Leviticus第7章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第6章   Leviticus第8章 →

1 και ουτος ο νομος του κριου του περι της πλημμελειας αγια αγιων εστιν

2 εν τοπω ου σφαζουσιν το ολοκαυτωμα σφαξουσιν τον κριον της πλημμελειας εναντι κυριου και το αιμα προσχεει επι την βασιν του θυσιαστηριου κυκλω

3 και παν το στεαρ αυτου προσοισει απ' αυτου και την οσφυν και παν το στεαρ το κατακαλυπτον τα ενδοσθια και παν το στεαρ το επι των ενδοσθιων

4 και τους δυο νεφρους και το στεαρ το επ' αυτων το επι των μηριων και τον λοβον τον επι του ηπατος συν τοις νεφροις περιελει αυτα

5 και ανοισει αυτα ο ιερευς επι το θυσιαστηριον καρπωμα τω κυριω περι πλημμελειας εστιν

6 πας αρσην εκ των ιερεων εδεται αυτα εν τοπω αγιω εδονται αυτα αγια αγιων εστιν

7 ωσπερ το περι της αμαρτιας ουτω και το της πλημμελειας νομος εις αυτων ο ιερευς οστις εξιλασεται εν αυτω αυτω εσται

8 και ο ιερευς ο προσαγων ολοκαυτωμα ανθρωπου το δερμα της ολοκαυτωσεως ης αυτος προσφερει αυτω εσται

9 και πασα θυσια ητις ποιηθησεται εν τω κλιβανω και πασα ητις ποιηθησεται επ' εσχαρας η επι τηγανου του ιερεως του προσφεροντος αυτην αυτω εσται

10 και πασα θυσια αναπεποιημενη εν ελαιω και μη αναπεποιημενη πασι τοις υιοις ααρων εσται εκαστω το ισον

11 ουτος ο νομος θυσιας σωτηριου ην προσοισουσιν κυριω

12 εαν μεν περι αινεσεως προσφερη αυτην και προσοισει επι της θυσιας της αινεσεως αρτους εκ σεμιδαλεως αναπεποιημενους εν ελαιω λαγανα αζυμα διακεχρισμενα εν ελαιω και σεμιδαλιν πεφυραμενην εν ελαιω

13 επ' αρτοις ζυμιταις προσοισει τα δωρα αυτου επι θυσια αινεσεως σωτηριου

14 και προσαξει εν απο παντων των δωρων αυτου αφαιρεμα κυριω τω ιερει τω προσχεοντι το αιμα του σωτηριου αυτω εσται

15 και τα κρεα θυσιας αινεσεως σωτηριου αυτω εσται και εν η ημερα δωρειται βρωθησεται ου καταλειψουσιν απ' αυτου εις το πρωι

16 καν ευχη η εκουσιον θυσιαζη το δωρον αυτου η αν ημερα προσαγαγη την θυσιαν αυτου βρωθησεται και τη αυριον

17 και το καταλειφθεν απο των κρεων της θυσιας εως ημερας τριτης εν πυρι κατακαυθησεται

18 εαν δε φαγων φαγη απο των κρεων τη ημερα τη τριτη ου δεχθησεται αυτω τω προσφεροντι αυτο ου λογισθησεται αυτω μιασμα εστιν η δε ψυχη ητις εαν φαγη απ' αυτου την αμαρτιαν λημψεται

19 και κρεα οσα αν αψηται παντος ακαθαρτου ου βρωθησεται εν πυρι κατακαυθησεται πας καθαρος φαγεται κρεα

20 η δε ψυχη ητις εαν φαγη απο των κρεων της θυσιας του σωτηριου ο εστιν κυριου και η ακαθαρσια αυτου επ' αυτου απολειται η ψυχη εκεινη εκ του λαου αυτης

21 και ψυχη η αν αψηται παντος πραγματος ακαθαρτου η απο ακαθαρσιας ανθρωπου η των τετραποδων των ακαθαρτων η παντος βδελυγματος ακαθαρτου και φαγη απο των κρεων της θυσιας του σωτηριου ο εστιν κυριου απολειται η ψυχη εκεινη εκ του λαου αυτης

22 και ελαλησεν κυριος προς μωυσην λεγων

23 λαλησον τοις υιοις ισραηλ λεγων παν στεαρ βοων και προβατων και αιγων ουκ εδεσθε

24 και στεαρ θνησιμαιων και θηριαλωτον ποιηθησεται εις παν εργον και εις βρωσιν ου βρωθησεται

25 πας ο εσθων στεαρ απο των κτηνων ων προσαξει αυτων καρπωμα κυριω απολειται η ψυχη εκεινη απο του λαου αυτης

26 παν αιμα ουκ εδεσθε εν παση τη κατοικια υμων απο τε των πετεινων και απο των κτηνων

27 πασα ψυχη η αν φαγη αιμα απολειται η ψυχη εκεινη απο του λαου αυτης

28 και ελαλησεν κυριος προς μωυσην λεγων

29 και τοις υιοις ισραηλ λαλησεις λεγων ο προσφερων θυσιαν σωτηριου κυριω οισει το δωρον αυτου κυριω απο της θυσιας του σωτηριου

30 αι χειρες αυτου προσοισουσιν τα καρπωματα κυριω το στεαρ το επι του στηθυνιου και τον λοβον του ηπατος προσοισει αυτα ωστε επιθειναι δομα εναντι κυριου

31 και ανοισει ο ιερευς το στεαρ επι του θυσιαστηριου και εσται το στηθυνιον ααρων και τοις υιοις αυτου

32 και τον βραχιονα τον δεξιον δωσετε αφαιρεμα τω ιερει απο των θυσιων του σωτηριου υμων

33 ο προσφερων το αιμα του σωτηριου και το στεαρ απο των υιων ααρων αυτω εσται ο βραχιων ο δεξιος εν μεριδι

34 το γαρ στηθυνιον του επιθεματος και τον βραχιονα του αφαιρεματος ειληφα παρα των υιων ισραηλ απο των θυσιων του σωτηριου υμων και εδωκα αυτα ααρων τω ιερει και τοις υιοις αυτου νομιμον αιωνιον παρα των υιων ισραηλ

35 αυτη η χρισις ααρων και η χρισις των υιων αυτου απο των καρπωματων κυριου εν η ημερα προσηγαγετο αυτους του ιερατευειν τω κυριω

36 καθα ενετειλατο κυριος δουναι αυτοις η ημερα εχρισεν αυτους παρα των υιων ισραηλ νομιμον αιωνιον εις τας γενεας αυτων

37 ουτος ο νομος των ολοκαυτωματων και θυσιας και περι αμαρτιας και της πλημμελειας και της τελειωσεως και της θυσιας του σωτηριου

38 ον τροπον ενετειλατο κυριος τω μωυση εν τω ορει σινα η ημερα ενετειλατο τοις υιοις ισραηλ προσφερειν τα δωρα αυτων εναντι κυριου εν τη ερημω σινα

← Leviticus第6章   Leviticus第8章 →
研究内在含义

本章评论:

从斯威登堡的著作的解释和参考:

Apocalypse Revealed 392, 417, 468, 778, 782

Arcana Coelestia 353, 2187, 2788, 3400, 3813, 3818, 3880, ...

Divine Providence 231

The Lord 9

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2

翻译:
分享: