圣经文本

 

Genesis第33章

学习

   

1 ἀναβλέψας δὲ ιακωβ εἶδεν καὶ ἰδοὺ ησαυ ὁ ἀδελφὸς αὐτοῦ ἐρχόμενος καὶ τετρακόσιοι ἄνδρες μετ' αὐτοῦ καὶ ἐπιδιεῖλεν ιακωβ τὰ παιδία ἐπὶ λειαν καὶ ραχηλ καὶ τὰς δύο παιδίσκας

2 καὶ ἐποίησεν τὰς δύο παιδίσκας καὶ τοὺς υἱοὺς αὐτῶν ἐν πρώτοις καὶ λειαν καὶ τὰ παιδία αὐτῆς ὀπίσω καὶ ραχηλ καὶ ιωσηφ ἐσχάτους

3 αὐτὸς δὲ προῆλθεν ἔμπροσθεν αὐτῶν καὶ προσεκύνησεν ἐπὶ τὴν γῆν ἑπτάκις ἕως τοῦ ἐγγίσαι τοῦ ἀδελφοῦ αὐτοῦ

4 καὶ προσέδραμεν ησαυ εἰς συνάντησιν αὐτῷ καὶ περιλαβὼν αὐτὸν ἐφίλησεν καὶ προσέπεσεν ἐπὶ τὸν τράχηλον αὐτοῦ καὶ ἔκλαυσαν ἀμφότεροι

5 καὶ ἀναβλέψας εἶδεν τὰς γυναῖκας καὶ τὰ παιδία καὶ εἶπεν τί ταῦτά σοί ἐστιν ὁ δὲ εἶπεν τὰ παιδία οἷς ἠλέησεν ὁ θεὸς τὸν παῖδά σου

6 καὶ προσήγγισαν αἱ παιδίσκαι καὶ τὰ τέκνα αὐτῶν καὶ προσεκύνησαν

7 καὶ προσήγγισεν λεια καὶ τὰ τέκνα αὐτῆς καὶ προσεκύνησαν καὶ μετὰ ταῦτα προσήγγισεν ραχηλ καὶ ιωσηφ καὶ προσεκύνησαν

8 καὶ εἶπεν τί ταῦτά σοί ἐστιν πᾶσαι αἱ παρεμβολαὶ αὗται αἷς ἀπήντηκα ὁ δὲ εἶπεν ἵνα εὕρῃ ὁ παῖς σου χάριν ἐναντίον σου κύριε

9 εἶπεν δὲ ησαυ ἔστιν μοι πολλά ἄδελφε ἔστω σοι τὰ σά

10 εἶπεν δὲ ιακωβ εἰ εὕρηκα χάριν ἐναντίον σου δέξαι τὰ δῶρα διὰ τῶν ἐμῶν χειρῶν ἕνεκεν τούτου εἶδον τὸ πρόσωπόν σου ὡς ἄν τις ἴδοι πρόσωπον θεοῦ καὶ εὐδοκήσεις με

11 λαβὲ τὰς εὐλογίας μου ἃς ἤνεγκά σοι ὅτι ἠλέησέν με ὁ θεὸς καὶ ἔστιν μοι πάντα καὶ ἐβιάσατο αὐτόν καὶ ἔλαβεν

12 καὶ εἶπεν ἀπάραντες πορευσόμεθα ἐπ' εὐθεῖαν

13 εἶπεν δὲ αὐτῷ ὁ κύριός μου γινώσκει ὅτι τὰ παιδία ἁπαλώτερα καὶ τὰ πρόβατα καὶ αἱ βόες λοχεύονται ἐπ' ἐμέ ἐὰν οὖν καταδιώξω αὐτοὺς ἡμέραν μίαν ἀποθανοῦνται πάντα τὰ κτήνη

14 προελθέτω ὁ κύριός μου ἔμπροσθεν τοῦ παιδός ἐγὼ δὲ ἐνισχύσω ἐν τῇ ὁδῷ κατὰ σχολὴν τῆς πορεύσεως τῆς ἐναντίον μου καὶ κατὰ πόδα τῶν παιδαρίων ἕως τοῦ με ἐλθεῖν πρὸς τὸν κύριόν μου εἰς σηιρ

15 εἶπεν δὲ ησαυ καταλείψω μετὰ σοῦ ἀπὸ τοῦ λαοῦ τοῦ μετ' ἐμοῦ ὁ δὲ εἶπεν ἵνα τί τοῦτο ἱκανὸν ὅτι εὗρον χάριν ἐναντίον σου κύριε

16 ἀπέστρεψεν δὲ ησαυ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ εἰς τὴν ὁδὸν αὐτοῦ εἰς σηιρ

17 καὶ ιακωβ ἀπαίρει εἰς σκηνάς καὶ ἐποίησεν ἑαυτῷ ἐκεῖ οἰκίας καὶ τοῖς κτήνεσιν αὐτοῦ ἐποίησεν σκηνάς διὰ τοῦτο ἐκάλεσεν τὸ ὄνομα τοῦ τόπου ἐκείνου σκηναί

18 καὶ ἦλθεν ιακωβ εἰς σαλημ πόλιν σικιμων ἥ ἐστιν ἐν γῇ χανααν ὅτε ἦλθεν ἐκ τῆς μεσοποταμίας συρίας καὶ παρενέβαλεν κατὰ πρόσωπον τῆς πόλεως

19 καὶ ἐκτήσατο τὴν μερίδα τοῦ ἀγροῦ οὗ ἔστησεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ παρὰ εμμωρ πατρὸς συχεμ ἑκατὸν ἀμνῶν

20 καὶ ἔστησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸν θεὸν ισραηλ

   

来自斯威登堡的著作

 

Arcana Coelestia#3616

学习本章节

  
/10837  
  

3616. 'And I send and fetch you from there' means that at that point the end in view has been reached. This is clear from what comes before and after; for the end in view, meant here by 'sending and fetching you from there', is reached when truth accords with good, and in that way truth has been made subject to good, and is subservient to it. This end, following Jacob's stay with Laban, is represented by the occasion when Esau ran to meet Jacob, and embraced him, and fell on his neck, and kissed him, and they wept, Genesis 33:4. For when the end in view, which is conjunction, is reached, the good of the rational flows into the good of the natural directly, and through the good of the natural into the truth there, as well as indirectly through the truth of the rational into the truth of the natural, and through the truth of the natural into the good there, 3573. From this it is evident why Rebekah, who represents the truth of the rational, said to Jacob, who represents the truth of the natural, 'I send and fetch you from there'.

  
/10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.