La Biblia

 

Joshua 7

Estudio

   

1 καὶ ἐπλημμέλησαν οἱ υἱοὶ ισραηλ πλημμέλειαν μεγάλην καὶ ἐνοσφίσαντο ἀπὸ τοῦ ἀναθέματος καὶ ἔλαβεν αχαρ υἱὸς χαρμι υἱοῦ ζαμβρι υἱοῦ ζαρα ἐκ τῆς φυλῆς ιουδα ἀπὸ τοῦ ἀναθέματος καὶ ἐθυμώθη ὀργῇ κύριος τοῖς υἱοῖς ισραηλ

2 καὶ ἀπέστειλεν ἰησοῦς ἄνδρας εἰς γαι ἥ ἐστιν κατὰ βαιθηλ λέγων κατασκέψασθε τὴν γαι καὶ ἀνέβησαν οἱ ἄνδρες καὶ κατεσκέψαντο τὴν γαι

3 καὶ ἀνέστρεψαν πρὸς ἰησοῦν καὶ εἶπαν πρὸς αὐτόν μὴ ἀναβήτω πᾶς ὁ λαός ἀλλ' ὡς δισχίλιοι ἢ τρισχίλιοι ἄνδρες ἀναβήτωσαν καὶ ἐκπολιορκησάτωσαν τὴν πόλιν μὴ ἀναγάγῃς ἐκεῖ τὸν λαὸν πάντα ὀλίγοι γάρ εἰσιν

4 καὶ ἀνέβησαν ὡσεὶ τρισχίλιοι ἄνδρες καὶ ἔφυγον ἀπὸ προσώπου τῶν ἀνδρῶν γαι

5 καὶ ἀπέκτειναν ἀπ' αὐτῶν ἄνδρες γαι εἰς τριάκοντα καὶ ἓξ ἄνδρας καὶ κατεδίωξαν αὐτοὺς ἀπὸ τῆς πύλης καὶ συνέτριψαν αὐτοὺς ἐπὶ τοῦ καταφεροῦς καὶ ἐπτοήθη ἡ καρδία τοῦ λαοῦ καὶ ἐγένετο ὥσπερ ὕδωρ

6 καὶ διέρρηξεν ἰησοῦς τὰ ἱμάτια αὐτοῦ καὶ ἔπεσεν ἰησοῦς ἐπὶ τὴν γῆν ἐπὶ πρόσωπον ἐναντίον κυρίου ἕως ἑσπέρας αὐτὸς καὶ οἱ πρεσβύτεροι ισραηλ καὶ ἐπεβάλοντο χοῦν ἐπὶ τὰς κεφαλὰς αὐτῶν

7 καὶ εἶπεν ἰησοῦς δέομαι κύριε ἵνα τί διεβίβασεν ὁ παῖς σου τὸν λαὸν τοῦτον τὸν ιορδάνην παραδοῦναι αὐτὸν τῷ αμορραίῳ ἀπολέσαι ἡμᾶς καὶ εἰ κατεμείναμεν καὶ κατῳκίσθημεν παρὰ τὸν ιορδάνην

8 καὶ τί ἐρῶ ἐπεὶ μετέβαλεν ισραηλ αὐχένα ἀπέναντι τοῦ ἐχθροῦ αὐτοῦ

9 καὶ ἀκούσας ὁ χαναναῖος καὶ πάντες οἱ κατοικοῦντες τὴν γῆν περικυκλώσουσιν ἡμᾶς καὶ ἐκτρίψουσιν ἡμᾶς ἀπὸ τῆς γῆς καὶ τί ποιήσεις τὸ ὄνομά σου τὸ μέγα

10 καὶ εἶπεν κύριος πρὸς ἰησοῦν ἀνάστηθι ἵνα τί τοῦτο σὺ πέπτωκας ἐπὶ πρόσωπόν σου

11 ἡμάρτηκεν ὁ λαὸς καὶ παρέβη τὴν διαθήκην ἣν διεθέμην πρὸς αὐτούς καὶ κλέψαντες ἀπὸ τοῦ ἀναθέματος ἐνέβαλον εἰς τὰ σκεύη αὐτῶν

12 οὐ μὴ δύνωνται οἱ υἱοὶ ισραηλ ὑποστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν αὐχένα ἐπιστρέψουσιν ἔναντι τῶν ἐχθρῶν αὐτῶν ὅτι ἐγενήθησαν ἀνάθεμα οὐ προσθήσω ἔτι εἶναι μεθ' ὑμῶν ἐὰν μὴ ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν αὐτῶν

13 ἀναστὰς ἁγίασον τὸν λαὸν καὶ εἰπὸν ἁγιασθῆναι εἰς αὔριον τάδε λέγει κύριος ὁ θεὸς ισραηλ τὸ ἀνάθεμα ἐν ὑμῖν ἐστιν οὐ δυνήσεσθε ἀντιστῆναι ἀπέναντι τῶν ἐχθρῶν ὑμῶν ἕως ἂν ἐξάρητε τὸ ἀνάθεμα ἐξ ὑμῶν

14 καὶ συναχθήσεσθε πάντες τὸ πρωὶ κατὰ φυλάς καὶ ἔσται ἡ φυλή ἣν ἂν δείξῃ κύριος προσάξετε κατὰ δήμους καὶ τὸν δῆμον ὃν ἐὰν δείξῃ κύριος προσάξετε κατ' οἶκον καὶ τὸν οἶκον ὃν ἐὰν δείξῃ κύριος προσάξετε κατ' ἄνδρα

15 καὶ ὃς ἂν ἐνδειχθῇ κατακαυθήσεται ἐν πυρὶ καὶ πάντα ὅσα ἐστὶν αὐτῷ ὅτι παρέβη τὴν διαθήκην κυρίου καὶ ἐποίησεν ἀνόμημα ἐν ισραηλ

16 καὶ ὤρθρισεν ἰησοῦς καὶ προσήγαγεν τὸν λαὸν κατὰ φυλάς καὶ ἐνεδείχθη ἡ φυλὴ ιουδα

17 καὶ προσήχθη κατὰ δήμους καὶ ἐνεδείχθη δῆμος ὁ ζαραϊ καὶ προσήχθη κατὰ ἄνδρα

18 καὶ ἐνεδείχθη αχαρ υἱὸς ζαμβρι υἱοῦ ζαρα

19 καὶ εἶπεν ἰησοῦς τῷ αχαρ δὸς δόξαν σήμερον τῷ κυρίῳ θεῷ ισραηλ καὶ δὸς τὴν ἐξομολόγησιν καὶ ἀνάγγειλόν μοι τί ἐποίησας καὶ μὴ κρύψῃς ἀπ' ἐμοῦ

20 καὶ ἀπεκρίθη αχαρ τῷ ἰησοῖ καὶ εἶπεν ἀληθῶς ἥμαρτον ἐναντίον κυρίου θεοῦ ισραηλ οὕτως καὶ οὕτως ἐποίησα

21 εἶδον ἐν τῇ προνομῇ ψιλὴν ποικίλην καλὴν καὶ διακόσια δίδραχμα ἀργυρίου καὶ γλῶσσαν μίαν χρυσῆν πεντήκοντα διδράχμων καὶ ἐνθυμηθεὶς αὐτῶν ἔλαβον καὶ ἰδοὺ αὐτὰ ἐγκέκρυπται ἐν τῇ γῇ ἐν τῇ σκηνῇ μου καὶ τὸ ἀργύριον κέκρυπται ὑποκάτω αὐτῶν

22 καὶ ἀπέστειλεν ἰησοῦς ἀγγέλους καὶ ἔδραμον εἰς τὴν σκηνὴν εἰς τὴν παρεμβολήν καὶ ταῦτα ἦν ἐγκεκρυμμένα εἰς τὴν σκηνήν καὶ τὸ ἀργύριον ὑποκάτω αὐτῶν

23 καὶ ἐξήνεγκαν αὐτὰ ἐκ τῆς σκηνῆς καὶ ἤνεγκαν πρὸς ἰησοῦν καὶ τοὺς πρεσβυτέρους ισραηλ καὶ ἔθηκαν αὐτὰ ἔναντι κυρίου

24 καὶ ἔλαβεν ἰησοῦς τὸν αχαρ υἱὸν ζαρα καὶ ἀνήγαγεν αὐτὸν εἰς φάραγγα αχωρ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ τὰς θυγατέρας αὐτοῦ καὶ τοὺς μόσχους αὐτοῦ καὶ τὰ ὑποζύγια αὐτοῦ καὶ πάντα τὰ πρόβατα αὐτοῦ καὶ τὴν σκηνὴν αὐτοῦ καὶ πάντα τὰ ὑπάρχοντα αὐτοῦ καὶ πᾶς ὁ λαὸς μετ' αὐτοῦ καὶ ἀνήγαγεν αὐτοὺς εἰς εμεκαχωρ

25 καὶ εἶπεν ἰησοῦς τῷ αχαρ τί ὠλέθρευσας ἡμᾶς ἐξολεθρεύσαι σε κύριος καθὰ καὶ σήμερον καὶ ἐλιθοβόλησαν αὐτὸν λίθοις πᾶς ισραηλ

26 καὶ ἐπέστησαν αὐτῷ σωρὸν λίθων μέγαν καὶ ἐπαύσατο κύριος τοῦ θυμοῦ τῆς ὀργῆς διὰ τοῦτο ἐπωνόμασεν αὐτὸ εμεκαχωρ ἕως τῆς ἡμέρας ταύτης

   

La Biblia

 

Judges 2

Estudio

   

1 καὶ ἀνέβη ἄγγελος κυρίου ἀπὸ γαλγαλ ἐπὶ τὸν κλαυθμῶνα καὶ ἐπὶ βαιθηλ καὶ ἐπὶ τὸν οἶκον ισραηλ καὶ εἶπεν πρὸς αὐτούς τάδε λέγει κύριος ἀνεβίβασα ὑμᾶς ἐξ αἰγύπτου καὶ εἰσήγαγον ὑμᾶς εἰς τὴν γῆν ἣν ὤμοσα τοῖς πατράσιν ὑμῶν καὶ εἶπα οὐ διασκεδάσω τὴν διαθήκην μου τὴν μεθ' ὑμῶν εἰς τὸν αἰῶνα

2 καὶ ὑμεῖς οὐ διαθήσεσθε διαθήκην τοῖς ἐγκαθημένοις εἰς τὴν γῆν ταύτην οὐδὲ τοῖς θεοῖς αὐτῶν προσκυνήσετε ἀλλὰ τὰ γλυπτὰ αὐτῶν συντρίψετε καὶ τὰ θυσιαστήρια αὐτῶν καθελεῖτε καὶ οὐκ εἰσηκούσατε τῆς φωνῆς μου ὅτι ταῦτα ἐποιήσατε

3 κἀγὼ εἶπον οὐ μὴ ἐξαρῶ αὐτοὺς ἐκ προσώπου ὑμῶν καὶ ἔσονται ὑμῖν εἰς συνοχάς καὶ οἱ θεοὶ αὐτῶν ἔσονται ὑμῖν εἰς σκάνδαλον

4 καὶ ἐγένετο ὡς ἐλάλησεν ὁ ἄγγελος κυρίου τοὺς λόγους τούτους πρὸς πάντας υἱοὺς ισραηλ καὶ ἐπῆραν ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν

5 καὶ ἐπωνόμασαν τὸ ὄνομα τοῦ τόπου ἐκείνου κλαυθμῶνες καὶ ἐθυσίασαν ἐκεῖ τῷ κυρίῳ

6 καὶ ἐξαπέστειλεν ἰησοῦς τὸν λαόν καὶ ἦλθεν ἀνὴρ εἰς τὴν κληρονομίαν αὐτοῦ κατακληρονομῆσαι τὴν γῆν

7 καὶ ἐδούλευσεν ὁ λαὸς τῷ κυρίῳ πάσας τὰς ἡμέρας ἰησοῦ καὶ πάσας τὰς ἡμέρας τῶν πρεσβυτέρων ὅσοι ἐμακροημέρευσαν μετὰ ἰησοῦ ὅσοι ἔγνωσαν πᾶν τὸ ἔργον κυρίου τὸ μέγα ὃ ἐποίησεν ἐν τῷ ισραηλ

8 καὶ ἐτελεύτησεν ἰησοῦς υἱὸς ναυη δοῦλος κυρίου υἱὸς ἑκατὸν δέκα ἐτῶν

9 καὶ ἔθαψαν αὐτὸν ἐν ὁρίῳ τῆς κληρονομίας αὐτοῦ ἐν θαμναθαρες ἐν ὄρει εφραιμ ἀπὸ βορρᾶ τοῦ ὄρους γαας

10 καί γε πᾶσα ἡ γενεὰ ἐκείνη προσετέθησαν πρὸς τοὺς πατέρας αὐτῶν καὶ ἀνέστη γενεὰ ἑτέρα μετ' αὐτούς οἳ οὐκ ἔγνωσαν τὸν κύριον καί γε τὸ ἔργον ὃ ἐποίησεν ἐν τῷ ισραηλ

11 καὶ ἐποίησαν οἱ υἱοὶ ισραηλ τὸ πονηρὸν ἐνώπιον κυρίου καὶ ἐλάτρευσαν τοῖς βααλιμ

12 καὶ ἐγκατέλιπον τὸν κύριον τὸν θεὸν τῶν πατέρων αὐτῶν τὸν ἐξαγαγόντα αὐτοὺς ἐκ γῆς αἰγύπτου καὶ ἐπορεύθησαν ὀπίσω θεῶν ἑτέρων ἀπὸ τῶν θεῶν τῶν ἐθνῶν τῶν περικύκλῳ αὐτῶν καὶ προσεκύνησαν αὐτοῖς καὶ παρώργισαν τὸν κύριον

13 καὶ ἐγκατέλιπον αὐτὸν καὶ ἐλάτρευσαν τῷ βααλ καὶ ταῖς ἀστάρταις

14 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ παρέδωκεν αὐτοὺς εἰς χεῖρας προνομευόντων καὶ κατεπρονόμευσαν αὐτούς καὶ ἀπέδοτο αὐτοὺς ἐν χερσὶ τῶν ἐχθρῶν αὐτῶν κυκλόθεν καὶ οὐκ ἠδυνήθησαν ἔτι ἀντιστῆναι κατὰ πρόσωπον τῶν ἐχθρῶν αὐτῶν

15 ἐν πᾶσιν οἷς ἐξεπορεύοντο καὶ χεὶρ κυρίου ἦν ἐπ' αὐτοὺς εἰς κακά καθὼς ἐλάλησεν κύριος καὶ καθὼς ὤμοσεν κύριος αὐτοῖς καὶ ἐξέθλιψεν αὐτοὺς σφόδρα

16 καὶ ἤγειρεν κύριος κριτάς καὶ ἔσωσεν αὐτοὺς κύριος ἐκ χειρὸς τῶν προνομευόντων αὐτούς

17 καί γε τῶν κριτῶν οὐχ ὑπήκουσαν ὅτι ἐξεπόρνευσαν ὀπίσω θεῶν ἑτέρων καὶ προσεκύνησαν αὐτοῖς καὶ ἐξέκλιναν ταχὺ ἐκ τῆς ὁδοῦ ἧς ἐπορεύθησαν οἱ πατέρες αὐτῶν τοῦ εἰσακούειν τῶν λόγων κυρίου οὐκ ἐποίησαν οὕτως

18 καὶ ὅτι ἤγειρεν κύριος κριτὰς αὐτοῖς καὶ ἦν κύριος μετὰ τοῦ κριτοῦ καὶ ἔσωσεν αὐτοὺς ἐκ χειρὸς ἐχθρῶν αὐτῶν πάσας τὰς ἡμέρας τοῦ κριτοῦ ὅτι παρεκλήθη κύριος ἀπὸ τοῦ στεναγμοῦ αὐτῶν ἀπὸ προσώπου τῶν πολιορκούντων αὐτοὺς καὶ ἐκθλιβόντων αὐτούς

19 καὶ ἐγένετο ὡς ἀπέθνῃσκεν ὁ κριτής καὶ ἀπέστρεψαν καὶ πάλιν διέφθειραν ὑπὲρ τοὺς πατέρας αὐτῶν πορεύεσθαι ὀπίσω θεῶν ἑτέρων λατρεύειν αὐτοῖς καὶ προσκυνεῖν αὐτοῖς οὐκ ἀπέρριψαν τὰ ἐπιτηδεύματα αὐτῶν καὶ τὰς ὁδοὺς αὐτῶν τὰς σκληράς

20 καὶ ὠργίσθη θυμῷ κύριος ἐν τῷ ισραηλ καὶ εἶπεν ἀνθ' ὧν ὅσα ἐγκατέλιπον τὸ ἔθνος τοῦτο τὴν διαθήκην μου ἣν ἐνετειλάμην τοῖς πατράσιν αὐτῶν καὶ οὐκ εἰσήκουσαν τῆς φωνῆς μου

21 καί γε ἐγὼ οὐ προσθήσω τοῦ ἐξᾶραι ἄνδρα ἐκ προσώπου αὐτῶν ἀπὸ τῶν ἐθνῶν ὧν κατέλιπεν ἰησοῦς υἱὸς ναυη ἐν τῇ γῇ καὶ ἀφῆκεν

22 τοῦ πειράσαι ἐν αὐτοῖς τὸν ισραηλ εἰ φυλάσσονται τὴν ὁδὸν κυρίου πορεύεσθαι ἐν αὐτῇ ὃν τρόπον ἐφύλαξαν οἱ πατέρες αὐτῶν ἢ οὔ

23 καὶ ἀφῆκεν κύριος τὰ ἔθνη ταῦτα τοῦ μὴ ἐξᾶραι αὐτὰ τὸ τάχος καὶ οὐ παρέδωκεν αὐτὰ ἐν χειρὶ ἰησοῦ