La Biblia

 

Deuteronomy 3

Estudio

   

1 καὶ ἐπιστραφέντες ἀνέβημεν ὁδὸν τὴν εἰς βασαν καὶ ἐξῆλθεν ωγ βασιλεὺς τῆς βασαν εἰς συνάντησιν ἡμῖν αὐτὸς καὶ πᾶς ὁ λαὸς αὐτοῦ εἰς πόλεμον εἰς εδραϊν

2 καὶ εἶπεν κύριος πρός με μὴ φοβηθῇς αὐτόν ὅτι εἰς τὰς χεῖράς σου παραδέδωκα αὐτὸν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ πᾶσαν τὴν γῆν αὐτοῦ καὶ ποιήσεις αὐτῷ ὥσπερ ἐποίησας σηων βασιλεῖ τῶν αμορραίων ὃς κατῴκει ἐν εσεβων

3 καὶ παρέδωκεν αὐτὸν κύριος ὁ θεὸς ἡμῶν εἰς τὰς χεῖρας ἡμῶν καὶ τὸν ωγ βασιλέα τῆς βασαν καὶ πάντα τὸν λαὸν αὐτοῦ καὶ ἐπατάξαμεν αὐτὸν ἕως τοῦ μὴ καταλιπεῖν αὐτοῦ σπέρμα

4 καὶ ἐκρατήσαμεν πασῶν τῶν πόλεων αὐτοῦ ἐν τῷ καιρῷ ἐκείνῳ οὐκ ἦν πόλις ἣν οὐκ ἐλάβομεν παρ' αὐτῶν ἑξήκοντα πόλεις πάντα τὰ περίχωρα αργοβ βασιλείας ωγ ἐν βασαν

5 πᾶσαι πόλεις ὀχυραί τείχη ὑψηλά πύλαι καὶ μοχλοί πλὴν τῶν πόλεων τῶν φερεζαίων τῶν πολλῶν σφόδρα

6 ἐξωλεθρεύσαμεν αὐτούς ὥσπερ ἐποιήσαμεν τὸν σηων βασιλέα εσεβων καὶ ἐξωλεθρεύσαμεν πᾶσαν πόλιν ἑξῆς καὶ τὰς γυναῖκας καὶ τὰ παιδία

7 καὶ πάντα τὰ κτήνη καὶ τὰ σκῦλα τῶν πόλεων ἐπρονομεύσαμεν ἑαυτοῖς

8 καὶ ἐλάβομεν ἐν τῷ καιρῷ ἐκείνῳ τὴν γῆν ἐκ χειρῶν δύο βασιλέων τῶν αμορραίων οἳ ἦσαν πέραν τοῦ ιορδάνου ἀπὸ τοῦ χειμάρρου αρνων καὶ ἕως αερμων

9 οἱ φοίνικες ἐπονομάζουσιν τὸ αερμων σανιωρ καὶ ὁ αμορραῖος ἐπωνόμασεν αὐτὸ σανιρ

10 πᾶσαι πόλεις μισωρ καὶ πᾶσα γαλααδ καὶ πᾶσα βασαν ἕως σελχα καὶ εδραϊν πόλεις βασιλείας τοῦ ωγ ἐν τῇ βασαν

11 ὅτι πλὴν ωγ βασιλεὺς βασαν κατελείφθη ἀπὸ τῶν ραφαϊν ἰδοὺ ἡ κλίνη αὐτοῦ κλίνη σιδηρᾶ ἰδοὺ αὕτη ἐν τῇ ἄκρᾳ τῶν υἱῶν αμμων ἐννέα πηχῶν τὸ μῆκος αὐτῆς καὶ τεσσάρων πηχῶν τὸ εὖρος αὐτῆς ἐν πήχει ἀνδρός

12 καὶ τὴν γῆν ἐκείνην ἐκληρονομήσαμεν ἐν τῷ καιρῷ ἐκείνῳ ἀπὸ αροηρ ἥ ἐστιν ἐπὶ τοῦ χείλους χειμάρρου αρνων καὶ τὸ ἥμισυ ὄρους γαλααδ καὶ τὰς πόλεις αὐτοῦ ἔδωκα τῷ ρουβην καὶ τῷ γαδ

13 καὶ τὸ κατάλοιπον τοῦ γαλααδ καὶ πᾶσαν τὴν βασαν βασιλείαν ωγ ἔδωκα τῷ ἡμίσει φυλῆς μανασση καὶ πᾶσαν περίχωρον αργοβ πᾶσαν τὴν βασαν ἐκείνην γῆ ραφαϊν λογισθήσεται

14 καὶ ιαϊρ υἱὸς μανασση ἔλαβεν πᾶσαν τὴν περίχωρον αργοβ ἕως τῶν ὁρίων γαργασι καὶ ομαχαθι ἐπωνόμασεν αὐτὰς ἐπὶ τῷ ὀνόματι αὐτοῦ τὴν βασαν αυωθ ιαϊρ ἕως τῆς ἡμέρας ταύτης

15 καὶ τῷ μαχιρ ἔδωκα τὴν γαλααδ

16 καὶ τῷ ρουβην καὶ τῷ γαδ δέδωκα ἀπὸ τῆς γαλααδ ἕως χειμάρρου αρνων μέσον τοῦ χειμάρρου ὅριον καὶ ἕως τοῦ ιαβοκ ὁ χειμάρρους ὅριον τοῖς υἱοῖς αμμαν

17 καὶ ἡ αραβα καὶ ὁ ιορδάνης ὅριον μαχαναρεθ καὶ ἕως θαλάσσης αραβα θαλάσσης ἁλυκῆς ὑπὸ ασηδωθ τὴν φασγα ἀνατολῶν

18 καὶ ἐνετειλάμην ὑμῖν ἐν τῷ καιρῷ ἐκείνῳ λέγων κύριος ὁ θεὸς ὑμῶν ἔδωκεν ὑμῖν τὴν γῆν ταύτην ἐν κλήρῳ ἐνοπλισάμενοι προπορεύεσθε πρὸ προσώπου τῶν ἀδελφῶν ὑμῶν υἱῶν ισραηλ πᾶς δυνατός

19 πλὴν αἱ γυναῖκες ὑμῶν καὶ τὰ τέκνα ὑμῶν καὶ τὰ κτήνη ὑμῶν οἶδα ὅτι πολλὰ κτήνη ὑμῖν κατοικείτωσαν ἐν ταῖς πόλεσιν ὑμῶν αἷς ἔδωκα ὑμῖν

20 ἕως ἂν καταπαύσῃ κύριος ὁ θεὸς ὑμῶν τοὺς ἀδελφοὺς ὑμῶν ὥσπερ καὶ ὑμᾶς καὶ κατακληρονομήσουσιν καὶ οὗτοι τὴν γῆν ἣν κύριος ὁ θεὸς ἡμῶν δίδωσιν αὐτοῖς ἐν τῷ πέραν τοῦ ιορδάνου καὶ ἐπαναστραφήσεσθε ἕκαστος εἰς τὴν κληρονομίαν αὐτοῦ ἣν ἔδωκα ὑμῖν

21 καὶ τῷ ἰησοῖ ἐνετειλάμην ἐν τῷ καιρῷ ἐκείνῳ λέγων οἱ ὀφθαλμοὶ ὑμῶν ἑωράκασιν πάντα ὅσα ἐποίησεν κύριος ὁ θεὸς ἡμῶν τοῖς δυσὶ βασιλεῦσι τούτοις οὕτως ποιήσει κύριος ὁ θεὸς ἡμῶν πάσας τὰς βασιλείας ἐφ' ἃς σὺ διαβαίνεις ἐκεῖ

22 οὐ φοβηθήσεσθε ὅτι κύριος ὁ θεὸς ἡμῶν αὐτὸς πολεμήσει περὶ ὑμῶν

23 καὶ ἐδεήθην κυρίου ἐν τῷ καιρῷ ἐκείνῳ λέγων

24 κύριε κύριε σὺ ἤρξω δεῖξαι τῷ σῷ θεράποντι τὴν ἰσχύν σου καὶ τὴν δύναμίν σου καὶ τὴν χεῖρα τὴν κραταιὰν καὶ τὸν βραχίονα τὸν ὑψηλόν τίς γάρ ἐστιν θεὸς ἐν τῷ οὐρανῷ ἢ ἐπὶ τῆς γῆς ὅστις ποιήσει καθὰ σὺ ἐποίησας καὶ κατὰ τὴν ἰσχύν σου

25 διαβὰς οὖν ὄψομαι τὴν γῆν τὴν ἀγαθὴν ταύτην τὴν οὖσαν πέραν τοῦ ιορδάνου τὸ ὄρος τοῦτο τὸ ἀγαθὸν καὶ τὸν ἀντιλίβανον

26 καὶ ὑπερεῖδεν κύριος ἐμὲ ἕνεκεν ὑμῶν καὶ οὐκ εἰσήκουσέν μου καὶ εἶπεν κύριος πρός με ἱκανούσθω σοι μὴ προσθῇς ἔτι λαλῆσαι τὸν λόγον τοῦτον

27 ἀνάβηθι ἐπὶ κορυφὴν λελαξευμένου καὶ ἀναβλέψας τοῖς ὀφθαλμοῖς κατὰ θάλασσαν καὶ βορρᾶν καὶ λίβα καὶ ἀνατολὰς καὶ ἰδὲ τοῖς ὀφθαλμοῖς σου ὅτι οὐ διαβήσῃ τὸν ιορδάνην τοῦτον

28 καὶ ἔντειλαι ἰησοῖ καὶ κατίσχυσον αὐτὸν καὶ παρακάλεσον αὐτόν ὅτι οὗτος διαβήσεται πρὸ προσώπου τοῦ λαοῦ τούτου καὶ αὐτὸς κατακληρονομήσει αὐτοῖς τὴν γῆν ἣν ἑώρακας

29 καὶ ἐνεκαθήμεθα ἐν νάπῃ σύνεγγυς οἴκου φογωρ

   

De obras de Swedenborg

 

Apocalypse Revealed #468

Estudiar este pasaje

  
/ 962  
  

468. And his feet like pillars of fire. This symbolizes the Lord's Divinity on the natural plane in respect to His Divine love, which sustains all things.

This, too, is apparent, from the explanation in no. 49 above, where it is said of the Son of Man that "His feet were like fine brass, as though fired in a furnace."

The angel's feet looked like pillars of fire because the Lord's Divinity on the natural plane - which fundamentally is the Divine humanity that He took on in the world - supports His Divinity from eternity, as the body does the soul, and likewise as the Word's natural meaning supports its spiritual and celestial meanings, on which subject see The Doctrine of the New Jerusalem Regarding the Sacred Scripture, nos. 27-49. To be shown that feet symbolize something natural, see no. 49, and a pillar something that supports, no. 191.

Fire symbolizes love because spiritual fire is nothing else. Therefore it is customary in worship to pray that heavenly fire, that is to say, heavenly love, may kindle the worshipers' hearts. People know that there is a correspondence between fire and love from the fact that a person grows warm with love, and cold with its loss. Nothing else produces vital warmth but love, in both senses. The origin of these correspondences is owing to the existence of two suns, one in the heavens, which is pure love, and the other in the world, which is nothing but fire. This, too, is the reason for the correspondence between all spiritual and natural things.

[2] Since fire symbolizes Divine love, therefore on Mount Horeb Jehovah appeared to Moses in a bush on fire (Exodus 3:1-3). Moreover He descended upon Mount Sinai in fire (Deuteronomy 4:36). For this reason, too, the seven lamps of the lampstand in the Tabernacle were lit every evening, so as to burn before Jehovah (Leviticus 24:2-4). For the same reason fire burned continually on the altar and was not extinguished (Leviticus 6:13), and the priests took fire from the altar in their censers and burned incense (Leviticus 16:12-13).

Therefore Jehovah went before the children of Israel by night in a pillar of fire (Exodus 13:21-22). Fire from heaven consumed the burnt offerings on the altar, as a sign of His being well pleased (Leviticus 9:24, 1 Kings 18:38). The burnt offerings were called offerings by fire to Jehovah, and offerings by fire for a restful aroma to Jehovah (Exodus 29:18; Leviticus 1:9, 13, 17; 2:2, 9-11; 3:5, 16; 4:35; 5:12; 7:30; 21:6; Numbers 28:2; Deuteronomy 18:1).

Therefore in the book of Revelation the Lord's eyes looked like a flame of fire (Revelation 1:14; 2:18; 19:12, cf. Daniel 10:5-6). And seven lamps of fire burned before the throne (Revelation 4:5).

It is apparent from this what lamps containing oil and lamps without oil symbolize (Matthew 25:1-11). The oil means fire, and thus love.

And so on in many other places.

In an opposite sense fire symbolizes hellish love, and this is plain from so many passages in the Word that it would be impossible to cite them all because of their number. See something on the subject in the book Heaven and Hell, published in London, nos. 566-575.

  
/ 962  
  

Many thanks to the General Church of the New Jerusalem, and to Rev. N.B. Rogers, translator, for the permission to use this translation.