성경

 

Ezekiel 44

공부

   

1 καὶ ἐπέστρεψέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῶν ἁγίων τῆς ἐξωτέρας τῆς βλεπούσης κατ' ἀνατολάς καὶ αὕτη ἦν κεκλεισμένη

2 καὶ εἶπεν κύριος πρός με ἡ πύλη αὕτη κεκλεισμένη ἔσται οὐκ ἀνοιχθήσεται καὶ οὐδεὶς μὴ διέλθῃ δι' αὐτῆς ὅτι κύριος ὁ θεὸς τοῦ ισραηλ εἰσελεύσεται δι' αὐτῆς καὶ ἔσται κεκλεισμένη

3 διότι ὁ ἡγούμενος οὗτος καθήσεται ἐν αὐτῇ τοῦ φαγεῖν ἄρτον ἐναντίον κυρίου κατὰ τὴν ὁδὸν αιλαμ τῆς πύλης εἰσελεύσεται καὶ κατὰ τὴν ὁδὸν αὐτοῦ ἐξελεύσεται

4 καὶ εἰσήγαγέν με κατὰ τὴν ὁδὸν τῆς πύλης τῆς πρὸς βορρᾶν κατέναντι τοῦ οἴκου καὶ εἶδον καὶ ἰδοὺ πλήρης δόξης ὁ οἶκος κυρίου καὶ πίπτω ἐπὶ πρόσωπόν μου

5 καὶ εἶπεν κύριος πρός με υἱὲ ἀνθρώπου τάξον εἰς τὴν καρδίαν σου καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου καὶ τοῖς ὠσίν σου ἄκουε πάντα ὅσα ἐγὼ λαλῶ μετὰ σοῦ κατὰ πάντα τὰ προστάγματα οἴκου κυρίου καὶ κατὰ πάντα τὰ νόμιμα αὐτοῦ καὶ τάξεις τὴν καρδίαν σου εἰς τὴν εἴσοδον τοῦ οἴκου κατὰ πάσας τὰς ἐξόδους αὐτοῦ ἐν πᾶσι τοῖς ἁγίοις

6 καὶ ἐρεῖς πρὸς τὸν οἶκον τὸν παραπικραίνοντα πρὸς τὸν οἶκον τοῦ ισραηλ τάδε λέγει κύριος ὁ θεός ἱκανούσθω ὑμῖν ἀπὸ πασῶν τῶν ἀνομιῶν ὑμῶν οἶκος ισραηλ

7 τοῦ εἰσαγαγεῖν ὑμᾶς υἱοὺς ἀλλογενεῖς ἀπεριτμήτους καρδίᾳ καὶ ἀπεριτμήτους σαρκὶ τοῦ γίνεσθαι ἐν τοῖς ἁγίοις μου καὶ ἐβεβήλουν αὐτὰ ἐν τῷ προσφέρειν ὑμᾶς ἄρτους στέαρ καὶ αἷμα καὶ παρεβαίνετε τὴν διαθήκην μου ἐν πάσαις ταῖς ἀνομίαις ὑμῶν

8 καὶ διετάξατε τοῦ φυλάσσειν φυλακὰς ἐν τοῖς ἁγίοις μου

9 διὰ τοῦτο τάδε λέγει κύριος ὁ θεός πᾶς υἱὸς ἀλλογενὴς ἀπερίτμητος καρδίᾳ καὶ ἀπερίτμητος σαρκὶ οὐκ εἰσελεύσεται εἰς τὰ ἅγιά μου ἐν πᾶσιν υἱοῖς ἀλλογενῶν τῶν ὄντων ἐν μέσῳ οἴκου ισραηλ

10 ἀλλ' ἢ οἱ λευῖται οἵτινες ἀφήλαντο ἀπ' ἐμοῦ ἐν τῷ πλανᾶσθαι τὸν ισραηλ ἀπ' ἐμοῦ κατόπισθεν τῶν ἐνθυμημάτων αὐτῶν καὶ λήμψονται ἀδικίαν αὐτῶν

11 καὶ ἔσονται ἐν τοῖς ἁγίοις μου λειτουργοῦντες θυρωροὶ ἐπὶ τῶν πυλῶν τοῦ οἴκου καὶ λειτουργοῦντες τῷ οἴκῳ οὗτοι σφάξουσιν τὰ ὁλοκαυτώματα καὶ τὰς θυσίας τῷ λαῷ καὶ οὗτοι στήσονται ἐναντίον τοῦ λαοῦ τοῦ λειτουργεῖν αὐτοῖς

12 ἀνθ' ὧν ἐλειτούργουν αὐτοῖς πρὸ προσώπου τῶν εἰδώλων αὐτῶν καὶ ἐγένετο τῷ οἴκῳ ισραηλ εἰς κόλασιν ἀδικίας ἕνεκα τούτου ἦρα τὴν χεῖρά μου ἐπ' αὐτούς λέγει κύριος ὁ θεός

13 καὶ οὐκ ἐγγιοῦσι πρός με τοῦ ἱερατεύειν μοι οὐδὲ τοῦ προσάγειν πρὸς τὰ ἅγια υἱῶν τοῦ ισραηλ οὐδὲ πρὸς τὰ ἅγια τῶν ἁγίων μου καὶ λήμψονται ἀτιμίαν αὐτῶν ἐν τῇ πλανήσει ᾗ ἐπλανήθησαν

14 καὶ κατατάξουσιν αὐτοὺς φυλάσσειν φυλακὰς τοῦ οἴκου εἰς πάντα τὰ ἔργα αὐτοῦ καὶ εἰς πάντα ὅσα ἂν ποιήσωσιν

15 οἱ ἱερεῖς οἱ λευῖται οἱ υἱοὶ τοῦ σαδδουκ οἵτινες ἐφυλάξαντο τὰς φυλακὰς τῶν ἁγίων μου ἐν τῷ πλανᾶσθαι οἶκον ισραηλ ἀπ' ἐμοῦ οὗτοι προσάξουσιν πρός με τοῦ λειτουργεῖν μοι καὶ στήσονται πρὸ προσώπου μου τοῦ προσφέρειν μοι θυσίαν στέαρ καὶ αἷμα λέγει κύριος ὁ θεός

16 οὗτοι εἰσελεύσονται εἰς τὰ ἅγιά μου καὶ οὗτοι προσελεύσονται πρὸς τὴν τράπεζάν μου τοῦ λειτουργεῖν μοι καὶ φυλάξουσιν τὰς φυλακάς μου

17 καὶ ἔσται ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς τὰς πύλας τῆς αὐλῆς τῆς ἐσωτέρας στολὰς λινᾶς ἐνδύσονται καὶ οὐκ ἐνδύσονται ἐρεᾶ ἐν τῷ λειτουργεῖν αὐτοὺς ἀπὸ τῆς πύλης τῆς ἐσωτέρας αὐλῆς

18 καὶ κιδάρεις λινᾶς ἕξουσιν ἐπὶ ταῖς κεφαλαῖς αὐτῶν καὶ περισκελῆ λινᾶ ἕξουσιν ἐπὶ τὰς ὀσφύας αὐτῶν καὶ οὐ περιζώσονται βίᾳ

19 καὶ ἐν τῷ ἐκπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐξωτέραν πρὸς τὸν λαὸν ἐκδύσονται τὰς στολὰς αὐτῶν ἐν αἷς αὐτοὶ λειτουργοῦσιν ἐν αὐταῖς καὶ θήσουσιν αὐτὰς ἐν ταῖς ἐξέδραις τῶν ἁγίων καὶ ἐνδύσονται στολὰς ἑτέρας καὶ οὐ μὴ ἁγιάσωσιν τὸν λαὸν ἐν ταῖς στολαῖς αὐτῶν

20 καὶ τὰς κεφαλὰς αὐτῶν οὐ ξυρήσονται καὶ τὰς κόμας αὐτῶν οὐ ψιλώσουσιν καλύπτοντες καλύψουσιν τὰς κεφαλὰς αὐτῶν

21 καὶ οἶνον οὐ μὴ πίωσιν πᾶς ἱερεὺς ἐν τῷ εἰσπορεύεσθαι αὐτοὺς εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν

22 καὶ χήραν καὶ ἐκβεβλημένην οὐ λήμψονται ἑαυτοῖς εἰς γυναῖκα ἀλλ' ἢ παρθένον ἐκ τοῦ σπέρματος ισραηλ καὶ χήρα ἐὰν γένηται ἐξ ἱερέως λήμψονται

23 καὶ τὸν λαόν μου διδάξουσιν ἀνὰ μέσον ἁγίου καὶ βεβήλου καὶ ἀνὰ μέσον ἀκαθάρτου καὶ καθαροῦ γνωριοῦσιν αὐτοῖς

24 καὶ ἐπὶ κρίσιν αἵματος οὗτοι ἐπιστήσονται τοῦ διακρίνειν τὰ δικαιώματά μου δικαιώσουσιν καὶ τὰ κρίματά μου κρινοῦσιν καὶ τὰ νόμιμά μου καὶ τὰ προστάγματά μου ἐν πάσαις ταῖς ἑορταῖς μου φυλάξονται καὶ τὰ σάββατά μου ἁγιάσουσιν

25 καὶ ἐπὶ ψυχὴν ἀνθρώπου οὐκ εἰσελεύσονται τοῦ μιανθῆναι ἀλλ' ἢ ἐπὶ πατρὶ καὶ ἐπὶ μητρὶ καὶ ἐπὶ υἱῷ καὶ ἐπὶ θυγατρὶ καὶ ἐπὶ ἀδελφῷ καὶ ἐπὶ ἀδελφῇ αὐτοῦ ἣ οὐ γέγονεν ἀνδρί μιανθήσεται

26 καὶ μετὰ τὸ καθαρισθῆναι αὐτὸν ἑπτὰ ἡμέρας ἐξαριθμήσει αὐτῷ

27 καὶ ᾗ ἂν ἡμέρᾳ εἰσπορεύωνται εἰς τὴν αὐλὴν τὴν ἐσωτέραν τοῦ λειτουργεῖν ἐν τῷ ἁγίῳ προσοίσουσιν ἱλασμόν λέγει κύριος ὁ θεός

28 καὶ ἔσται αὐτοῖς εἰς κληρονομίαν ἐγὼ κληρονομία αὐτοῖς καὶ κατάσχεσις αὐτοῖς οὐ δοθήσεται ἐν τοῖς υἱοῖς ισραηλ ὅτι ἐγὼ κατάσχεσις αὐτῶν

29 καὶ τὰς θυσίας καὶ τὰ ὑπὲρ ἁμαρτίας καὶ τὰ ὑπὲρ ἀγνοίας οὗτοι φάγονται καὶ πᾶν ἀφόρισμα ἐν τῷ ισραηλ αὐτοῖς ἔσται

30 ἀπαρχαὶ πάντων καὶ τὰ πρωτότοκα πάντων καὶ τὰ ἀφαιρέματα πάντα ἐκ πάντων τῶν ἀπαρχῶν ὑμῶν τοῖς ἱερεῦσιν ἔσται καὶ τὰ πρωτογενήματα ὑμῶν δώσετε τῷ ἱερεῖ τοῦ θεῖναι εὐλογίας ὑμῶν ἐπὶ τοὺς οἴκους ὑμῶν

31 καὶ πᾶν θνησιμαῖον καὶ θηριάλωτον ἐκ τῶν πετεινῶν καὶ ἐκ τῶν κτηνῶν οὐ φάγονται οἱ ἱερεῖς

   

성경

 

Joshua 13

공부

   

1 καὶ ἰησοῦς πρεσβύτερος προβεβηκὼς τῶν ἡμερῶν καὶ εἶπεν κύριος πρὸς ἰησοῦν σὺ προβέβηκας τῶν ἡμερῶν καὶ ἡ γῆ ὑπολέλειπται πολλὴ εἰς κληρονομίαν

2 καὶ αὕτη ἡ γῆ ἡ καταλελειμμένη ὅρια φυλιστιιμ ὁ γεσιρι καὶ ὁ χαναναῖος

3 ἀπὸ τῆς ἀοικήτου τῆς κατὰ πρόσωπον αἰγύπτου ἕως τῶν ὁρίων ακκαρων ἐξ εὐωνύμων τῶν χαναναίων προσλογίζεται ταῖς πέντε σατραπείαις τῶν φυλιστιιμ τῷ γαζαίῳ καὶ τῷ ἀζωτίῳ καὶ τῷ ἀσκαλωνίτῃ καὶ τῷ γεθθαίῳ καὶ τῷ ακκαρωνίτῃ καὶ τῷ ευαίῳ

4 ἐκ θαιμαν καὶ πάσῃ γῇ χανααν ἐναντίον γάζης καὶ οἱ σιδώνιοι ἕως αφεκ ἕως τῶν ὁρίων τῶν αμορραίων

5 καὶ πᾶσαν τὴν γῆν γαβλι φυλιστιιμ καὶ πάντα τὸν λίβανον ἀπὸ ἀνατολῶν ἡλίου ἀπὸ γαλγαλ ὑπὸ τὸ ὄρος τὸ αερμων ἕως τῆς εἰσόδου εμαθ

6 πᾶς ὁ κατοικῶν τὴν ὀρεινὴν ἀπὸ τοῦ λιβάνου ἕως τῆς μασερεφωθμαιμ πάντας τοὺς σιδωνίους ἐγὼ αὐτοὺς ἐξολεθρεύσω ἀπὸ προσώπου ισραηλ ἀλλὰ διάδος αὐτὴν ἐν κλήρῳ τῷ ισραηλ ὃν τρόπον σοι ἐνετειλάμην

7 καὶ νῦν μέρισον τὴν γῆν ταύτην ἐν κληρονομίᾳ ταῖς ἐννέα φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση ἀπὸ τοῦ ιορδάνου ἕως τῆς θαλάσσης τῆς μεγάλης κατὰ δυσμὰς ἡλίου δώσεις αὐτήν ἡ θάλασσα ἡ μεγάλη ὁριεῖ

8 ταῖς δὲ δύο φυλαῖς καὶ τῷ ἡμίσει φυλῆς μανασση τῷ ρουβην καὶ τῷ γαδ ἔδωκεν μωυσῆς ἐν τῷ πέραν τοῦ ιορδάνου κατ' ἀνατολὰς ἡλίου δέδωκεν αὐτὴν μωυσῆς ὁ παῖς κυρίου

9 ἀπὸ αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου αρνων καὶ τὴν πόλιν τὴν ἐν μέσῳ τῆς φάραγγος καὶ πᾶσαν τὴν μισωρ ἀπὸ μαιδαβα ἕως δαιβαν

10 πάσας τὰς πόλεις σηων βασιλέως αμορραίων ὃς ἐβασίλευσεν ἐν εσεβων ἕως τῶν ὁρίων υἱῶν αμμων

11 καὶ τὴν γαλααδίτιδα καὶ τὰ ὅρια γεσιρι καὶ τοῦ μαχατι πᾶν ὄρος αερμων καὶ πᾶσαν τὴν βασανῖτιν ἕως σελχα

12 πᾶσαν τὴν βασιλείαν ωγ ἐν τῇ βασανίτιδι ὃς ἐβασίλευσεν ἐν ασταρωθ καὶ ἐν εδραϊν οὗτος κατελείφθη ἀπὸ τῶν γιγάντων καὶ ἐπάταξεν αὐτὸν μωυσῆς καὶ ἐξωλέθρευσεν

13 καὶ οὐκ ἐξωλέθρευσαν οἱ υἱοὶ ισραηλ τὸν γεσιρι καὶ τὸν μαχατι καὶ τὸν χαναναῖον καὶ κατῴκει βασιλεὺς γεσιρι καὶ ὁ μαχατι ἐν τοῖς υἱοῖς ισραηλ ἕως τῆς σήμερον ἡμέρας

14 πλὴν τῆς φυλῆς λευι οὐκ ἐδόθη κληρονομία κύριος ὁ θεὸς ισραηλ οὗτος αὐτῶν κληρονομία καθὰ εἶπεν αὐτοῖς κύριος καὶ οὗτος ὁ καταμερισμός ὃν κατεμέρισεν μωυσῆς τοῖς υἱοῖς ισραηλ ἐν αραβωθ μωαβ ἐν τῷ πέραν τοῦ ιορδάνου κατὰ ιεριχω

15 καὶ ἔδωκεν μωυσῆς τῇ φυλῇ ρουβην κατὰ δήμους αὐτῶν

16 καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ αροηρ ἥ ἐστιν κατὰ πρόσωπον φάραγγος αρνων καὶ ἡ πόλις ἡ ἐν τῇ φάραγγι αρνων καὶ πᾶσαν τὴν μισωρ

17 ἕως εσεβων καὶ πάσας τὰς πόλεις τὰς οὔσας ἐν τῇ μισωρ καὶ δαιβων καὶ βαμωθβααλ καὶ οἴκου βεελμων

18 καὶ ιασσα καὶ κεδημωθ καὶ μεφααθ

19 καὶ καριαθαιμ καὶ σεβαμα καὶ σεραδα καὶ σιωρ ἐν τῷ ὄρει εμακ

20 καὶ βαιθφογωρ καὶ ασηδωθ φασγα καὶ βαιθασιμωθ

21 καὶ πάσας τὰς πόλεις τοῦ μισωρ καὶ πᾶσαν τὴν βασιλείαν τοῦ σηων βασιλέως τῶν αμορραίων ὃν ἐπάταξεν μωυσῆς αὐτὸν καὶ τοὺς ἡγουμένους μαδιαμ καὶ τὸν ευι καὶ τὸν ροκομ καὶ τὸν σουρ καὶ τὸν ουρ καὶ τὸν ροβε ἄρχοντας παρὰ σηων καὶ τοὺς κατοικοῦντας τὴν γῆν

22 καὶ τὸν βαλααμ τὸν τοῦ βεωρ τὸν μάντιν ἀπέκτειναν ἐν τῇ ῥοπῇ

23 ἐγένετο δὲ τὰ ὅρια ρουβην ιορδάνης ὅριον αὕτη ἡ κληρονομία υἱῶν ρουβην κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν

24 ἔδωκεν δὲ μωυσῆς τοῖς υἱοῖς γαδ κατὰ δήμους αὐτῶν

25 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ιαζηρ πᾶσαι αἱ πόλεις γαλααδ καὶ τὸ ἥμισυ γῆς υἱῶν αμμων ἕως αροηρ ἥ ἐστιν κατὰ πρόσωπον ραββα

26 καὶ ἀπὸ εσεβων ἕως ραμωθ κατὰ τὴν μασσηφα καὶ βοτανιν καὶ μααναιν ἕως τῶν ὁρίων δαβιρ

27 καὶ ἐν εμεκ βαιθαραμ καὶ βαιθαναβρα καὶ σοκχωθα καὶ σαφαν καὶ τὴν λοιπὴν βασιλείαν σηων βασιλέως εσεβων καὶ ὁ ιορδάνης ὁριεῖ ἕως μέρους τῆς θαλάσσης χενερεθ πέραν τοῦ ιορδάνου ἀπ' ἀνατολῶν

28 αὕτη ἡ κληρονομία υἱῶν γαδ κατὰ δήμους αὐτῶν αἱ πόλεις αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν

29 καὶ ἔδωκεν μωυσῆς τῷ ἡμίσει φυλῆς μανασση κατὰ δήμους αὐτῶν

30 καὶ ἐγένετο τὰ ὅρια αὐτῶν ἀπὸ μααναιμ καὶ πᾶσα βασιλεία βασανι καὶ πᾶσα βασιλεία ωγ βασιλέως βασαν καὶ πάσας τὰς κώμας ιαϊρ αἵ εἰσιν ἐν τῇ βασανίτιδι ἑξήκοντα πόλεις

31 καὶ τὸ ἥμισυ τῆς γαλααδ καὶ ἐν ασταρωθ καὶ ἐν εδραϊν πόλεις βασιλείας ωγ ἐν βασανίτιδι καὶ ἐδόθησαν τοῖς υἱοῖς μαχιρ υἱοῦ μανασση καὶ τοῖς ἡμίσεσιν υἱοῖς μαχιρ υἱοῦ μανασση κατὰ δήμους αὐτῶν

32 οὗτοι οὓς κατεκληρονόμησεν μωυσῆς πέραν τοῦ ιορδάνου ἐν αραβωθ μωαβ ἐν τῷ πέραν τοῦ ιορδάνου κατὰ ιεριχω ἀπὸ ἀνατολῶν