Numbers第30章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第29章   Numbers第31章 →

1 και ελαλησεν μωυσης τοις υιοις ισραηλ κατα παντα οσα ενετειλατο κυριος τω μωυση

2 και ελαλησεν μωυσης προς τους αρχοντας των φυλων ισραηλ λεγων τουτο το ρημα ο συνεταξεν κυριος

3 ανθρωπος ανθρωπος ος αν ευξηται ευχην κυριω η ομοση ορκον η ορισηται ορισμω περι της ψυχης αυτου ου βεβηλωσει το ρημα αυτου παντα οσα εαν εξελθη εκ του στοματος αυτου ποιησει

4 εαν δε γυνη ευξηται ευχην κυριω η ορισηται ορισμον εν τω οικω του πατρος αυτης εν τη νεοτητι αυτης

5 και ακουση ο πατηρ αυτης τας ευχας αυτης και τους ορισμους αυτης ους ωρισατο κατα της ψυχης αυτης και παρασιωπηση αυτης ο πατηρ και στησονται πασαι αι ευχαι αυτης και παντες οι ορισμοι ους ωρισατο κατα της ψυχης αυτης μενουσιν αυτη

6 εαν δε ανανευων ανανευση ο πατηρ αυτης η αν ημερα ακουση πασας τας ευχας αυτης και τους ορισμους ους ωρισατο κατα της ψυχης αυτης ου στησονται και κυριος καθαριει αυτην οτι ανενευσεν ο πατηρ αυτης

7 εαν δε γενομενη γενηται ανδρι και αι ευχαι αυτης επ' αυτη κατα την διαστολην των χειλεων αυτης ους ωρισατο κατα της ψυχης αυτης

8 και ακουση ο ανηρ αυτης και παρασιωπηση αυτη η αν ημερα ακουση και ουτως στησονται πασαι αι ευχαι αυτης και οι ορισμοι αυτης ους ωρισατο κατα της ψυχης αυτης στησονται

9 εαν δε ανανευων ανανευση ο ανηρ αυτης η αν ημερα ακουση πασαι αι ευχαι αυτης και οι ορισμοι αυτης ους ωρισατο κατα της ψυχης αυτης ου μενουσιν οτι ο ανηρ ανενευσεν απ' αυτης και κυριος καθαριει αυτην

10 και ευχη χηρας και εκβεβλημενης οσα αν ευξηται κατα της ψυχης αυτης μενουσιν αυτη

11 εαν δε εν τω οικω του ανδρος αυτης η ευχη αυτης η ο ορισμος κατα της ψυχης αυτης μεθ' ορκου

12 και ακουση ο ανηρ αυτης και παρασιωπηση αυτη και μη ανανευση αυτη και στησονται πασαι αι ευχαι αυτης και παντες οι ορισμοι αυτης ους ωρισατο κατα της ψυχης αυτης στησονται κατ' αυτης

13 εαν δε περιελων περιελη ο ανηρ αυτης η αν ημερα ακουση παντα οσα εαν εξελθη εκ των χειλεων αυτης κατα τας ευχας αυτης και κατα τους ορισμους τους κατα της ψυχης αυτης ου μενει αυτη ο ανηρ αυτης περιειλεν και κυριος καθαρισει αυτην

14 πασα ευχη και πας ορκος δεσμου κακωσαι ψυχην ο ανηρ αυτης στησει αυτη και ο ανηρ αυτης περιελει

15 εαν δε σιωπων παρασιωπηση αυτη ημεραν εξ ημερας και στησει αυτη πασας τας ευχας αυτης και τους ορισμους τους επ' αυτης στησει αυτη οτι εσιωπησεν αυτη τη ημερα η ηκουσεν

16 εαν δε περιελων περιελη αυτης μετα την ημεραν ην ηκουσεν και λημψεται την αμαρτιαν αυτου

17 ταυτα τα δικαιωματα οσα ενετειλατο κυριος τω μωυση ανα μεσον ανδρος και γυναικος αυτου και ανα μεσον πατρος και θυγατρος εν νεοτητι εν οικω πατρος

← Numbers第29章   Numbers第31章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 3994, 4581, 10132


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: