Numbers第31章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第30章   Numbers第32章 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 εκδικει την εκδικησιν υιων ισραηλ εκ των μαδιανιτων και εσχατον προστεθηση προς τον λαον σου

3 και ελαλησεν μωυσης προς τον λαον λεγων εξοπλισατε εξ υμων ανδρας παραταξασθαι εναντι κυριου επι μαδιαν αποδουναι εκδικησιν παρα του κυριου τη μαδιαν

4 χιλιους εκ φυλης χιλιους εκ φυλης εκ πασων φυλων ισραηλ αποστειλατε παραταξασθαι

5 και εξηριθμησαν εκ των χιλιαδων ισραηλ χιλιους εκ φυλης δωδεκα χιλιαδες ενωπλισμενοι εις παραταξιν

6 και απεστειλεν αυτους μωυσης χιλιους εκ φυλης χιλιους εκ φυλης συν δυναμει αυτων και φινεες υιον ελεαζαρ υιου ααρων του ιερεως και τα σκευη τα αγια και αι σαλπιγγες των σημασιων εν ταις χερσιν αυτων

7 και παρεταξαντο επι μαδιαν καθα ενετειλατο κυριος τω μωυση και απεκτειναν παν αρσενικον

8 και τους βασιλεις μαδιαν απεκτειναν αμα τοις τραυματιαις αυτων και τον ευιν και τον σουρ και τον ροκομ και τον ουρ και τον ροβοκ πεντε βασιλεις μαδιαν και τον βαλααμ υιον βεωρ απεκτειναν εν ρομφαια συν τοις τραυματιαις αυτων

9 και επρονομευσαν τας γυναικας μαδιαν και την αποσκευην αυτων και τα κτηνη αυτων και παντα τα εγκτητα αυτων και την δυναμιν αυτων επρονομευσαν

10 και πασας τας πολεις αυτων τας εν ταις οικιαις αυτων και τας επαυλεις αυτων ενεπρησαν εν πυρι

11 και ελαβον πασαν την προνομην και παντα τα σκυλα αυτων απο ανθρωπου εως κτηνους

12 και ηγαγον προς μωυσην και προς ελεαζαρ τον ιερεα και προς παντας υιους ισραηλ την αιχμαλωσιαν και τα σκυλα και την προνομην εις την παρεμβολην εις αραβωθ μωαβ η εστιν επι του ιορδανου κατα ιεριχω

13 και εξηλθεν μωυσης και ελεαζαρ ο ιερευς και παντες οι αρχοντες της συναγωγης εις συναντησιν αυτοις εξω της παρεμβολης

14 και ωργισθη μωυσης επι τοις επισκοποις της δυναμεως χιλιαρχοις και εκατονταρχοις τοις ερχομενοις εκ της παραταξεως του πολεμου

15 και ειπεν αυτοις μωυσης ινα τι εζωγρησατε παν θηλυ

16 αυται γαρ ησαν τοις υιοις ισραηλ κατα το ρημα βαλααμ του αποστησαι και υπεριδειν το ρημα κυριου ενεκεν φογωρ και εγενετο η πληγη εν τη συναγωγη κυριου

17 και νυν αποκτεινατε παν αρσενικον εν παση τη απαρτια και πασαν γυναικα ητις εγνωκεν κοιτην αρσενος αποκτεινατε

18 πασαν την απαρτιαν των γυναικων ητις ουκ οιδεν κοιτην αρσενος ζωγρησατε αυτας

19 και υμεις παρεμβαλετε εξω της παρεμβολης επτα ημερας πας ο ανελων και ο απτομενος του τετρωμενου αγνισθησεται τη ημερα τη τριτη και τη ημερα τη εβδομη υμεις και η αιχμαλωσια υμων

20 και παν περιβλημα και παν σκευος δερματινον και πασαν εργασιαν εξ αιγειας και παν σκευος ξυλινον αφαγνιειτε

21 και ειπεν ελεαζαρ ο ιερευς προς τους ανδρας της δυναμεως τους ερχομενους εκ της παραταξεως του πολεμου τουτο το δικαιωμα του νομου ο συνεταξεν κυριος τω μωυση

22 πλην του χρυσιου και του αργυριου και χαλκου και σιδηρου και μολιβου και κασσιτερου

23 παν πραγμα ο διελευσεται εν πυρι και καθαρισθησεται αλλ' η τω υδατι του αγνισμου αγνισθησεται και παντα οσα εαν μη διαπορευηται δια πυρος διελευσεται δι' υδατος

24 και πλυνεισθε τα ιματια τη ημερα τη εβδομη και καθαρισθησεσθε και μετα ταυτα εισελευσεσθε εις την παρεμβολην

25 και ελαλησεν κυριος προς μωυσην λεγων

26 λαβε το κεφαλαιον των σκυλων της αιχμαλωσιας απο ανθρωπου εως κτηνους συ και ελεαζαρ ο ιερευς και οι αρχοντες των πατριων της συναγωγης

27 και διελειτε τα σκυλα ανα μεσον των πολεμιστων των εκπορευομενων εις την παραταξιν και ανα μεσον πασης συναγωγης

28 και αφελειτε τελος κυριω παρα των ανθρωπων των πολεμιστων των εκπεπορευμενων εις την παραταξιν μιαν ψυχην απο πεντακοσιων απο των ανθρωπων και απο των κτηνων και απο των βοων και απο των προβατων και απο των αιγων

29 και απο του ημισους αυτων λημψεσθε και δωσεις ελεαζαρ τω ιερει τας απαρχας κυριου

30 και απο του ημισους του των υιων ισραηλ λημψη ενα απο των πεντηκοντα απο των ανθρωπων και απο των βοων και απο των προβατων και απο των ονων και απο παντων των κτηνων και δωσεις αυτα τοις λευιταις τοις φυλασσουσιν τας φυλακας εν τη σκηνη κυριου

31 και εποιησεν μωυσης και ελεαζαρ ο ιερευς καθα συνεταξεν κυριος τω μωυση

32 και εγενηθη το πλεονασμα της προνομης ο επρονομευσαν οι ανδρες οι πολεμισται απο των προβατων εξακοσιαι χιλιαδες και εβδομηκοντα και πεντε χιλιαδες

33 και βοες δυο και εβδομηκοντα χιλιαδες

34 και ονοι μια και εξηκοντα χιλιαδες

35 και ψυχαι ανθρωπων απο των γυναικων αι ουκ εγνωσαν κοιτην ανδρος πασαι ψυχαι δυο και τριακοντα χιλιαδες

36 και εγενηθη το ημισευμα η μερις των εκπεπορευμενων εις τον πολεμον εκ του αριθμου των προβατων τριακοσιαι και τριακοντα χιλιαδες και επτακισχιλια και πεντακοσια

37 και εγενετο το τελος κυριω απο των προβατων εξακοσια εβδομηκοντα πεντε

38 και βοες εξ και τριακοντα χιλιαδες και το τελος κυριω δυο και εβδομηκοντα

39 και ονοι τριακοντα χιλιαδες και πεντακοσιοι και το τελος κυριω εις και εξηκοντα

40 και ψυχαι ανθρωπων εκκαιδεκα χιλιαδες και το τελος αυτων κυριω δυο και τριακοντα ψυχαι

41 και εδωκεν μωυσης το τελος κυριω το αφαιρεμα του θεου ελεαζαρ τω ιερει καθα συνεταξεν κυριος τω μωυση

42 απο του ημισευματος των υιων ισραηλ ους διειλεν μωυσης απο των ανδρων των πολεμιστων

43 και εγενετο το ημισευμα το της συναγωγης απο των προβατων τριακοσιαι χιλιαδες και τριακοντα χιλιαδες και επτακισχιλια και πεντακοσια

44 και βοες εξ και τριακοντα χιλιαδες

45 ονοι τριακοντα χιλιαδες και πεντακοσιοι

46 και ψυχαι ανθρωπων εξ και δεκα χιλιαδες

47 και ελαβεν μωυσης απο του ημισευματος των υιων ισραηλ το εν απο των πεντηκοντα απο των ανθρωπων και απο των κτηνων και εδωκεν αυτα τοις λευιταις τοις φυλασσουσιν τας φυλακας της σκηνης κυριου ον τροπον συνεταξεν κυριος τω μωυση

48 και προσηλθον προς μωυσην παντες οι καθεσταμενοι εις τας χιλιαρχιας της δυναμεως χιλιαρχοι και εκατονταρχοι

49 και ειπαν προς μωυσην οι παιδες σου ειληφασιν το κεφαλαιον των ανδρων των πολεμιστων των παρ' ημων και ου διαπεφωνηκεν απ' αυτων ουδε εις

50 και προσενηνοχαμεν το δωρον κυριω ανηρ ο ευρεν σκευος χρυσουν χλιδωνα και ψελιον και δακτυλιον και περιδεξιον και εμπλοκιον εξιλασασθαι περι ημων εναντι κυριου

51 και ελαβεν μωυσης και ελεαζαρ ο ιερευς το χρυσιον παρ' αυτων παν σκευος ειργασμενον

52 και εγενετο παν το χρυσιον το αφαιρεμα ο αφειλον κυριω εξ και δεκα χιλιαδες και επτακοσιοι και πεντηκοντα σικλοι παρα των χιλιαρχων και παρα των εκατονταρχων

53 και οι ανδρες οι πολεμισται επρονομευσαν εκαστος εαυτω

54 και ελαβεν μωυσης και ελεαζαρ ο ιερευς το χρυσιον παρα των χιλιαρχων και παρα των εκατονταρχων και εισηνεγκεν αυτα εις την σκηνην του μαρτυριου μνημοσυνον των υιων ισραηλ εναντι κυριου

← Numbers第30章   Numbers第32章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 901, 2702, 2788, 2799, 3242, 3255, 4236 ...

Apocalypse Revealed 114, 397, 505

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: