Біблія

 

Jeremiah 22

Дослідження

   

1 τάδε λέγει κύριος πορεύου καὶ κατάβηθι εἰς τὸν οἶκον τοῦ βασιλέως ιουδα καὶ λαλήσεις ἐκεῖ τὸν λόγον τοῦτον

2 καὶ ἐρεῖς ἄκουε λόγον κυρίου βασιλεῦ ιουδα ὁ καθήμενος ἐπὶ θρόνου δαυιδ σὺ καὶ ὁ οἶκός σου καὶ ὁ λαός σου καὶ οἱ εἰσπορευόμενοι ταῖς πύλαις ταύταις

3 τάδε λέγει κύριος ποιεῖτε κρίσιν καὶ δικαιοσύνην καὶ ἐξαιρεῖσθε διηρπασμένον ἐκ χειρὸς ἀδικοῦντος αὐτὸν καὶ προσήλυτον καὶ ὀρφανὸν καὶ χήραν μὴ καταδυναστεύετε καὶ μὴ ἀσεβεῖτε καὶ αἷμα ἀθῷον μὴ ἐκχέητε ἐν τῷ τόπῳ τούτῳ

4 διότι ἐὰν ποιοῦντες ποιήσητε τὸν λόγον τοῦτον καὶ εἰσελεύσονται ἐν ταῖς πύλαις τοῦ οἴκου τούτου βασιλεῖς καθήμενοι ἐπὶ θρόνου δαυιδ καὶ ἐπιβεβηκότες ἐφ' ἁρμάτων καὶ ἵππων αὐτοὶ καὶ οἱ παῖδες αὐτῶν καὶ ὁ λαὸς αὐτῶν

5 ἐὰν δὲ μὴ ποιήσητε τοὺς λόγους τούτους κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἐρήμωσιν ἔσται ὁ οἶκος οὗτος

6 ὅτι τάδε λέγει κύριος κατὰ τοῦ οἴκου βασιλέως ιουδα γαλααδ σύ μοι ἀρχὴ τοῦ λιβάνου ἐὰν μὴ θῶ σε εἰς ἔρημον πόλεις μὴ κατοικηθησομένας

7 καὶ ἐπάξω ἐπὶ σὲ ἄνδρα ὀλεθρεύοντα καὶ τὸν πέλεκυν αὐτοῦ καὶ ἐκκόψουσιν τὰς ἐκλεκτὰς κέδρους σου καὶ ἐμβαλοῦσιν εἰς τὸ πῦρ

8 καὶ διελεύσονται ἔθνη διὰ τῆς πόλεως ταύτης καὶ ἐροῦσιν ἕκαστος πρὸς τὸν πλησίον αὐτοῦ διὰ τί ἐποίησεν κύριος οὕτως τῇ πόλει τῇ μεγάλῃ ταύτῃ

9 καὶ ἐροῦσιν ἀνθ' ὧν ἐγκατέλιπον τὴν διαθήκην κυρίου θεοῦ αὐτῶν καὶ προσεκύνησαν θεοῖς ἀλλοτρίοις καὶ ἐδούλευσαν αὐτοῖς

10 μὴ κλαίετε τὸν τεθνηκότα μηδὲ θρηνεῖτε αὐτόν κλαύσατε κλαυθμῷ τὸν ἐκπορευόμενον ὅτι οὐκ ἐπιστρέψει ἔτι καὶ οὐ μὴ ἴδῃ τὴν γῆν πατρίδος αὐτοῦ

11 διότι τάδε λέγει κύριος ἐπὶ σελλημ υἱὸν ιωσια τὸν βασιλεύοντα ἀντὶ ιωσια τοῦ πατρὸς αὐτοῦ ὃς ἐξῆλθεν ἐκ τοῦ τόπου τούτου οὐκ ἀναστρέψει ἐκεῖ οὐκέτι

12 ἀλλ' ἢ ἐν τῷ τόπῳ οὗ μετῴκισα αὐτόν ἐκεῖ ἀποθανεῖται καὶ τὴν γῆν ταύτην οὐκ ὄψεται ἔτι

13 ὦ ὁ οἰκοδομῶν οἰκίαν αὐτοῦ οὐ μετὰ δικαιοσύνης καὶ τὰ ὑπερῷα αὐτοῦ οὐκ ἐν κρίματι παρὰ τῷ πλησίον αὐτοῦ ἐργᾶται δωρεὰν καὶ τὸν μισθὸν αὐτοῦ οὐ μὴ ἀποδώσει αὐτῷ

14 ᾠκοδόμησας σεαυτῷ οἶκον σύμμετρον ὑπερῷα ῥιπιστὰ διεσταλμένα θυρίσιν καὶ ἐξυλωμένα ἐν κέδρῳ καὶ κεχρισμένα ἐν μίλτῳ

15 μὴ βασιλεύσεις ὅτι σὺ παροξύνῃ ἐν αχαζ τῷ πατρί σου οὐ φάγονται καὶ οὐ πίονται βέλτιον ἦν σε ποιεῖν κρίμα καὶ δικαιοσύνην καλήν

16 οὐκ ἔγνωσαν οὐκ ἔκριναν κρίσιν ταπεινῷ οὐδὲ κρίσιν πένητος οὐ τοῦτό ἐστιν τὸ μὴ γνῶναί σε ἐμέ λέγει κύριος

17 ἰδοὺ οὔκ εἰσιν οἱ ὀφθαλμοί σου οὐδὲ ἡ καρδία σου καλή ἀλλ' εἰς τὴν πλεονεξίαν σου καὶ εἰς τὸ αἷμα τὸ ἀθῷον τοῦ ἐκχέειν αὐτὸ καὶ εἰς ἀδίκημα καὶ εἰς φόνον τοῦ ποιεῖν

18 διὰ τοῦτο τάδε λέγει κύριος ἐπὶ ιωακιμ υἱὸν ιωσια βασιλέα ιουδα οὐαὶ ἐπὶ τὸν ἄνδρα τοῦτον οὐ μὴ κόψωνται αὐτόν ὦ ἀδελφέ οὐδὲ μὴ κλαύσονται αὐτόν οἴμμοι κύριε

19 ταφὴν ὄνου ταφήσεται συμψησθεὶς ῥιφήσεται ἐπέκεινα τῆς πύλης ιερουσαλημ

20 ἀνάβηθι εἰς τὸν λίβανον καὶ κέκραξον καὶ εἰς τὴν βασαν δὸς τὴν φωνήν σου καὶ βόησον εἰς τὸ πέραν τῆς θαλάσσης ὅτι συνετρίβησαν πάντες οἱ ἐρασταί σου

21 ἐλάλησα πρὸς σὲ ἐν τῇ παραπτώσει σου καὶ εἶπας οὐκ ἀκούσομαι αὕτη ἡ ὁδός σου ἐκ νεότητός σου οὐκ ἤκουσας τῆς φωνῆς μου

22 πάντας τοὺς ποιμένας σου ποιμανεῖ ἄνεμος καὶ οἱ ἐρασταί σου ἐν αἰχμαλωσίᾳ ἐξελεύσονται ὅτι τότε αἰσχυνθήσῃ καὶ ἀτιμωθήσῃ ἀπὸ πάντων τῶν φιλούντων σε

23 κατοικοῦσα ἐν τῷ λιβάνῳ ἐννοσσεύουσα ἐν ταῖς κέδροις καταστενάξεις ἐν τῷ ἐλθεῖν σοι ὠδῖνας ὡς τικτούσης

24 ζῶ ἐγώ λέγει κύριος ἐὰν γενόμενος γένηται ιεχονιας υἱὸς ιωακιμ βασιλεὺς ιουδα ἀποσφράγισμα ἐπὶ τῆς χειρὸς τῆς δεξιᾶς μου ἐκεῖθεν ἐκσπάσω σε

25 καὶ παραδώσω σε εἰς χεῖρας τῶν ζητούντων τὴν ψυχήν σου ὧν σὺ εὐλαβῇ ἀπὸ προσώπου αὐτῶν εἰς χεῖρας τῶν χαλδαίων

26 καὶ ἀπορρίψω σὲ καὶ τὴν μητέρα σου τὴν τεκοῦσάν σε εἰς γῆν οὗ οὐκ ἐτέχθης ἐκεῖ καὶ ἐκεῖ ἀποθανεῖσθε

27 εἰς δὲ τὴν γῆν ἣν αὐτοὶ εὔχονται ταῖς ψυχαῖς αὐτῶν οὐ μὴ ἀποστρέψωσιν

28 ἠτιμώθη ιεχονιας ὡς σκεῦος οὗ οὐκ ἔστιν χρεία αὐτοῦ ὅτι ἐξερρίφη καὶ ἐξεβλήθη εἰς γῆν ἣν οὐκ ᾔδει

29 γῆ γῆ ἄκουε λόγον κυρίου

30 γράψον τὸν ἄνδρα τοῦτον ἐκκήρυκτον ἄνθρωπον ὅτι οὐ μὴ αὐξηθῇ ἐκ τοῦ σπέρματος αὐτοῦ ἀνὴρ καθήμενος ἐπὶ θρόνου δαυιδ ἄρχων ἔτι ἐν τῷ ιουδα

   

З творів Сведенборга

 

Arcana Coelestia #9486

Вивчіть цей уривок

  
/ 10837  
  

9486. 'Of shittim wood' means righteousness. This is clear from the meaning of 'shittim wood' as the good of merit which is the Lord's alone, dealt with above in 9472, and therefore also righteousness, which is the good of merit. For by His own power the Lord restored the whole of heaven to order and subdued the hells, and at the same time made Divine the Human within Himself; therefore to Him belong merit and righteousness. For this reason the one and only good that reigns in heaven and that makes heaven is the Lord's good of merit and His righteousness, thus His Divine Human since This was made merit and righteousness. The fact that the Lord accomplished these things by His own power is clear in Isaiah,

Who is this who comes from Edom? I who speak in righteousness, mighty to save. I have trodden the winepress alone, and from the peoples not a man (vir) was with Me. I looked around, but there was no helper, and I wondered, but there was no one to uphold; therefore My own arm brought salvation to Me. Isaiah 63:1-5.

In the same prophet,

He saw that there was no man (vir), and wondered that there was no intercessor; therefore His own arm brought salvation to Him, and His righteousness lifted Him up. He put on righteousness as a breastplate. Isaiah 59:16-17.

[2] In Jeremiah,

This is His name which they will call Him, Jehovah our Righteousness. Jeremiah 23:6; 33:15-16.

And in John,

I lay down My life, 1 so that I may receive it again. No one takes it from Me, I lay it down of Myself; I have power to lay it down and I have power to receive it again. John 10:17-18.

From these places it is evident that the Lord in His Divine Human possesses merit and righteousness acquired by Himself. Since 'the ark' means heaven where the Lord is, shittim wood, by which that good is meant, was used in the making of it; for 'wood' in general means good, 643, 3720, 8354. This explains why people who assume that merit lies in works are seen in the next life to be cutting wood, under which there is something of the Lord, 1110, 4943, 8740. And so it is that 'splitting pieces of wood for a burnt offering' means the good of merit, or good belonging to works, 2784, 2812.

Примітки:

1. literally, soul

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.

З творів Сведенборга

 

Arcana Coelestia #4943

Вивчіть цей уривок

  
/ 10837  
  

4943. On the lower earth beneath the feet and soles of the feet there are also those who have regarded good deeds and works to be meritorious. Many of these appear to themselves to be cutting pieces of wood. The place where they are is quite a cold one, but they seem to themselves to find warmth in the work they do. I talked to these people too and was allowed to ask them whether they wished to leave that place. Their replies were that they had not done enough meritorious work. But once this stage is completed they are released from there. These people likewise are natural, for the desire to earn salvation through merit is not a spiritual desire. What is more, they regard themselves to be those who are superior to others, and some of them are also contemptuous of others. If in the next life they do not receive greater joy than all others, they are angry with the Lord, which explains why sometimes when they are cutting pieces of wood, it appears as though something of the Lord is underneath their pile of wood - their anger being that which produces this appearance. But because they have led a devout life and have acted in the ways they did out of ignorance that had some degree of innocence within it, angels are therefore sent to them periodically to console them. Sometimes, in addition, something that looks like a sheep appears from above on the left, and from this too they receive consolation when they see it.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.