Numbers第34章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第33章   Numbers第35章 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 εντειλαι τοις υιοις ισραηλ και ερεις προς αυτους υμεις εισπορευεσθε εις την γην χανααν αυτη εσται υμιν εις κληρονομιαν γη χανααν συν τοις οριοις αυτης

3 και εσται υμιν το κλιτος το προς λιβα απο ερημου σιν εως εχομενον εδωμ και εσται υμιν τα ορια προς λιβα απο μερους της θαλασσης της αλυκης απο ανατολων

4 και κυκλωσει υμας τα ορια απο λιβος προς αναβασιν ακραβιν και παρελευσεται σεννα και εσται η διεξοδος αυτου προς λιβα καδης του βαρνη και εξελευσεται εις επαυλιν αραδ και παρελευσεται ασεμωνα

5 και κυκλωσει τα ορια απο ασεμωνα χειμαρρουν αιγυπτου και εσται η διεξοδος η θαλασσα

6 και τα ορια της θαλασσης εσται υμιν η θαλασσα η μεγαλη οριει τουτο εσται υμιν τα ορια της θαλασσης

7 και τουτο εσται τα ορια υμιν προς βορραν απο της θαλασσης της μεγαλης καταμετρησετε υμιν αυτοις παρα το ορος το ορος

8 και απο του ορους το ορος καταμετρησετε αυτοις εισπορευομενων εις εμαθ και εσται η διεξοδος αυτου τα ορια σαραδα

9 και εξελευσεται τα ορια δεφρωνα και εσται η διεξοδος αυτου ασερναιν τουτο εσται υμιν ορια απο βορρα

10 και καταμετρησετε υμιν αυτοις τα ορια ανατολων απο ασερναιν σεπφαμα

11 και καταβησεται τα ορια απο σεπφαμ αρβηλα απο ανατολων επι πηγας και καταβησεται τα ορια βηλα επι νωτου θαλασσης χεναρα απο ανατολων

12 και καταβησεται τα ορια επι τον ιορδανην και εσται η διεξοδος θαλασσα η αλυκη αυτη εσται υμιν η γη και τα ορια αυτης κυκλω

13 και ενετειλατο μωυσης τοις υιοις ισραηλ λεγων αυτη η γη ην κατακληρονομησετε αυτην μετα κληρου ον τροπον συνεταξεν κυριος τω μωυση δουναι αυτην ταις εννεα φυλαις και τω ημισει φυλης μανασση

14 οτι ελαβεν φυλη υιων ρουβην και φυλη υιων γαδ κατ' οικους πατριων αυτων και το ημισυ φυλης μανασση απελαβον τους κληρους αυτων

15 δυο φυλαι και ημισυ φυλης ελαβον τους κληρους αυτων περαν του ιορδανου κατα ιεριχω απο νοτου κατ' ανατολας

16 και ελαλησεν κυριος προς μωυσην λεγων

17 ταυτα τα ονοματα των ανδρων οι κληρονομησουσιν υμιν την γην ελεαζαρ ο ιερευς και ιησους ο του ναυη

18 και αρχοντα ενα εκ φυλης λημψεσθε κατακληρονομησαι υμιν την γην

19 και ταυτα τα ονοματα των ανδρων της φυλης ιουδα χαλεβ υιος ιεφοννη

20 της φυλης συμεων σαλαμιηλ υιος εμιουδ

21 της φυλης βενιαμιν ελδαδ υιος χασλων

22 της φυλης δαν αρχων βακχιρ υιος εγλι

23 των υιων ιωσηφ φυλης υιων μανασση αρχων ανιηλ υιος ουφι

24 της φυλης υιων εφραιμ αρχων καμουηλ υιος σαβαθα

25 της φυλης ζαβουλων αρχων ελισαφαν υιος φαρναχ

26 της φυλης υιων ισσαχαρ αρχων φαλτιηλ υιος οζα

27 της φυλης υιων ασηρ αρχων αχιωρ υιος σελεμι

28 της φυλης νεφθαλι αρχων φαδαηλ υιος βεναμιουδ

29 ουτοι οις ενετειλατο κυριος καταμερισαι τοις υιοις ισραηλ εν γη χανααν

← Numbers第33章   Numbers第35章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 1585, 3708, 3858, 3862

Apocalypse Revealed 349, 352

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: