Le texte de la Bible

 

Genesis 11

Étudier

   

1 καὶ ἦν πᾶσα ἡ γῆ χεῖλος ἕν καὶ φωνὴ μία πᾶσιν

2 καὶ ἐγένετο ἐν τῷ κινῆσαι αὐτοὺς ἀπὸ ἀνατολῶν εὗρον πεδίον ἐν γῇ σεννααρ καὶ κατῴκησαν ἐκεῖ

3 καὶ εἶπεν ἄνθρωπος τῷ πλησίον δεῦτε πλινθεύσωμεν πλίνθους καὶ ὀπτήσωμεν αὐτὰς πυρί καὶ ἐγένετο αὐτοῖς ἡ πλίνθος εἰς λίθον καὶ ἄσφαλτος ἦν αὐτοῖς ὁ πηλός

4 καὶ εἶπαν δεῦτε οἰκοδομήσωμεν ἑαυτοῖς πόλιν καὶ πύργον οὗ ἡ κεφαλὴ ἔσται ἕως τοῦ οὐρανοῦ καὶ ποιήσωμεν ἑαυτοῖς ὄνομα πρὸ τοῦ διασπαρῆναι ἐπὶ προσώπου πάσης τῆς γῆς

5 καὶ κατέβη κύριος ἰδεῖν τὴν πόλιν καὶ τὸν πύργον ὃν ᾠκοδόμησαν οἱ υἱοὶ τῶν ἀνθρώπων

6 καὶ εἶπεν κύριος ἰδοὺ γένος ἓν καὶ χεῖλος ἓν πάντων καὶ τοῦτο ἤρξαντο ποιῆσαι καὶ νῦν οὐκ ἐκλείψει ἐξ αὐτῶν πάντα ὅσα ἂν ἐπιθῶνται ποιεῖν

7 δεῦτε καὶ καταβάντες συγχέωμεν ἐκεῖ αὐτῶν τὴν γλῶσσαν ἵνα μὴ ἀκούσωσιν ἕκαστος τὴν φωνὴν τοῦ πλησίον

8 καὶ διέσπειρεν αὐτοὺς κύριος ἐκεῖθεν ἐπὶ πρόσωπον πάσης τῆς γῆς καὶ ἐπαύσαντο οἰκοδομοῦντες τὴν πόλιν καὶ τὸν πύργον

9 διὰ τοῦτο ἐκλήθη τὸ ὄνομα αὐτῆς σύγχυσις ὅτι ἐκεῖ συνέχεεν κύριος τὰ χείλη πάσης τῆς γῆς καὶ ἐκεῖθεν διέσπειρεν αὐτοὺς κύριος ὁ θεὸς ἐπὶ πρόσωπον πάσης τῆς γῆς

10 καὶ αὗται αἱ γενέσεις σημ σημ υἱὸς ἑκατὸν ἐτῶν ὅτε ἐγέννησεν τὸν αρφαξαδ δευτέρου ἔτους μετὰ τὸν κατακλυσμόν

11 καὶ ἔζησεν σημ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν αρφαξαδ πεντακόσια ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

12 καὶ ἔζησεν αρφαξαδ ἑκατὸν τριάκοντα πέντε ἔτη καὶ ἐγέννησεν τὸν καιναν

13 καὶ ἔζησεν αρφαξαδ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν καιναν ἔτη τετρακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν καὶ ἔζησεν καιναν ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν σαλα καὶ ἔζησεν καιναν μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν σαλα ἔτη τριακόσια τριάκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

14 καὶ ἔζησεν σαλα ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν εβερ

15 καὶ ἔζησεν σαλα μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν εβερ τριακόσια τριάκοντα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

16 καὶ ἔζησεν εβερ ἑκατὸν τριάκοντα τέσσαρα ἔτη καὶ ἐγέννησεν τὸν φαλεκ

17 καὶ ἔζησεν εβερ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν φαλεκ ἔτη τριακόσια ἑβδομήκοντα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

18 καὶ ἔζησεν φαλεκ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν ραγαυ

19 καὶ ἔζησεν φαλεκ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ραγαυ διακόσια ἐννέα ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

20 καὶ ἔζησεν ραγαυ ἑκατὸν τριάκοντα δύο ἔτη καὶ ἐγέννησεν τὸν σερουχ

21 καὶ ἔζησεν ραγαυ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν σερουχ διακόσια ἑπτὰ ἔτη καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

22 καὶ ἔζησεν σερουχ ἑκατὸν τριάκοντα ἔτη καὶ ἐγέννησεν τὸν ναχωρ

23 καὶ ἔζησεν σερουχ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν ναχωρ ἔτη διακόσια καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

24 καὶ ἔζησεν ναχωρ ἔτη ἑβδομήκοντα ἐννέα καὶ ἐγέννησεν τὸν θαρα

25 καὶ ἔζησεν ναχωρ μετὰ τὸ γεννῆσαι αὐτὸν τὸν θαρα ἔτη ἑκατὸν εἴκοσι ἐννέα καὶ ἐγέννησεν υἱοὺς καὶ θυγατέρας καὶ ἀπέθανεν

26 καὶ ἔζησεν θαρα ἑβδομήκοντα ἔτη καὶ ἐγέννησεν τὸν αβραμ καὶ τὸν ναχωρ καὶ τὸν αρραν

27 αὗται δὲ αἱ γενέσεις θαρα θαρα ἐγέννησεν τὸν αβραμ καὶ τὸν ναχωρ καὶ τὸν αρραν καὶ αρραν ἐγέννησεν τὸν λωτ

28 καὶ ἀπέθανεν αρραν ἐνώπιον θαρα τοῦ πατρὸς αὐτοῦ ἐν τῇ γῇ ᾗ ἐγενήθη ἐν τῇ χώρᾳ τῶν χαλδαίων

29 καὶ ἔλαβον αβραμ καὶ ναχωρ ἑαυτοῖς γυναῖκας ὄνομα τῇ γυναικὶ αβραμ σαρα καὶ ὄνομα τῇ γυναικὶ ναχωρ μελχα θυγάτηρ αρραν πατὴρ μελχα καὶ πατὴρ ιεσχα

30 καὶ ἦν σαρα στεῖρα καὶ οὐκ ἐτεκνοποίει

31 καὶ ἔλαβεν θαρα τὸν αβραμ υἱὸν αὐτοῦ καὶ τὸν λωτ υἱὸν αρραν υἱὸν τοῦ υἱοῦ αὐτοῦ καὶ τὴν σαραν τὴν νύμφην αὐτοῦ γυναῖκα αβραμ τοῦ υἱοῦ αὐτοῦ καὶ ἐξήγαγεν αὐτοὺς ἐκ τῆς χώρας τῶν χαλδαίων πορευθῆναι εἰς τὴν γῆν χανααν καὶ ἦλθεν ἕως χαρραν καὶ κατῴκησεν ἐκεῖ

32 καὶ ἐγένοντο αἱ ἡμέραι θαρα ἐν χαρραν διακόσια πέντε ἔτη καὶ ἀπέθανεν θαρα ἐν χαρραν

   

Le texte de la Bible

 

1 Samuel 13

Étudier

   

2 καὶ ἐκλέγεται σαουλ ἑαυτῷ τρεῖς χιλιάδας ἀνδρῶν ἐκ τῶν ἀνδρῶν ισραηλ καὶ ἦσαν μετὰ σαουλ δισχίλιοι ἐν μαχεμας καὶ ἐν τῷ ὄρει βαιθηλ χίλιοι ἦσαν μετὰ ιωναθαν ἐν γαβεε τοῦ βενιαμιν καὶ τὸ κατάλοιπον τοῦ λαοῦ ἐξαπέστειλεν ἕκαστον εἰς τὸ σκήνωμα αὐτοῦ

3 καὶ ἐπάταξεν ιωναθαν τὸν νασιβ τὸν ἀλλόφυλον τὸν ἐν τῷ βουνῷ καὶ ἀκούουσιν οἱ ἀλλόφυλοι καὶ σαουλ σάλπιγγι σαλπίζει εἰς πᾶσαν τὴν γῆν λέγων ἠθετήκασιν οἱ δοῦλοι

4 καὶ πᾶς ισραηλ ἤκουσεν λεγόντων πέπαικεν σαουλ τὸν νασιβ τὸν ἀλλόφυλον καὶ ᾐσχύνθησαν ισραηλ ἐν τοῖς ἀλλοφύλοις καὶ ἀνεβόησαν ὁ λαὸς ὀπίσω σαουλ ἐν γαλγαλοις

5 καὶ οἱ ἀλλόφυλοι συνάγονται εἰς πόλεμον ἐπὶ ισραηλ καὶ ἀναβαίνουσιν ἐπὶ ισραηλ τριάκοντα χιλιάδες ἁρμάτων καὶ ἓξ χιλιάδες ἱππέων καὶ λαὸς ὡς ἡ ἄμμος ἡ παρὰ τὴν θάλασσαν τῷ πλήθει καὶ ἀναβαίνουσιν καὶ παρεμβάλλουσιν ἐν μαχεμας ἐξ ἐναντίας βαιθων κατὰ νότου

6 καὶ ἀνὴρ ισραηλ εἶδεν ὅτι στενῶς αὐτῷ μὴ προσάγειν αὐτόν καὶ ἐκρύβη ὁ λαὸς ἐν τοῖς σπηλαίοις καὶ ἐν ταῖς μάνδραις καὶ ἐν ταῖς πέτραις καὶ ἐν τοῖς βόθροις καὶ ἐν τοῖς λάκκοις

7 καὶ οἱ διαβαίνοντες διέβησαν τὸν ιορδάνην εἰς γῆν γαδ καὶ γαλααδ καὶ σαουλ ἔτι ἦν ἐν γαλγαλοις καὶ πᾶς ὁ λαὸς ἐξέστη ὀπίσω αὐτοῦ

8 καὶ διέλιπεν ἑπτὰ ἡμέρας τῷ μαρτυρίῳ ὡς εἶπεν σαμουηλ καὶ οὐ παρεγένετο σαμουηλ εἰς γαλγαλα καὶ διεσπάρη ὁ λαὸς αὐτοῦ ἀπ' αὐτοῦ

9 καὶ εἶπεν σαουλ προσαγάγετε ὅπως ποιήσω ὁλοκαύτωσιν καὶ εἰρηνικάς καὶ ἀνήνεγκεν τὴν ὁλοκαύτωσιν

10 καὶ ἐγένετο ὡς συνετέλεσεν ἀναφέρων τὴν ὁλοκαύτωσιν καὶ σαμουηλ παραγίνεται καὶ ἐξῆλθεν σαουλ εἰς ἀπάντησιν αὐτῷ εὐλογῆσαι αὐτόν

11 καὶ εἶπεν σαμουηλ τί πεποίηκας καὶ εἶπεν σαουλ ὅτι εἶδον ὡς διεσπάρη ὁ λαὸς ἀπ' ἐμοῦ καὶ σὺ οὐ παρεγένου ὡς διετάξω ἐν τῷ μαρτυρίῳ τῶν ἡμερῶν καὶ οἱ ἀλλόφυλοι συνήχθησαν εἰς μαχεμας

12 καὶ εἶπα νῦν καταβήσονται οἱ ἀλλόφυλοι πρός με εἰς γαλγαλα καὶ τοῦ προσώπου τοῦ κυρίου οὐκ ἐδεήθην καὶ ἐνεκρατευσάμην καὶ ἀνήνεγκα τὴν ὁλοκαύτωσιν

13 καὶ εἶπεν σαμουηλ πρὸς σαουλ μεματαίωταί σοι ὅτι οὐκ ἐφύλαξας τὴν ἐντολήν μου ἣν ἐνετείλατό σοι κύριος ὡς νῦν ἡτοίμασεν κύριος τὴν βασιλείαν σου ἕως αἰῶνος ἐπὶ ισραηλ

14 καὶ νῦν ἡ βασιλεία σου οὐ στήσεται καὶ ζητήσει κύριος ἑαυτῷ ἄνθρωπον κατὰ τὴν καρδίαν αὐτοῦ καὶ ἐντελεῖται κύριος αὐτῷ εἰς ἄρχοντα ἐπὶ τὸν λαὸν αὐτοῦ ὅτι οὐκ ἐφύλαξας ὅσα ἐνετείλατό σοι κύριος

15 καὶ ἀνέστη σαμουηλ καὶ ἀπῆλθεν ἐκ γαλγαλων εἰς ὁδὸν αὐτοῦ καὶ τὸ κατάλειμμα τοῦ λαοῦ ἀνέβη ὀπίσω σαουλ εἰς ἀπάντησιν ὀπίσω τοῦ λαοῦ τοῦ πολεμιστοῦ αὐτῶν παραγενομένων ἐκ γαλγαλων εἰς γαβαα βενιαμιν καὶ ἐπεσκέψατο σαουλ τὸν λαὸν τὸν εὑρεθέντα μετ' αὐτοῦ ὡς ἑξακοσίους ἄνδρας

16 καὶ σαουλ καὶ ιωναθαν υἱὸς αὐτοῦ καὶ ὁ λαὸς οἱ εὑρεθέντες μετ' αὐτῶν ἐκάθισαν ἐν γαβεε βενιαμιν καὶ ἔκλαιον καὶ οἱ ἀλλόφυλοι παρεμβεβλήκεισαν εἰς μαχεμας

17 καὶ ἐξῆλθεν διαφθείρων ἐξ ἀγροῦ ἀλλοφύλων τρισὶν ἀρχαῖς ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν γοφερα ἐπὶ γῆν σωγαλ

18 καὶ ἡ μία ἀρχὴ ἐπιβλέπουσα ὁδὸν βαιθωρων καὶ ἡ ἀρχὴ ἡ μία ἐπιβλέπουσα ὁδὸν γαβεε τὴν εἰσκύπτουσαν ἐπὶ γαι τὴν σαβιν

19 καὶ τέκτων σιδήρου οὐχ εὑρίσκετο ἐν πάσῃ γῇ ισραηλ ὅτι εἶπον οἱ ἀλλόφυλοι μὴ ποιήσωσιν οἱ εβραῖοι ῥομφαίαν καὶ δόρυ

20 καὶ κατέβαινον πᾶς ισραηλ εἰς γῆν ἀλλοφύλων χαλκεύειν ἕκαστος τὸ θέριστρον αὐτοῦ καὶ τὸ σκεῦος αὐτοῦ καὶ ἕκαστος τὴν ἀξίνην αὐτοῦ καὶ τὸ δρέπανον αὐτοῦ

21 καὶ ἦν ὁ τρυγητὸς ἕτοιμος τοῦ θερίζειν τὰ δὲ σκεύη ἦν τρεῖς σίκλοι εἰς τὸν ὀδόντα καὶ τῇ ἀξίνῃ καὶ τῷ δρεπάνῳ ὑπόστασις ἦν ἡ αὐτή

22 καὶ ἐγενήθη ἐν ταῖς ἡμέραις τοῦ πολέμου μαχεμας καὶ οὐχ εὑρέθη ῥομφαία καὶ δόρυ ἐν χειρὶ παντὸς τοῦ λαοῦ τοῦ μετὰ σαουλ καὶ μετὰ ιωναθαν καὶ εὑρέθη τῷ σαουλ καὶ τῷ ιωναθαν υἱῷ αὐτοῦ

23 καὶ ἐξῆλθεν ἐξ ὑποστάσεως τῶν ἀλλοφύλων τὴν ἐν τῷ πέραν μαχεμας