγέννησαν υἱοὺς ἐν μέσῳ ὑμῶν καὶ ἔσονται ὑμῖν ὡς αὐτόχθονες ἐν τοῖς υἱοῖς τοῦ ισραηλ μεθ' ὑμῶν φάγονται ἐν κληρονομίᾳ ἐν μέσῳ τῶν φυλῶν τοῦ ισραηλ

23 καὶ ἔσονται ἐν φυλῇ προσηλύτων ἐν τοῖς προσηλύτοις τοῖς μετ' αὐτῶν ἐκεῖ δώσετε κληρονομίαν αὐτοῖς λέγει κύριος θεός

   

De Bijbel

 

Exodus 15

Studie

   

1 τότε ᾖσεν μωυσῆς καὶ οἱ υἱοὶ ισραηλ τὴν ᾠδὴν ταύτην τῷ θεῷ καὶ εἶπαν λέγοντες ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν

2 βοηθὸς καὶ σκεπαστὴς ἐγένετό μοι εἰς σωτηρίαν οὗτός μου θεός καὶ δοξάσω αὐτόν θεὸς τοῦ πατρός μου καὶ ὑψώσω αὐτόν

3 κύριος συντρίβων πολέμους κύριος ὄνομα αὐτῷ

4 ἅρματα φαραω καὶ τὴν δύναμιν αὐτοῦ ἔρριψεν εἰς θάλασσαν ἐπιλέκτους ἀναβάτας τριστάτας κατεπόντισεν ἐν ἐρυθρᾷ θαλάσσῃ

5 πόντῳ ἐκάλυψεν αὐτούς κατέδυσαν εἰς βυθὸν ὡσεὶ λίθος

6 ἡ δεξιά σου κύριε δεδόξασται ἐν ἰσχύι ἡ δεξιά σου χείρ κύριε ἔθραυσεν ἐχθρούς

7 καὶ τῷ πλήθει τῆς δόξης σου συνέτριψας τοὺς ὑπεναντίους ἀπέστειλας τὴν ὀργήν σου καὶ κατέφαγεν αὐτοὺς ὡς καλάμην

8 καὶ διὰ πνεύματος τοῦ θυμοῦ σου διέστη τὸ ὕδωρ ἐπάγη ὡσεὶ τεῖχος τὰ ὕδατα ἐπάγη τὰ κύματα ἐν μέσῳ τῆς θαλάσσης

9 εἶπεν ὁ ἐχθρός διώξας καταλήμψομαι μεριῶ σκῦλα ἐμπλήσω ψυχήν μου ἀνελῶ τῇ μαχαίρῃ μου κυριεύσει ἡ χείρ μου

10 ἀπέστειλας τὸ πνεῦμά σου ἐκάλυψεν αὐτοὺς θάλασσα ἔδυσαν ὡσεὶ μόλιβος ἐν ὕδατι σφοδρῷ

11 τίς ὅμοιός σοι ἐν θεοῖς κύριε τίς ὅμοιός σοι δεδοξασμένος ἐν ἁγίοις θαυμαστὸς ἐν δόξαις ποιῶν τέρατα

12 ἐξέτεινας τὴν δεξιάν σου κατέπιεν αὐτοὺς γῆ

13 ὡδήγησας τῇ δικαιοσύνῃ σου τὸν λαόν σου τοῦτον ὃν ἐλυτρώσω παρεκάλεσας τῇ ἰσχύι σου εἰς κατάλυμα ἅγιόν σου

14 ἤκουσαν ἔθνη καὶ ὠργίσθησαν ὠδῖνες ἔλαβον κατοικοῦντας φυλιστιιμ

15 τότε ἔσπευσαν ἡγεμόνες εδωμ καὶ ἄρχοντες μωαβιτῶν ἔλαβεν αὐτοὺς τρόμος ἐτάκησαν πάντες οἱ κατοικοῦντες χανααν

16 ἐπιπέσοι ἐπ' αὐτοὺς φόβος καὶ τρόμος μεγέθει βραχίονός σου ἀπολιθωθήτωσαν ἕως ἂν παρέλθῃ ὁ λαός σου κύριε ἕως ἂν παρέλθῃ ὁ λαός σου οὗτος ὃν ἐκτήσω

17 εἰσαγαγὼν καταφύτευσον αὐτοὺς εἰς ὄρος κληρονομίας σου εἰς ἕτοιμον κατοικητήριόν σου ὃ κατειργάσω κύριε ἁγίασμα κύριε ὃ ἡτοίμασαν αἱ χεῖρές σου

18 κύριος βασιλεύων τὸν αἰῶνα καὶ ἐπ' αἰῶνα καὶ ἔτι

19 ὅτι εἰσῆλθεν ἵππος φαραω σὺν ἅρμασιν καὶ ἀναβάταις εἰς θάλασσαν καὶ ἐπήγαγεν ἐπ' αὐτοὺς κύριος τὸ ὕδωρ τῆς θαλάσσης οἱ δὲ υἱοὶ ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης

20 λαβοῦσα δὲ μαριαμ ἡ προφῆτις ἡ ἀδελφὴ ααρων τὸ τύμπανον ἐν τῇ χειρὶ αὐτῆς καὶ ἐξήλθοσαν πᾶσαι αἱ γυναῖκες ὀπίσω αὐτῆς μετὰ τυμπάνων καὶ χορῶν

21 ἐξῆρχεν δὲ αὐτῶν μαριαμ λέγουσα ᾄσωμεν τῷ κυρίῳ ἐνδόξως γὰρ δεδόξασται ἵππον καὶ ἀναβάτην ἔρριψεν εἰς θάλασσαν

22 ἐξῆρεν δὲ μωυσῆς τοὺς υἱοὺς ισραηλ ἀπὸ θαλάσσης ἐρυθρᾶς καὶ ἤγαγεν αὐτοὺς εἰς τὴν ἔρημον σουρ καὶ ἐπορεύοντο τρεῖς ἡμέρας ἐν τῇ ἐρήμῳ καὶ οὐχ ηὕρισκον ὕδωρ ὥστε πιεῖν

23 ἦλθον δὲ εἰς μερρα καὶ οὐκ ἠδύναντο πιεῖν ἐκ μερρας πικρὸν γὰρ ἦν διὰ τοῦτο ἐπωνομάσθη τὸ ὄνομα τοῦ τόπου ἐκείνου πικρία

24 καὶ διεγόγγυζεν ὁ λαὸς ἐπὶ μωυσῆν λέγοντες τί πιόμεθα

25 ἐβόησεν δὲ μωυσῆς πρὸς κύριον καὶ ἔδειξεν αὐτῷ κύριος ξύλον καὶ ἐνέβαλεν αὐτὸ εἰς τὸ ὕδωρ καὶ ἐγλυκάνθη τὸ ὕδωρ ἐκεῖ ἔθετο αὐτῷ δικαιώματα καὶ κρίσεις καὶ ἐκεῖ ἐπείρασεν αὐτὸν

26 καὶ εἶπεν ἐὰν ἀκοῇ ἀκούσῃς τῆς φωνῆς κυρίου τοῦ θεοῦ σου καὶ τὰ ἀρεστὰ ἐναντίον αὐτοῦ ποιήσῃς καὶ ἐνωτίσῃ ταῖς ἐντολαῖς αὐτοῦ καὶ φυλάξῃς πάντα τὰ δικαιώματα αὐτοῦ πᾶσαν νόσον ἣν ἐπήγαγον τοῖς αἰγυπτίοις οὐκ ἐπάξω ἐπὶ σέ ἐγὼ γάρ εἰμι κύριος ὁ ἰώμενός σε

27 καὶ ἤλθοσαν εἰς αιλιμ καὶ ἦσαν ἐκεῖ δώδεκα πηγαὶ ὑδάτων καὶ ἑβδομήκοντα στελέχη φοινίκων παρενέβαλον δὲ ἐκεῖ παρὰ τὰ ὕδατα