Numbers第27章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第26章   Numbers第28章 →

1 και προσελθουσαι αι θυγατερες σαλπααδ υιου οφερ υιου γαλααδ υιου μαχιρ του δημου μανασση των υιων ιωσηφ και ταυτα τα ονοματα αυτων μαλα και νουα και εγλα και μελχα και θερσα

2 και στασαι εναντι μωυση και εναντι ελεαζαρ του ιερεως και εναντι των αρχοντων και εναντι πασης συναγωγης επι της θυρας της σκηνης του μαρτυριου λεγουσιν

3 ο πατηρ ημων απεθανεν εν τη ερημω και αυτος ουκ ην εν μεσω της συναγωγης της επισυστασης εναντι κυριου εν τη συναγωγη κορε οτι δια αμαρτιαν αυτου απεθανεν και υιοι ουκ εγενοντο αυτω

4 μη εξαλειφθητω το ονομα του πατρος ημων εκ μεσου του δημου αυτου οτι ουκ εστιν αυτω υιος δοτε ημιν κατασχεσιν εν μεσω αδελφων πατρος ημων

5 και προσηγαγεν μωυσης την κρισιν αυτων εναντι κυριου

6 και ελαλησεν κυριος προς μωυσην λεγων

7 ορθως θυγατερες σαλπααδ λελαληκασιν δομα δωσεις αυταις κατασχεσιν κληρονομιας εν μεσω αδελφων πατρος αυτων και περιθησεις τον κληρον του πατρος αυτων αυταις

8 και τοις υιοις ισραηλ λαλησεις λεγων ανθρωπος εαν αποθανη και υιος μη η αυτω περιθησετε την κληρονομιαν αυτου τη θυγατρι αυτου

9 εαν δε μη η θυγατηρ αυτω δωσετε την κληρονομιαν τω αδελφω αυτου

10 εαν δε μη ωσιν αυτω αδελφοι δωσετε την κληρονομιαν τω αδελφω του πατρος αυτου

11 εαν δε μη ωσιν αδελφοι του πατρος αυτου δωσετε την κληρονομιαν τω οικειω τω εγγιστα αυτου εκ της φυλης αυτου κληρονομησει τα αυτου και εσται τουτο τοις υιοις ισραηλ δικαιωμα κρισεως καθα συνεταξεν κυριος τω μωυση

12 και ειπεν κυριος προς μωυσην αναβηθι εις το ορος το εν τω περαν τουτο ορος ναβαυ και ιδε την γην χανααν ην εγω διδωμι τοις υιοις ισραηλ εν κατασχεσει

13 και οψει αυτην και προστεθηση προς τον λαον σου και συ καθα προσετεθη ααρων ο αδελφος σου εν ωρ τω ορει

14 διοτι παρεβητε το ρημα μου εν τη ερημω σιν εν τω αντιπιπτειν την συναγωγην αγιασαι με ουχ ηγιασατε με επι τω υδατι εναντι αυτων τουτο εστιν υδωρ αντιλογιας καδης εν τη ερημω σιν

15 και ειπεν μωυσης προς κυριον

16 επισκεψασθω κυριος ο θεος των πνευματων και πασης σαρκος ανθρωπον επι της συναγωγης ταυτης

17 οστις εξελευσεται προ προσωπου αυτων και οστις εισελευσεται προ προσωπου αυτων και οστις εξαξει αυτους και οστις εισαξει αυτους και ουκ εσται η συναγωγη κυριου ωσει προβατα οις ουκ εστιν ποιμην

18 και ελαλησεν κυριος προς μωυσην λεγων λαβε προς σεαυτον τον ιησουν υιον ναυη ανθρωπον ος εχει πνευμα εν εαυτω και επιθησεις τας χειρας σου επ' αυτον

19 και στησεις αυτον εναντι ελεαζαρ του ιερεως και εντελη αυτω εναντι πασης συναγωγης και εντελη περι αυτου εναντιον αυτων

20 και δωσεις της δοξης σου επ' αυτον οπως αν εισακουσωσιν αυτου οι υιοι ισραηλ

21 και εναντι ελεαζαρ του ιερεως στησεται και επερωτησουσιν αυτον την κρισιν των δηλων εναντι κυριου επι τω στοματι αυτου εξελευσονται και επι τω στοματι αυτου εισελευσονται αυτος και οι υιοι ισραηλ ομοθυμαδον και πασα η συναγωγη

22 και εποιησεν μωυσης καθα ενετειλατο αυτω κυριος και λαβων τον ιησουν εστησεν αυτον εναντιον ελεαζαρ του ιερεως και εναντι πασης συναγωγης

23 και επεθηκεν τας χειρας αυτου επ' αυτον και συνεστησεν αυτον καθαπερ συνεταξεν κυριος τω μωυση

← Numbers第26章   Numbers第28章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 878, 1678, 3255, 3703, 3862, 8588, 9857 ...

The Lord 49

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: