Numbers第21章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第20章   Numbers第22章 →

1 και ηκουσεν ο χανανις βασιλευς αραδ ο κατοικων κατα την ερημον ηλθεν γαρ ισραηλ οδον αθαριν και επολεμησεν προς ισραηλ και κατεπρονομευσαν εξ αυτων αιχμαλωσιαν

2 και ηυξατο ισραηλ ευχην κυριω και ειπεν εαν μοι παραδως τον λαον τουτον υποχειριον αναθεματιω αυτον και τας πολεις αυτου

3 και εισηκουσεν κυριος της φωνης ισραηλ και παρεδωκεν τον χανανιν υποχειριον αυτου και ανεθεματισεν αυτον και τας πολεις αυτου και επεκαλεσαν το ονομα του τοπου εκεινου αναθεμα

4 και απαραντες εξ ωρ του ορους οδον επι θαλασσαν ερυθραν περιεκυκλωσαν γην εδωμ και ωλιγοψυχησεν ο λαος εν τη οδω

5 και κατελαλει ο λαος προς τον θεον και κατα μωυση λεγοντες ινα τι εξηγαγες ημας εξ αιγυπτου αποκτειναι ημας εν τη ερημω οτι ουκ εστιν αρτος ουδε υδωρ η δε ψυχη ημων προσωχθισεν εν τω αρτω τω διακενω

6 και απεστειλεν κυριος εις τον λαον τους οφεις τους θανατουντας και εδακνον τον λαον και απεθανεν λαος πολυς των υιων ισραηλ

7 και παραγενομενος ο λαος προς μωυσην ελεγον οτι ημαρτομεν οτι κατελαλησαμεν κατα του κυριου και κατα σου ευξαι ουν προς κυριον και αφελετω αφ' ημων τον οφιν και ηυξατο μωυσης προς κυριον περι του λαου

8 και ειπεν κυριος προς μωυσην ποιησον σεαυτω οφιν και θες αυτον επι σημειου και εσται εαν δακη οφις ανθρωπον πας ο δεδηγμενος ιδων αυτον ζησεται

9 και εποιησεν μωυσης οφιν χαλκουν και εστησεν αυτον επι σημειου και εγενετο οταν εδακνεν οφις ανθρωπον και επεβλεψεν επι τον οφιν τον χαλκουν και εζη

10 και απηραν οι υιοι ισραηλ και παρενεβαλον εν ωβωθ

11 και εξαραντες εξ ωβωθ παρενεβαλον εν αχελγαι εκ του περαν εν τη ερημω η εστιν κατα προσωπον μωαβ κατα ανατολας ηλιου

12 εκειθεν απηραν και παρενεβαλον εις φαραγγα ζαρετ

13 και εκειθεν απαραντες παρενεβαλον εις το περαν αρνων εν τη ερημω το εξεχον απο των οριων των αμορραιων εστιν γαρ αρνων ορια μωαβ ανα μεσον μωαβ και ανα μεσον του αμορραιου

14 δια τουτο λεγεται εν βιβλιω πολεμος του κυριου την ζωοβ εφλογισεν και τους χειμαρρους αρνων

15 και τους χειμαρρους κατεστησεν κατοικισαι ηρ και προσκειται τοις οριοις μωαβ

16 και εκειθεν το φρεαρ τουτο εστιν το φρεαρ ο ειπεν κυριος προς μωυσην συναγαγε τον λαον και δωσω αυτοις υδωρ πιειν

17 τοτε ησεν ισραηλ το ασμα τουτο επι του φρεατος εξαρχετε αυτω

18 φρεαρ ωρυξαν αυτο αρχοντες εξελατομησαν αυτο βασιλεις εθνων εν τη βασιλεια αυτων εν τω κυριευσαι αυτων και απο φρεατος εις μανθαναιν

19 και απο μανθαναιν εις νααλιηλ και απο νααλιηλ εις βαμωθ

20 και απο βαμωθ εις ναπην η εστιν εν τω πεδιω μωαβ απο κορυφης του λελαξευμενου το βλεπον κατα προσωπον της ερημου

21 και απεστειλεν μωυσης πρεσβεις προς σηων βασιλεα αμορραιων λογοις ειρηνικοις λεγων

22 παρελευσομεθα δια της γης σου τη οδω πορευσομεθα ουκ εκκλινουμεν ουτε εις αγρον ουτε εις αμπελωνα ου πιομεθα υδωρ εκ φρεατος σου οδω βασιλικη πορευσομεθα εως παρελθωμεν τα ορια σου

23 και ουκ εδωκεν σηων τω ισραηλ παρελθειν δια των οριων αυτου και συνηγαγεν σηων παντα τον λαον αυτου και εξηλθεν παραταξασθαι τω ισραηλ εις την ερημον και ηλθεν εις ιασσα και παρεταξατο τω ισραηλ

24 και επαταξεν αυτον ισραηλ φονω μαχαιρης και κατεκυριευσαν της γης αυτου απο αρνων εως ιαβοκ εως υιων αμμαν οτι ιαζηρ ορια υιων αμμων εστιν

25 και ελαβεν ισραηλ πασας τας πολεις ταυτας και κατωκησεν ισραηλ εν πασαις ταις πολεσιν των αμορραιων εν εσεβων και εν πασαις ταις συγκυρουσαις αυτη

26 εστιν γαρ εσεβων πολις σηων του βασιλεως των αμορραιων και ουτος επολεμησεν βασιλεα μωαβ το προτερον και ελαβον πασαν την γην αυτου απο αροηρ εως αρνων

27 δια τουτο ερουσιν οι αινιγματισται ελθετε εις εσεβων ινα οικοδομηθη και κατασκευασθη πολις σηων

28 οτι πυρ εξηλθεν εξ εσεβων φλοξ εκ πολεως σηων και κατεφαγεν εως μωαβ και κατεπιεν στηλας αρνων

29 ουαι σοι μωαβ απωλου λαος χαμως απεδοθησαν οι υιοι αυτων διασωζεσθαι και αι θυγατερες αυτων αιχμαλωτοι τω βασιλει των αμορραιων σηων

30 και το σπερμα αυτων απολειται εσεβων εως δαιβων και αι γυναικες ετι προσεξεκαυσαν πυρ επι μωαβ

31 κατωκησεν δε ισραηλ εν πασαις ταις πολεσιν των αμορραιων

32 και απεστειλεν μωυσης κατασκεψασθαι την ιαζηρ και κατελαβοντο αυτην και τας κωμας αυτης και εξεβαλον τον αμορραιον τον κατοικουντα εκει

33 και επιστρεψαντες ανεβησαν οδον την εις βασαν και εξηλθεν ωγ βασιλευς της βασαν εις συναντησιν αυτοις και πας ο λαος αυτου εις πολεμον εις εδραιν

34 και ειπεν κυριος προς μωυσην μη φοβηθης αυτον οτι εις τας χειρας σου παραδεδωκα αυτον και παντα τον λαον αυτου και πασαν την γην αυτου και ποιησεις αυτω καθως εποιησας τω σηων βασιλει των αμορραιων ος κατωκει εν εσεβων

35 και επαταξεν αυτον και τους υιους αυτου και παντα τον λαον αυτου εως του μη καταλιπειν αυτου ζωγρειαν και εκληρονομησαν την γην αυτων

← Numbers第20章   Numbers第22章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 276, 425, 897, 1664, 1756, 2468, 2686 ...

Apocalypse Revealed 11, 49, 455, 469, 485, 775, 862

Conjugial Love 77

Sacred Scripture 103

True Christian Religion 265

Show Unpublished Work(s)

Bible Studies:

Out of Egypt

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: