Библията

 

Exodus 19

Проучване

   

1 τοῦ δὲ μηνὸς τοῦ τρίτου τῆς ἐξόδου τῶν υἱῶν ισραηλ ἐκ γῆς αἰγύπτου τῇ ἡμέρᾳ ταύτῃ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ σινα

2 καὶ ἐξῆραν ἐκ ραφιδιν καὶ ἤλθοσαν εἰς τὴν ἔρημον τοῦ σινα καὶ παρενέβαλεν ἐκεῖ ισραηλ κατέναντι τοῦ ὄρους

3 καὶ μωυσῆς ἀνέβη εἰς τὸ ὄρος τοῦ θεοῦ καὶ ἐκάλεσεν αὐτὸν ὁ θεὸς ἐκ τοῦ ὄρους λέγων τάδε ἐρεῖς τῷ οἴκῳ ιακωβ καὶ ἀναγγελεῖς τοῖς υἱοῖς ισραηλ

4 αὐτοὶ ἑωράκατε ὅσα πεποίηκα τοῖς αἰγυπτίοις καὶ ἀνέλαβον ὑμᾶς ὡσεὶ ἐπὶ πτερύγων ἀετῶν καὶ προσηγαγόμην ὑμᾶς πρὸς ἐμαυτόν

5 καὶ νῦν ἐὰν ἀκοῇ ἀκούσητε τῆς ἐμῆς φωνῆς καὶ φυλάξητε τὴν διαθήκην μου ἔσεσθέ μοι λαὸς περιούσιος ἀπὸ πάντων τῶν ἐθνῶν ἐμὴ γάρ ἐστιν πᾶσα ἡ γῆ

6 ὑμεῖς δὲ ἔσεσθέ μοι βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον ταῦτα τὰ ῥήματα ἐρεῖς τοῖς υἱοῖς ισραηλ

7 ἦλθεν δὲ μωυσῆς καὶ ἐκάλεσεν τοὺς πρεσβυτέρους τοῦ λαοῦ καὶ παρέθηκεν αὐτοῖς πάντας τοὺς λόγους τούτους οὓς συνέταξεν αὐτῷ ὁ θεός

8 ἀπεκρίθη δὲ πᾶς ὁ λαὸς ὁμοθυμαδὸν καὶ εἶπαν πάντα ὅσα εἶπεν ὁ θεός ποιήσομεν καὶ ἀκουσόμεθα ἀνήνεγκεν δὲ μωυσῆς τοὺς λόγους τοῦ λαοῦ πρὸς τὸν θεόν

9 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ καὶ σοὶ πιστεύσωσιν εἰς τὸν αἰῶνα ἀνήγγειλεν δὲ μωυσῆς τὰ ῥήματα τοῦ λαοῦ πρὸς κύριον

10 εἶπεν δὲ κύριος πρὸς μωυσῆν καταβὰς διαμάρτυραι τῷ λαῷ καὶ ἅγνισον αὐτοὺς σήμερον καὶ αὔριον καὶ πλυνάτωσαν τὰ ἱμάτια

11 καὶ ἔστωσαν ἕτοιμοι εἰς τὴν ἡμέραν τὴν τρίτην τῇ γὰρ ἡμέρᾳ τῇ τρίτῃ καταβήσεται κύριος ἐπὶ τὸ ὄρος τὸ σινα ἐναντίον παντὸς τοῦ λαοῦ

12 καὶ ἀφοριεῖς τὸν λαὸν κύκλῳ λέγων προσέχετε ἑαυτοῖς τοῦ ἀναβῆναι εἰς τὸ ὄρος καὶ θιγεῖν τι αὐτοῦ πᾶς ὁ ἁψάμενος τοῦ ὄρους θανάτῳ τελευτήσει

13 οὐχ ἅψεται αὐτοῦ χείρ ἐν γὰρ λίθοις λιθοβοληθήσεται ἢ βολίδι κατατοξευθήσεται ἐάν τε κτῆνος ἐάν τε ἄνθρωπος οὐ ζήσεται ὅταν αἱ φωναὶ καὶ αἱ σάλπιγγες καὶ ἡ νεφέλη ἀπέλθῃ ἀπὸ τοῦ ὄρους ἐκεῖνοι ἀναβήσονται ἐπὶ τὸ ὄρος

14 κατέβη δὲ μωυσῆς ἐκ τοῦ ὄρους πρὸς τὸν λαὸν καὶ ἡγίασεν αὐτούς καὶ ἔπλυναν τὰ ἱμάτια

15 καὶ εἶπεν τῷ λαῷ γίνεσθε ἕτοιμοι τρεῖς ἡμέρας μὴ προσέλθητε γυναικί

16 ἐγένετο δὲ τῇ ἡμέρᾳ τῇ τρίτῃ γενηθέντος πρὸς ὄρθρον καὶ ἐγίνοντο φωναὶ καὶ ἀστραπαὶ καὶ νεφέλη γνοφώδης ἐπ' ὄρους σινα φωνὴ τῆς σάλπιγγος ἤχει μέγα καὶ ἐπτοήθη πᾶς ὁ λαὸς ὁ ἐν τῇ παρεμβολῇ

17 καὶ ἐξήγαγεν μωυσῆς τὸν λαὸν εἰς συνάντησιν τοῦ θεοῦ ἐκ τῆς παρεμβολῆς καὶ παρέστησαν ὑπὸ τὸ ὄρος

18 τὸ δὲ ὄρος τὸ σινα ἐκαπνίζετο ὅλον διὰ τὸ καταβεβηκέναι ἐπ' αὐτὸ τὸν θεὸν ἐν πυρί καὶ ἀνέβαινεν ὁ καπνὸς ὡς καπνὸς καμίνου καὶ ἐξέστη πᾶς ὁ λαὸς σφόδρα

19 ἐγίνοντο δὲ αἱ φωναὶ τῆς σάλπιγγος προβαίνουσαι ἰσχυρότεραι σφόδρα μωυσῆς ἐλάλει ὁ δὲ θεὸς ἀπεκρίνατο αὐτῷ φωνῇ

20 κατέβη δὲ κύριος ἐπὶ τὸ ὄρος τὸ σινα ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἐκάλεσεν κύριος μωυσῆν ἐπὶ τὴν κορυφὴν τοῦ ὄρους καὶ ἀνέβη μωυσῆς

21 καὶ εἶπεν ὁ θεὸς πρὸς μωυσῆν λέγων καταβὰς διαμάρτυραι τῷ λαῷ μήποτε ἐγγίσωσιν πρὸς τὸν θεὸν κατανοῆσαι καὶ πέσωσιν ἐξ αὐτῶν πλῆθος

22 καὶ οἱ ἱερεῖς οἱ ἐγγίζοντες κυρίῳ τῷ θεῷ ἁγιασθήτωσαν μήποτε ἀπαλλάξῃ ἀπ' αὐτῶν κύριος

23 καὶ εἶπεν μωυσῆς πρὸς τὸν θεόν οὐ δυνήσεται ὁ λαὸς προσαναβῆναι πρὸς τὸ ὄρος τὸ σινα σὺ γὰρ διαμεμαρτύρησαι ἡμῖν λέγων ἀφόρισαι τὸ ὄρος καὶ ἁγίασαι αὐτό

24 εἶπεν δὲ αὐτῷ κύριος βάδιζε κατάβηθι καὶ ἀνάβηθι σὺ καὶ ααρων μετὰ σοῦ οἱ δὲ ἱερεῖς καὶ ὁ λαὸς μὴ βιαζέσθωσαν ἀναβῆναι πρὸς τὸν θεόν μήποτε ἀπολέσῃ ἀπ' αὐτῶν κύριος

25 κατέβη δὲ μωυσῆς πρὸς τὸν λαὸν καὶ εἶπεν αὐτοῖς

   

От "Съчиненията на Сведенборг

 

Arcana Coelestia #8935

Проучете този пасаж

  
/ 10837  
  

8935. 'An altar of soil you shall make for Me' means something which in a general way represents worship that springs from good. This is clear from the meaning of 'an altar' as the chief representative of the Lord and consequently of the worship of Him, dealt with in 921, 2777, 2811, 4489, 4541; and from the meaning of 'soil' or 'the ground' as good. The reason why 'the ground' stands for good is that a Church which abides in good is meant by 'the ground', 566. This is why Adam was said to be formed from the ground, at Genesis 2:7; 3:19; for one who belonged to the celestial Church, that is, the Church itself abiding in good, was meant by him, 478, 479. Since there are two entities that inspire worship of the Lord - goodness and truth - worship springing from good was represented by an altar of soil, while worship springing from truth was represented by an altar of stones. Both kinds of altars are the subject here; and those two entities that inspire worship are called faith and charity. Worship springing from truth has connection with faith, and worship springing from good has connection with charity.

[2] As regards worship inspired by faith and worship inspired by charity, or that which springs from truth and that which springs from good, the situation is that before a person has been regenerated his worship consists of truth, but after he has been regenerated it consists of good. Before a person has been regenerated he is led by means of truth to good, that is, by means of faith to charity; but when he has been regenerated he abides in good and consequently in truth, that is, in charity and consequently in faith, 8516, 8539, 8643, 8648, 8658. These two kinds of worship are what the altars of soil and of stone represent. The reason why the altar is the chief representative of worship of the Lord is that burnt offerings and sacrifices were offered on it; and it was in these that the worship of God by the Hebrew nation, and subsequently by the Israelite and Jewish nation, chiefly consisted, 923, 1343, 2180, 2805, 2807, 2830, 3519, 6405.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.