Numbers第28章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第27章   Numbers第29章 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 εντειλαι τοις υιοις ισραηλ και ερεις προς αυτους λεγων τα δωρα μου δοματα μου καρπωματα μου εις οσμην ευωδιας διατηρησετε προσφερειν εμοι εν ταις εορταις μου

3 και ερεις προς αυτους ταυτα τα καρπωματα οσα προσαξετε κυριω αμνους ενιαυσιους αμωμους δυο την ημεραν εις ολοκαυτωσιν ενδελεχως

4 τον αμνον τον ενα ποιησεις το πρωι και τον αμνον τον δευτερον ποιησεις το προς εσπεραν

5 και ποιησεις το δεκατον του οιφι σεμιδαλιν εις θυσιαν αναπεποιημενην εν ελαιω εν τεταρτω του ιν

6 ολοκαυτωμα ενδελεχισμου η γενομενη εν τω ορει σινα εις οσμην ευωδιας κυριω

7 και σπονδην αυτου το τεταρτον του ιν τω αμνω τω ενι εν τω αγιω σπεισεις σπονδην σικερα κυριω

8 και τον αμνον τον δευτερον ποιησεις το προς εσπεραν κατα την θυσιαν αυτου και κατα την σπονδην αυτου ποιησετε εις οσμην ευωδιας κυριω

9 και τη ημερα των σαββατων προσαξετε δυο αμνους ενιαυσιους αμωμους και δυο δεκατα σεμιδαλεως αναπεποιημενης εν ελαιω εις θυσιαν και σπονδην

10 ολοκαυτωμα σαββατων εν τοις σαββατοις επι της ολοκαυτωσεως της δια παντος και την σπονδην αυτου

11 και εν ταις νεομηνιαις προσαξετε ολοκαυτωματα τω κυριω μοσχους εκ βοων δυο και κριον ενα αμνους ενιαυσιους επτα αμωμους

12 τρια δεκατα σεμιδαλεως αναπεποιημενης εν ελαιω τω μοσχω τω ενι και δυο δεκατα σεμιδαλεως αναπεποιημενης εν ελαιω τω κριω τω ενι

13 δεκατον σεμιδαλεως αναπεποιημενης εν ελαιω τω αμνω τω ενι θυσιαν οσμην ευωδιας καρπωμα κυριω

14 η σπονδη αυτων το ημισυ του ιν εσται τω μοσχω τω ενι και το τριτον του ιν εσται τω κριω τω ενι και το τεταρτον του ιν εσται τω αμνω τω ενι οινου τουτο ολοκαυτωμα μηνα εκ μηνος εις τους μηνας του ενιαυτου

15 και χιμαρον εξ αιγων ενα περι αμαρτιας κυριω επι της ολοκαυτωσεως της δια παντος ποιηθησεται και η σπονδη αυτου

16 και εν τω μηνι τω πρωτω τεσσαρεσκαιδεκατη ημερα του μηνος πασχα κυριω

17 και τη πεντεκαιδεκατη ημερα του μηνος τουτου εορτη επτα ημερας αζυμα εδεσθε

18 και η ημερα η πρωτη επικλητος αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε

19 και προσαξετε ολοκαυτωματα καρπωματα κυριω μοσχους εκ βοων δυο κριον ενα επτα αμνους ενιαυσιους αμωμοι εσονται υμιν

20 και η θυσια αυτων σεμιδαλις αναπεποιημενη εν ελαιω τρια δεκατα τω μοσχω τω ενι και δυο δεκατα τω κριω τω ενι

21 δεκατον δεκατον ποιησεις τω αμνω τω ενι τοις επτα αμνοις

22 και χιμαρον εξ αιγων ενα περι αμαρτιας εξιλασασθαι περι υμων

23 πλην της ολοκαυτωσεως της δια παντος της πρωινης ο εστιν ολοκαυτωμα ενδελεχισμου

24 ταυτα κατα ταυτα ποιησετε την ημεραν εις τας επτα ημερας δωρον καρπωμα εις οσμην ευωδιας κυριω επι του ολοκαυτωματος του δια παντος ποιησεις την σπονδην αυτου

25 και η ημερα η εβδομη κλητη αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε εν αυτη

26 και τη ημερα των νεων οταν προσφερητε θυσιαν νεαν κυριω των εβδομαδων επικλητος αγια εσται υμιν παν εργον λατρευτον ου ποιησετε

27 και προσαξετε ολοκαυτωματα εις οσμην ευωδιας κυριω μοσχους εκ βοων δυο κριον ενα επτα αμνους ενιαυσιους αμωμους

28 η θυσια αυτων σεμιδαλις αναπεποιημενη εν ελαιω τρια δεκατα τω μοσχω τω ενι και δυο δεκατα τω κριω τω ενι

29 δεκατον δεκατον τω αμνω τω ενι τοις επτα αμνοις

30 και χιμαρον εξ αιγων ενα περι αμαρτιας εξιλασασθαι περι υμων

31 πλην του ολοκαυτωματος του δια παντος και την θυσιαν αυτων ποιησετε μοι αμωμοι εσονται υμιν και τας σπονδας αυτων

← Numbers第27章   Numbers第29章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 922, 925, 1071, 2165, 2177, 2276, 2280 ...

Apocalypse Revealed 242, 278, 316, 468, 623, 778

Heaven and Hell 287

True Christian Religion 707

The New Jerusalem and its Heavenly Doctrine 221

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: