Leviticus第3章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第2章   Leviticus第4章 →

1 εαν δε θυσια σωτηριου το δωρον αυτου τω κυριω εαν μεν εκ των βοων αυτου προσαγαγη εαν τε αρσεν εαν τε θηλυ αμωμον προσαξει αυτο εναντιον κυριου

2 και επιθησει τας χειρας επι την κεφαλην του δωρου και σφαξει αυτο παρα τας θυρας της σκηνης του μαρτυριου και προσχεουσιν οι υιοι ααρων οι ιερεις το αιμα επι το θυσιαστηριον των ολοκαυτωματων κυκλω

3 και προσαξουσιν απο της θυσιας του σωτηριου καρπωμα κυριω το στεαρ το κατακαλυπτον την κοιλιαν και παν το στεαρ το επι της κοιλιας

4 και τους δυο νεφρους και το στεαρ το επ' αυτων το επι των μηριων και τον λοβον τον επι του ηπατος συν τοις νεφροις περιελει

5 και ανοισουσιν αυτα οι υιοι ααρων οι ιερεις επι το θυσιαστηριον επι τα ολοκαυτωματα επι τα ξυλα τα επι του πυρος επι του θυσιαστηριου καρπωμα οσμη ευωδιας κυριω

6 εαν δε απο των προβατων το δωρον αυτου θυσιαν σωτηριου τω κυριω αρσεν η θηλυ αμωμον προσοισει αυτο

7 εαν αρνα προσαγαγη το δωρον αυτου προσαξει αυτο εναντι κυριου

8 και επιθησει τας χειρας επι την κεφαλην του δωρου αυτου και σφαξει αυτο παρα τας θυρας της σκηνης του μαρτυριου και προσχεουσιν οι υιοι ααρων οι ιερεις το αιμα επι το θυσιαστηριον κυκλω

9 και προσοισει απο της θυσιας του σωτηριου καρπωμα τω θεω το στεαρ και την οσφυν αμωμον συν ταις ψοαις περιελει αυτο και το στεαρ της κοιλιας

10 και αμφοτερους τους νεφρους και το στεαρ το επ' αυτων το επι των μηριων και τον λοβον τον επι του ηπατος συν τοις νεφροις περιελων

11 ανοισει ο ιερευς επι το θυσιαστηριον οσμη ευωδιας καρπωμα κυριω

12 εαν δε απο των αιγων το δωρον αυτου και προσαξει εναντι κυριου

13 και επιθησει τας χειρας επι την κεφαλην αυτου και σφαξουσιν αυτο εναντι κυριου παρα τας θυρας της σκηνης του μαρτυριου και προσχεουσιν οι υιοι ααρων οι ιερεις το αιμα επι το θυσιαστηριον κυκλω

14 και ανοισει επ' αυτου καρπωμα κυριω το στεαρ το κατακαλυπτον την κοιλιαν και παν το στεαρ το επι της κοιλιας

15 και αμφοτερους τους νεφρους και παν το στεαρ το επ' αυτων το επι των μηριων και τον λοβον του ηπατος συν τοις νεφροις περιελει

16 και ανοισει ο ιερευς επι το θυσιαστηριον καρπωμα οσμη ευωδιας τω κυριω παν το στεαρ τω κυριω

17 νομιμον εις τον αιωνα εις τας γενεας υμων εν παση κατοικια υμων παν στεαρ και παν αιμα ουκ εδεσθε

← Leviticus第2章   Leviticus第4章 →
研究内在含义

本章评论:

从斯威登堡的著作的解释和参考:

Apocalypse Revealed 278, 379, 438, 468, 782

Arcana Coelestia 353, 925, 1001, 2165, 2180, 3994, 4735, ...

Conjugial Love 365

Divine Providence 231

The New Jerusalem and its Heavenly Doctrine 221

True Christian Religion 707

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2

翻译:
分享: