Numbers第24章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第23章   Numbers第25章 →

1 και ιδων βαλααμ οτι καλον εστιν εναντι κυριου ευλογειν τον ισραηλ ουκ επορευθη κατα το ειωθος εις συναντησιν τοις οιωνοις και απεστρεψεν το προσωπον αυτου εις την ερημον

2 και εξαρας βαλααμ τους οφθαλμους αυτου καθορα τον ισραηλ εστρατοπεδευκοτα κατα φυλας και εγενετο πνευμα θεου εν αυτω

3 και αναλαβων την παραβολην αυτου ειπεν φησιν βαλααμ υιος βεωρ φησιν ο ανθρωπος ο αληθινως ορων

4 φησιν ακουων λογια θεου οστις ορασιν θεου ειδεν εν υπνω αποκεκαλυμμενοι οι οφθαλμοι αυτου

5 ως καλοι σου οι οικοι ιακωβ αι σκηναι σου ισραηλ

6 ωσει ναπαι σκιαζουσαι και ωσει παραδεισοι επι ποταμων και ωσει σκηναι ας επηξεν κυριος ωσει κεδροι παρ' υδατα

7 εξελευσεται ανθρωπος εκ του σπερματος αυτου και κυριευσει εθνων πολλων και υψωθησεται η γωγ βασιλεια αυτου και αυξηθησεται η βασιλεια αυτου

8 θεος ωδηγησεν αυτον εξ αιγυπτου ως δοξα μονοκερωτος αυτω εδεται εθνη εχθρων αυτου και τα παχη αυτων εκμυελιει και ταις βολισιν αυτου κατατοξευσει εχθρον

9 κατακλιθεις ανεπαυσατο ως λεων και ως σκυμνος τις αναστησει αυτον οι ευλογουντες σε ευλογηνται και οι καταρωμενοι σε κεκατηρανται

10 και εθυμωθη βαλακ επι βαλααμ και συνεκροτησεν ταις χερσιν αυτου και ειπεν βαλακ προς βαλααμ καταρασθαι τον εχθρον μου κεκληκα σε και ιδου ευλογων ευλογησας τριτον τουτο

11 νυν ουν φευγε εις τον τοπον σου ειπα τιμησω σε και νυν εστερησεν σε κυριος της δοξης

12 και ειπεν βαλααμ προς βαλακ ουχι και τοις αγγελοις σου ους απεστειλας προς με ελαλησα λεγων

13 εαν μοι δω βαλακ πληρη τον οικον αυτου αργυριου και χρυσιου ου δυνησομαι παραβηναι το ρημα κυριου ποιησαι αυτο πονηρον η καλον παρ' εμαυτου οσα εαν ειπη ο θεος ταυτα ερω

14 και νυν ιδου αποτρεχω εις τον τοπον μου δευρο συμβουλευσω σοι τι ποιησει ο λαος ουτος τον λαον σου επ' εσχατου των ημερων

15 και αναλαβων την παραβολην αυτου ειπεν φησιν βαλααμ υιος βεωρ φησιν ο ανθρωπος ο αληθινως ορων

16 ακουων λογια θεου επισταμενος επιστημην παρα υψιστου και ορασιν θεου ιδων εν υπνω αποκεκαλυμμενοι οι οφθαλμοι αυτου

17 δειξω αυτω και ουχι νυν μακαριζω και ουκ εγγιζει ανατελει αστρον εξ ιακωβ και αναστησεται ανθρωπος εξ ισραηλ και θραυσει τους αρχηγους μωαβ και προνομευσει παντας υιους σηθ

18 και εσται εδωμ κληρονομια και εσται κληρονομια ησαυ ο εχθρος αυτου και ισραηλ εποιησεν εν ισχυι

19 και εξεγερθησεται εξ ιακωβ και απολει σωζομενον εκ πολεως

20 και ιδων τον αμαληκ και αναλαβων την παραβολην αυτου ειπεν αρχη εθνων αμαληκ και το σπερμα αυτων απολειται

21 και ιδων τον καιναιον και αναλαβων την παραβολην αυτου ειπεν ισχυρα η κατοικια σου και εαν θης εν πετρα την νοσσιαν σου

22 και εαν γενηται τω βεωρ νεοσσια πανουργιας ασσυριοι σε αιχμαλωτευσουσιν

23 και ιδων τον ωγ και αναλαβων την παραβολην αυτου ειπεν ω ω τις ζησεται οταν θη ταυτα ο θεος

24 και εξελευσεται εκ χειρος κιτιαιων και κακωσουσιν ασσουρ και κακωσουσιν εβραιους και αυτοι ομοθυμαδον απολουνται

25 και αναστας βαλααμ απηλθεν αποστραφεις εις τον τοπον αυτου και βαλακ απηλθεν προς εαυτον

← Numbers第23章   Numbers第25章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 108, 212, 402, 1156, 1675, 1679, 1756 ...

Apocalypse Revealed 90, 114, 241, 342, 349, 406, 409 ...

Sacred Scripture 101, 103

Heaven and Hell 76

True Christian Religion 264

Show Unpublished Work(s)

Bible Studies:

To Open Our Eyes

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: