Leviticus第5章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第4章   Leviticus第6章 →

1 εαν δε ψυχη αμαρτη και ακουση φωνην ορκισμου και ουτος μαρτυς η εωρακεν η συνοιδεν εαν μη απαγγειλη λημψεται την αμαρτιαν

2 η ψυχη ητις εαν αψηται παντος πραγματος ακαθαρτου η θνησιμαιου η θηριαλωτου ακαθαρτου η των θνησιμαιων η των βδελυγματων των ακαθαρτων η των θνησιμαιων κτηνων των ακαθαρτων

3 η αψηται απο ακαθαρσιας ανθρωπου απο πασης ακαθαρσιας αυτου ης αν αψαμενος μιανθη και ελαθεν αυτον μετα τουτο δε γνω και πλημμεληση

4 η ψυχη η αν ομοση διαστελλουσα τοις χειλεσιν κακοποιησαι η καλως ποιησαι κατα παντα οσα εαν διαστειλη ο ανθρωπος μεθ' ορκου και λαθη αυτον προ οφθαλμων και ουτος γνω και αμαρτη εν τι τουτων

5 και εξαγορευσει την αμαρτιαν περι ων ημαρτηκεν κατ' αυτης

6 και οισει περι ων επλημμελησεν κυριω περι της αμαρτιας ης ημαρτεν θηλυ απο των προβατων αμναδα η χιμαιραν εξ αιγων περι αμαρτιας και εξιλασεται περι αυτου ο ιερευς περι της αμαρτιας αυτου ης ημαρτεν και αφεθησεται αυτω η αμαρτια

7 εαν δε μη ισχυση η χειρ αυτου το ικανον εις το προβατον οισει περι της αμαρτιας αυτου ης ημαρτεν δυο τρυγονας η δυο νεοσσους περιστερων κυριω ενα περι αμαρτιας και ενα εις ολοκαυτωμα

8 και οισει αυτα προς τον ιερεα και προσαξει ο ιερευς το περι της αμαρτιας προτερον και αποκνισει ο ιερευς την κεφαλην αυτου απο του σφονδυλου και ου διελει

9 και ρανει απο του αιματος του περι της αμαρτιας επι τον τοιχον του θυσιαστηριου το δε καταλοιπον του αιματος καταστραγγιει επι την βασιν του θυσιαστηριου αμαρτιας γαρ εστιν

10 και το δευτερον ποιησει ολοκαυτωμα ως καθηκει και εξιλασεται ο ιερευς περι της αμαρτιας αυτου ης ημαρτεν και αφεθησεται αυτω

11 εαν δε μη ευρισκη αυτου η χειρ ζευγος τρυγονων η δυο νεοσσους περιστερων και οισει το δωρον αυτου περι ου ημαρτεν το δεκατον του οιφι σεμιδαλιν περι αμαρτιας ουκ επιχεει επ' αυτο ελαιον ουδε επιθησει επ' αυτο λιβανον οτι περι αμαρτιας εστιν

12 και οισει αυτο προς τον ιερεα και δραξαμενος ο ιερευς απ' αυτης πληρη την δρακα το μνημοσυνον αυτης επιθησει επι το θυσιαστηριον των ολοκαυτωματων κυριω αμαρτια εστιν

13 και εξιλασεται περι αυτου ο ιερευς περι της αμαρτιας αυτου ης ημαρτεν εφ' ενος τουτων και αφεθησεται αυτω το δε καταλειφθεν εσται τω ιερει ως η θυσια της σεμιδαλεως

14 και ελαλησεν κυριος προς μωυσην λεγων

15 ψυχη εαν λαθη αυτον ληθη και αμαρτη ακουσιως απο των αγιων κυριου και οισει της πλημμελειας αυτου τω κυριω κριον αμωμον εκ των προβατων τιμης αργυριου σικλων τω σικλω των αγιων περι ου επλημμελησεν

16 και ο ημαρτεν απο των αγιων αποτεισαι αυτο και το επιπεμπτον προσθησει επ' αυτο και δωσει αυτο τω ιερει και ο ιερευς εξιλασεται περι αυτου εν τω κριω της πλημμελειας και αφεθησεται αυτω

17 και η ψυχη η αν αμαρτη και ποιηση μιαν απο πασων των εντολων κυριου ων ου δει ποιειν και ουκ εγνω και πλημμεληση και λαβη την αμαρτιαν

18 και οισει κριον αμωμον εκ των προβατων τιμης αργυριου εις πλημμελειαν προς τον ιερεα και εξιλασεται περι αυτου ο ιερευς περι της αγνοιας αυτου ης ηγνοησεν και αυτος ουκ ηδει και αφεθησεται αυτω

19 επλημμελησεν γαρ πλημμελησιν εναντι κυριου

20 και ελαλησεν κυριος προς μωυσην λεγων

21 ψυχη εαν αμαρτη και παριδων παριδη τας εντολας κυριου και ψευσηται τα προς τον πλησιον εν παραθηκη η περι κοινωνιας η περι αρπαγης η ηδικησεν τι τον πλησιον

22 η ευρεν απωλειαν και ψευσηται περι αυτης και ομοση αδικως περι ενος απο παντων ων εαν ποιηση ο ανθρωπος ωστε αμαρτειν εν τουτοις

23 και εσται ηνικα εαν αμαρτη και πλημμεληση και αποδω το αρπαγμα ο ηρπασεν η το αδικημα ο ηδικησεν η την παραθηκην ητις παρετεθη αυτω η την απωλειαν ην ευρεν

24 απο παντος πραγματος ου ωμοσεν περι αυτου αδικως και αποτεισει αυτο το κεφαλαιον και το πεμπτον προσθησει επ' αυτο τινος εστιν αυτω αποδωσει η ημερα ελεγχθη

25 και της πλημμελειας αυτου οισει τω κυριω κριον απο των προβατων αμωμον τιμης εις ο επλημμελησεν αυτω

26 και εξιλασεται περι αυτου ο ιερευς εναντι κυριου και αφεθησεται αυτω περι ενος απο παντων ων εποιησεν και επλημμελησεν αυτω

← Leviticus第4章   Leviticus第6章 →
研究内在含义

本章评论:

从斯威登堡的著作的解释和参考:

Apocalypse Revealed 379, 468, 778

Arcana Coelestia 649, 870, 994, 1001, 1832, 2177, 2959, ...

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2

翻译:
分享: