Numbers第12章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Numbers第11章   Numbers第13章 →

1 και ελαλησεν μαριαμ και ααρων κατα μωυση ενεκεν της γυναικος της αιθιοπισσης ην ελαβεν μωυσης οτι γυναικα αιθιοπισσαν ελαβεν

2 και ειπαν μη μωυση μονω λελαληκεν κυριος ουχι και ημιν ελαλησεν και ηκουσεν κυριος

3 και ο ανθρωπος μωυσης πραυς σφοδρα παρα παντας τους ανθρωπους τους οντας επι της γης

4 και ειπεν κυριος παραχρημα προς μωυσην και μαριαμ και ααρων εξελθατε υμεις οι τρεις εις την σκηνην του μαρτυριου και εξηλθον οι τρεις εις την σκηνην του μαρτυριου

5 και κατεβη κυριος εν στυλω νεφελης και εστη επι της θυρας της σκηνης του μαρτυριου και εκληθησαν ααρων και μαριαμ και εξηλθοσαν αμφοτεροι

6 και ειπεν προς αυτους ακουσατε των λογων μου εαν γενηται προφητης υμων κυριω εν οραματι αυτω γνωσθησομαι και εν υπνω λαλησω αυτω

7 ουχ ουτως ο θεραπων μου μωυσης εν ολω τω οικω μου πιστος εστιν

8 στομα κατα στομα λαλησω αυτω εν ειδει και ου δι' αινιγματων και την δοξαν κυριου ειδεν και δια τι ουκ εφοβηθητε καταλαλησαι κατα του θεραποντος μου μωυση

9 και οργη θυμου κυριου επ' αυτοις και απηλθεν

10 και η νεφελη απεστη απο της σκηνης και ιδου μαριαμ λεπρωσα ωσει χιων και επεβλεψεν ααρων επι μαριαμ και ιδου λεπρωσα

11 και ειπεν ααρων προς μωυσην δεομαι κυριε μη συνεπιθη ημιν αμαρτιαν διοτι ηγνοησαμεν καθοτι ημαρτομεν

12 μη γενηται ωσει ισον θανατω ωσει εκτρωμα εκπορευομενον εκ μητρας μητρος και κατεσθιει το ημισυ των σαρκων αυτης

13 και εβοησεν μωυσης προς κυριον λεγων ο θεος δεομαι σου ιασαι αυτην

14 και ειπεν κυριος προς μωυσην ει ο πατηρ αυτης πτυων ενεπτυσεν εις το προσωπον αυτης ουκ εντραπησεται επτα ημερας αφορισθητω επτα ημερας εξω της παρεμβολης και μετα ταυτα εισελευσεται

15 και αφωρισθη μαριαμ εξω της παρεμβολης επτα ημερας και ο λαος ουκ εξηρεν εως εκαθαρισθη μαριαμ

16 και μετα ταυτα εξηρεν ο λαος εξ ασηρωθ και παρενεβαλον εν τη ερημω του φαραν

← Numbers第11章   Numbers第13章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 1676, 2714, 4236, 10570

Apocalypse Revealed 862

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: