Psalms第14章

学习

  

1 ψαλμος τω δαυιδ κυριε τις παροικησει εν τω σκηνωματι σου και τις κατασκηνωσει εν τω ορει τω αγιω σου

2 πορευομενος αμωμος και εργαζομενος δικαιοσυνην λαλων αληθειαν εν καρδια αυτου

3 ος ουκ εδολωσεν εν γλωσση αυτου ουδε εποιησεν τω πλησιον αυτου κακον και ονειδισμον ουκ ελαβεν επι τους εγγιστα αυτου

4 εξουδενωται ενωπιον αυτου πονηρευομενος τους δε φοβουμενους κυριον δοξαζει ο ομνυων τω πλησιον αυτου και ουκ αθετων

5 το αργυριον αυτου ουκ εδωκεν επι τοκω και δωρα επ' αθωοις ουκ ελαβεν ο ποιων ταυτα ου σαλευθησεται εις τον αιωνα

Scroll to see more.