Numbers第23章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第22章   Numbers第24章 →

1 και ειπεν βαλααμ τω βαλακ οικοδομησον μοι ενταυθα επτα βωμους και ετοιμασον μοι ενταυθα επτα μοσχους και επτα κριους

2 και εποιησεν βαλακ ον τροπον ειπεν αυτω βαλααμ και ανηνεγκεν μοσχον και κριον επι τον βωμον

3 και ειπεν βαλααμ προς βαλακ παραστηθι επι της θυσιας σου και πορευσομαι ει μοι φανειται ο θεος εν συναντησει και ρημα ο εαν μοι δειξη αναγγελω σοι και παρεστη βαλακ επι της θυσιας αυτου και βαλααμ επορευθη επερωτησαι τον θεον και επορευθη ευθειαν

4 και εφανη ο θεος τω βαλααμ και ειπεν προς αυτον βαλααμ τους επτα βωμους ητοιμασα και ανεβιβασα μοσχον και κριον επι τον βωμον

5 και ενεβαλεν ο θεος ρημα εις το στομα βαλααμ και ειπεν επιστραφεις προς βαλακ ουτως λαλησεις

6 και απεστραφη προς αυτον και οδε εφειστηκει επι των ολοκαυτωματων αυτου και παντες οι αρχοντες μωαβ μετ' αυτου

7 και εγενηθη πνευμα θεου επ' αυτω και αναλαβων την παραβολην αυτου ειπεν εκ μεσοποταμιας μετεπεμψατο με βαλακ βασιλευς μωαβ εξ ορεων απ' ανατολων λεγων δευρο αρασαι μοι τον ιακωβ και δευρο επικαταρασαι μοι τον ισραηλ

8 τι αρασωμαι ον μη καταραται κυριος η τι καταρασωμαι ον μη καταραται ο θεος

9 οτι απο κορυφης ορεων οψομαι αυτον και απο βουνων προσνοησω αυτον ιδου λαος μονος κατοικησει και εν εθνεσιν ου συλλογισθησεται

10 τις εξηκριβασατο το σπερμα ιακωβ και τις εξαριθμησεται δημους ισραηλ αποθανοι η ψυχη μου εν ψυχαις δικαιων και γενοιτο το σπερμα μου ως το σπερμα τουτων

11 και ειπεν βαλακ προς βαλααμ τι πεποιηκας μοι εις καταρασιν εχθρων μου κεκληκα σε και ιδου ευλογηκας ευλογιαν

12 και ειπεν βαλααμ προς βαλακ ουχι οσα εαν εμβαλη ο θεος εις το στομα μου τουτο φυλαξω λαλησαι

13 και ειπεν προς αυτον βαλακ δευρο ετι μετ' εμου εις τοπον αλλον εξ ων ουκ οψη αυτον εκειθεν αλλ' η μερος τι αυτου οψη παντας δε ου μη ιδης και καταρασαι μοι αυτον εκειθεν

14 και παρελαβεν αυτον εις αγρου σκοπιαν επι κορυφην λελαξευμενου και ωκοδομησεν εκει επτα βωμους και ανεβιβασεν μοσχον και κριον επι τον βωμον

15 και ειπεν βαλααμ προς βαλακ παραστηθι επι της θυσιας σου εγω δε πορευσομαι επερωτησαι τον θεον

16 και συνηντησεν ο θεος τω βαλααμ και ενεβαλεν ρημα εις το στομα αυτου και ειπεν αποστραφητι προς βαλακ και ταδε λαλησεις

17 και απεστραφη προς αυτον και οδε εφειστηκει επι της ολοκαυτωσεως αυτου και παντες οι αρχοντες μωαβ μετ' αυτου και ειπεν αυτω βαλακ τι ελαλησεν κυριος

18 και αναλαβων την παραβολην αυτου ειπεν αναστηθι βαλακ και ακουε ενωτισαι μαρτυς υιος σεπφωρ

19 ουχ ως ανθρωπος ο θεος διαρτηθηναι ουδε ως υιος ανθρωπου απειληθηναι αυτος ειπας ουχι ποιησει λαλησει και ουχι εμμενει

20 ιδου ευλογειν παρειλημμαι ευλογησω και ου μη αποστρεψω

21 ουκ εσται μοχθος εν ιακωβ ουδε οφθησεται πονος εν ισραηλ κυριος ο θεος αυτου μετ' αυτου τα ενδοξα αρχοντων εν αυτω

22 θεος ο εξαγαγων αυτους εξ αιγυπτου ως δοξα μονοκερωτος αυτω

23 ου γαρ εστιν οιωνισμος εν ιακωβ ουδε μαντεια εν ισραηλ κατα καιρον ρηθησεται ιακωβ και τω ισραηλ τι επιτελεσει ο θεος

24 ιδου λαος ως σκυμνος αναστησεται και ως λεων γαυριωθησεται ου κοιμηθησεται εως φαγη θηραν και αιμα τραυματιων πιεται

25 και ειπεν βαλακ προς βαλααμ ουτε καταραις καταραση μοι αυτον ουτε ευλογων μη ευλογησης αυτον

26 και αποκριθεις βαλααμ ειπεν τω βαλακ ουκ ελαλησα σοι λεγων το ρημα ο εαν λαληση ο θεος τουτο ποιησω

27 και ειπεν βαλακ προς βαλααμ δευρο παραλαβω σε εις τοπον αλλον ει αρεσει τω θεω και καταρασαι μοι αυτον εκειθεν

28 και παρελαβεν βαλακ τον βαλααμ επι κορυφην του φογωρ το παρατεινον εις την ερημον

29 και ειπεν βαλααμ προς βαλακ οικοδομησον μοι ωδε επτα βωμους και ετοιμασον μοι ωδε επτα μοσχους και επτα κριους

30 και εποιησεν βαλακ καθαπερ ειπεν αυτω βαλααμ και ανηνεγκεν μοσχον και κριον επι τον βωμον

← Numbers第22章   Numbers第24章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 139, 587, 921, 1343, 1756, 1992, 2898 ...

Apocalypse Revealed 114, 241

Sacred Scripture 51, 101, 103

True Christian Religion 226

Show Unpublished Work(s)

Bible Studies:

What Have I Done?

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: