Psalms 12

Funda

              |

1 εις το τελος ψαλμος τω δαυιδ

2 εως ποτε κυριε επιληση μου εις τελος εως ποτε αποστρεψεις το προσωπον σου απ' εμου

3 εως τινος θησομαι βουλας εν ψυχη μου οδυνας εν καρδια μου ημερας εως ποτε υψωθησεται ο εχθρος μου επ' εμε

4 επιβλεψον εισακουσον μου κυριε ο θεος μου φωτισον τους οφθαλμους μου μηποτε υπνωσω εις θανατον

5 μηποτε ειπη ο εχθρος μου ισχυσα προς αυτον οι θλιβοντες με αγαλλιασονται εαν σαλευθω

6 εγω δε επι τω ελεει σου ηλπισα αγαλλιασεται η καρδια μου επι τω σωτηριω σου ασω τω κυριω τω ευεργετησαντι με και ψαλω τω ονοματι κυριου του υψιστου

Scroll to see more.