42
κύκλῳ τῶν πόλεων τούτων πόλις καὶ τὰ περισπόρια κύκλῳ τῆς πόλεως πάσαις ταῖς πόλεσιν ταύταις
42a
καὶ συνετέλεσεν ἰησοῦς διαμερίσας τὴν γῆν ἐν τοῖς ὁρίοις αὐτῶν
42b
καὶ ἔδωκαν οἱ υἱοὶ ισραηλ μερίδα τῷ ἰησοῖ κατὰ πρόσταγμα κυρίου ἔδωκαν αὐτῷ τὴν πόλιν ἣν ᾐτήσατο τὴν θαμνασαραχ ἔδωκαν αὐτῷ ἐν τῷ ὄρει εφραιμ
42c
καὶ ᾠκοδόμησεν ἰησοῦς τὴν πόλιν καὶ ὤ|κησεν ἐν αὐτῇ
42d
καὶ ἔλαβεν ἰησοῦς τὰς μαχαίρας τὰς πετρίνας ἐν αἷς περιέτεμεν τοὺς υἱοὺς ισραηλ τοὺς γενομένους ἐν τῇ ὁδῷ ἐν τῇ ἐρήμῳ καὶ ἔθηκεν αὐτὰς ἐν θαμνασαραχ