圣经文本

 

Genesis第46章

学习

   

1 ἀπάρας δὲ ισραηλ αὐτὸς καὶ πάντα τὰ αὐτοῦ ἦλθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου καὶ ἔθυσεν θυσίαν τῷ θεῷ τοῦ πατρὸς αὐτοῦ ισαακ

2 εἶπεν δὲ ὁ θεὸς ισραηλ ἐν ὁράματι τῆς νυκτὸς εἴπας ιακωβ ιακωβ ὁ δὲ εἶπεν τί ἐστιν

3 λέγων ἐγώ εἰμι ὁ θεὸς τῶν πατέρων σου μὴ φοβοῦ καταβῆναι εἰς αἴγυπτον εἰς γὰρ ἔθνος μέγα ποιήσω σε ἐκεῖ

4 καὶ ἐγὼ καταβήσομαι μετὰ σοῦ εἰς αἴγυπτον καὶ ἐγὼ ἀναβιβάσω σε εἰς τέλος καὶ ιωσηφ ἐπιβαλεῖ τὰς χεῖρας ἐπὶ τοὺς ὀφθαλμούς σου

5 ἀνέστη δὲ ιακωβ ἀπὸ τοῦ φρέατος τοῦ ὅρκου καὶ ἀνέλαβον οἱ υἱοὶ ισραηλ τὸν πατέρα αὐτῶν καὶ τὴν ἀποσκευὴν καὶ τὰς γυναῖκας αὐτῶν ἐπὶ τὰς ἁμάξας ἃς ἀπέστειλεν ιωσηφ ἆραι αὐτόν

6 καὶ ἀναλαβόντες τὰ ὑπάρχοντα αὐτῶν καὶ πᾶσαν τὴν κτῆσιν ἣν ἐκτήσαντο ἐν γῇ χανααν εἰσῆλθον εἰς αἴγυπτον ιακωβ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ μετ' αὐτοῦ

7 υἱοὶ καὶ οἱ υἱοὶ τῶν υἱῶν αὐτοῦ μετ' αὐτοῦ θυγατέρες καὶ θυγατέρες τῶν υἱῶν αὐτοῦ καὶ πᾶν τὸ σπέρμα αὐτοῦ ἤγαγεν εἰς αἴγυπτον

8 ταῦτα δὲ τὰ ὀνόματα τῶν υἱῶν ισραηλ τῶν εἰσελθόντων εἰς αἴγυπτον ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ πρωτότοκος ιακωβ ρουβην

9 υἱοὶ δὲ ρουβην ενωχ καὶ φαλλους ασρων καὶ χαρμι

10 υἱοὶ δὲ συμεων ιεμουηλ καὶ ιαμιν καὶ αωδ καὶ ιαχιν καὶ σααρ καὶ σαουλ υἱὸς τῆς χανανίτιδος

11 υἱοὶ δὲ λευι γηρσων κααθ καὶ μεραρι

12 υἱοὶ δὲ ιουδα ηρ καὶ αυναν καὶ σηλωμ καὶ φαρες καὶ ζαρα ἀπέθανεν δὲ ηρ καὶ αυναν ἐν γῇ χανααν ἐγένοντο δὲ υἱοὶ φαρες ασρων καὶ ιεμουηλ

13 υἱοὶ δὲ ισσαχαρ θωλα καὶ φουα καὶ ιασουβ καὶ ζαμβραμ

14 υἱοὶ δὲ ζαβουλων σερεδ καὶ αλλων καὶ αλοηλ

15 οὗτοι υἱοὶ λειας οὓς ἔτεκεν τῷ ιακωβ ἐν μεσοποταμίᾳ τῆς συρίας καὶ διναν τὴν θυγατέρα αὐτοῦ πᾶσαι αἱ ψυχαί υἱοὶ καὶ θυγατέρες τριάκοντα τρεῖς

16 υἱοὶ δὲ γαδ σαφων καὶ αγγις καὶ σαυνις καὶ θασοβαν καὶ αηδις καὶ αροηδις καὶ αροηλις

17 υἱοὶ δὲ ασηρ ιεμνα καὶ ιεσουα καὶ ιεουλ καὶ βαρια καὶ σαρα ἀδελφὴ αὐτῶν υἱοὶ δὲ βαρια χοβορ καὶ μελχιηλ

18 οὗτοι υἱοὶ ζελφας ἣν ἔδωκεν λαβαν λεια τῇ θυγατρὶ αὐτοῦ ἣ ἔτεκεν τούτους τῷ ιακωβ δέκα ἓξ ψυχάς

19 υἱοὶ δὲ ραχηλ γυναικὸς ιακωβ ιωσηφ καὶ βενιαμιν

20 ἐγένοντο δὲ υἱοὶ ιωσηφ ἐν γῇ αἰγύπτῳ οὓς ἔτεκεν αὐτῷ ασεννεθ θυγάτηρ πετεφρη ἱερέως ἡλίου πόλεως τὸν μανασση καὶ τὸν εφραιμ ἐγένοντο δὲ υἱοὶ μανασση οὓς ἔτεκεν αὐτῷ ἡ παλλακὴ ἡ σύρα τὸν μαχιρ μαχιρ δὲ ἐγέννησεν τὸν γαλααδ υἱοὶ δὲ εφραιμ ἀδελφοῦ μανασση σουταλααμ καὶ τααμ υἱοὶ δὲ σουταλααμ εδεμ

21 υἱοὶ δὲ βενιαμιν βαλα καὶ χοβωρ καὶ ασβηλ ἐγένοντο δὲ υἱοὶ βαλα γηρα καὶ νοεμαν καὶ αγχις καὶ ρως καὶ μαμφιν καὶ οφιμιν γηρα δὲ ἐγέννησεν τὸν αραδ

22 οὗτοι υἱοὶ ραχηλ οὓς ἔτεκεν τῷ ιακωβ πᾶσαι ψυχαὶ δέκα ὀκτώ

23 υἱοὶ δὲ δαν ασομ

24 καὶ υἱοὶ νεφθαλι ασιηλ καὶ γωυνι καὶ ισσααρ καὶ συλλημ

25 οὗτοι υἱοὶ βαλλας ἣν ἔδωκεν λαβαν ραχηλ τῇ θυγατρὶ αὐτοῦ ἣ ἔτεκεν τούτους τῷ ιακωβ πᾶσαι ψυχαὶ ἑπτά

26 πᾶσαι δὲ ψυχαὶ αἱ εἰσελθοῦσαι μετὰ ιακωβ εἰς αἴγυπτον οἱ ἐξελθόντες ἐκ τῶν μηρῶν αὐτοῦ χωρὶς τῶν γυναικῶν υἱῶν ιακωβ πᾶσαι ψυχαὶ ἑξήκοντα ἕξ

27 υἱοὶ δὲ ιωσηφ οἱ γενόμενοι αὐτῷ ἐν γῇ αἰγύπτῳ ψυχαὶ ἐννέα πᾶσαι ψυχαὶ οἴκου ιακωβ αἱ εἰσελθοῦσαι εἰς αἴγυπτον ἑβδομήκοντα πέντε

28 τὸν δὲ ιουδαν ἀπέστειλεν ἔμπροσθεν αὐτοῦ πρὸς ιωσηφ συναντῆσαι αὐτῷ καθ' ἡρώων πόλιν εἰς γῆν ραμεσση

29 ζεύξας δὲ ιωσηφ τὰ ἅρματα αὐτοῦ ἀνέβη εἰς συνάντησιν ισραηλ τῷ πατρὶ αὐτοῦ καθ' ἡρώων πόλιν καὶ ὀφθεὶς αὐτῷ ἐπέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσεν κλαυθμῷ πλείονι

30 καὶ εἶπεν ισραηλ πρὸς ιωσηφ ἀποθανοῦμαι ἀπὸ τοῦ νῦν ἐπεὶ ἑώρακα τὸ πρόσωπόν σου ἔτι γὰρ σὺ ζῇς

31 εἶπεν δὲ ιωσηφ πρὸς τοὺς ἀδελφοὺς αὐτοῦ ἀναβὰς ἀπαγγελῶ τῷ φαραω καὶ ἐρῶ αὐτῷ οἱ ἀδελφοί μου καὶ ὁ οἶκος τοῦ πατρός μου οἳ ἦσαν ἐν γῇ χανααν ἥκασιν πρός με

32 οἱ δὲ ἄνδρες εἰσὶν ποιμένες ἄνδρες γὰρ κτηνοτρόφοι ἦσαν καὶ τὰ κτήνη καὶ τοὺς βόας καὶ πάντα τὰ αὐτῶν ἀγειόχασιν

33 ἐὰν οὖν καλέσῃ ὑμᾶς φαραω καὶ εἴπῃ ὑμῖν τί τὸ ἔργον ὑμῶν ἐστιν

34 ἐρεῖτε ἄνδρες κτηνοτρόφοι ἐσμὲν οἱ παῖδές σου ἐκ παιδὸς ἕως τοῦ νῦν καὶ ἡμεῖς καὶ οἱ πατέρες ἡμῶν ἵνα κατοικήσητε ἐν γῇ γεσεμ ἀραβίᾳ βδέλυγμα γάρ ἐστιν αἰγυπτίοις πᾶς ποιμὴν προβάτων

   

来自斯威登堡的著作

 

Arcana Coelestia#6013

学习本章节

  
/10837  
  

6013. 'And their young children' means accompanied by aspects of innocence. This is clear from the meaning of 'young children' as innocence, dealt with in 3183, 5608. Natural truth is said to be accompanied by aspects of innocence, and also those of charity, for the reason that if it lacks innocence and charity spiritual truths cannot cause it to move ahead. For to be genuine, truth must derive its essence and life from charity, and charity must derive its essence and life from innocence. Indeed these inner virtues which give truth its life follow one another in this order: What is inmost is innocence; below this comes charity; and what is lowest is a charitable deed motivated by or done in conformity with truth. The reason why they follow one another in this way is that they follow one another in heaven in that order. The inmost or third heaven is the heaven of innocence; the middle or second heaven is the heaven of charity that has innocence from the inmost heaven within it; and the lowest or first heaven is the heaven of truth that has charity from the second heaven within it, and innocence from the third within that charity.

[2] These virtues ought to exist in the same order in man, for interiorly the human being is so created that he conforms to an image of the three heavens. This also is why a person who has been regenerated is an individual heaven or the smallest form heaven can take. But exteriorly, especially so far as his body is concerned, he is so created that he conforms to an image of the world, which was why the ancients called him the microcosm. The ear has been made to conform to the whole nature of air and sound; the eye to conform to the whole nature of the ether and light; the tongue to every perception of particles dissolved and suspended in fluids; the nostrils to the perception of particles suspended in the atmosphere; touch to the perception of cold and heat, and also of weights; and so on. Just as a person's external senses conform to an entire image of the natural world, so his internal senses, which are those of his understanding and will, have been so created that they conform to an entire image of heaven. They have been created like this so that the human being as an individual, like heaven as a general whole, may be a recipient of Divine Good from the Lord.

  
/10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.