Leviticus第22章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第21章   Leviticus第23章 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 ειπον ααρων και τοις υιοις αυτου και προσεχετωσαν απο των αγιων των υιων ισραηλ και ου βεβηλωσουσιν το ονομα το αγιον μου οσα αυτοι αγιαζουσιν μοι εγω κυριος

3 ειπον αυτοις εις τας γενεας υμων πας ανθρωπος ος αν προσελθη απο παντος του σπερματος υμων προς τα αγια οσα αν αγιαζωσιν οι υιοι ισραηλ τω κυριω και η ακαθαρσια αυτου επ' αυτω εξολεθρευθησεται η ψυχη εκεινη απ' εμου εγω κυριος ο θεος υμων

4 και ανθρωπος εκ του σπερματος ααρων του ιερεως και ουτος λεπρα η γονορρυης των αγιων ουκ εδεται εως αν καθαρισθη και ο απτομενος πασης ακαθαρσιας ψυχης η ανθρωπος ω αν εξελθη εξ αυτου κοιτη σπερματος

5 η οστις αν αψηται παντος ερπετου ακαθαρτου ο μιανει αυτον η επ' ανθρωπω εν ω μιανει αυτον κατα πασαν ακαθαρσιαν αυτου

6 ψυχη ητις αν αψηται αυτων ακαθαρτος εσται εως εσπερας ουκ εδεται απο των αγιων εαν μη λουσηται το σωμα αυτου υδατι

7 και δυη ο ηλιος και καθαρος εσται και τοτε φαγεται των αγιων οτι αρτος εστιν αυτου

8 θνησιμαιον και θηριαλωτον ου φαγεται μιανθηναι αυτον εν αυτοις εγω κυριος

9 και φυλαξονται τα φυλαγματα μου ινα μη λαβωσιν δι' αυτα αμαρτιαν και αποθανωσιν δι' αυτα εαν βεβηλωσωσιν αυτα εγω κυριος ο θεος ο αγιαζων αυτους

10 και πας αλλογενης ου φαγεται αγια παροικος ιερεως η μισθωτος ου φαγεται αγια

11 εαν δε ιερευς κτησηται ψυχην εγκτητον αργυριου ουτος φαγεται εκ των αρτων αυτου και οι οικογενεις αυτου και ουτοι φαγονται των αρτων αυτου

12 και θυγατηρ ανθρωπου ιερεως εαν γενηται ανδρι αλλογενει αυτη των απαρχων των αγιων ου φαγεται

13 και θυγατηρ ιερεως εαν γενηται χηρα η εκβεβλημενη σπερμα δε μη ην αυτη επαναστρεψει επι τον οικον τον πατρικον κατα την νεοτητα αυτης απο των αρτων του πατρος αυτης φαγεται και πας αλλογενης ου φαγεται απ' αυτων

14 και ανθρωπος ος αν φαγη αγια κατα αγνοιαν και προσθησει το επιπεμπτον αυτου επ' αυτο και δωσει τω ιερει το αγιον

15 και ου βεβηλωσουσιν τα αγια των υιων ισραηλ α αυτοι αφαιρουσιν τω κυριω

16 και επαξουσιν εφ' εαυτους ανομιαν πλημμελειας εν τω εσθιειν αυτους τα αγια αυτων οτι εγω κυριος ο αγιαζων αυτους

17 και ελαλησεν κυριος προς μωυσην λεγων

18 λαλησον ααρων και τοις υιοις αυτου και παση συναγωγη ισραηλ και ερεις προς αυτους ανθρωπος ανθρωπος απο των υιων ισραηλ η των υιων των προσηλυτων των προσκειμενων προς αυτους εν ισραηλ ος αν προσενεγκη τα δωρα αυτου κατα πασαν ομολογιαν αυτων η κατα πασαν αιρεσιν αυτων οσα αν προσενεγκωσιν τω θεω εις ολοκαυτωμα

19 δεκτα υμιν αμωμα αρσενα εκ των βουκολιων και εκ των προβατων και εκ των αιγων

20 παντα οσα αν εχη μωμον εν αυτω ου προσαξουσιν κυριω διοτι ου δεκτον εσται υμιν

21 και ανθρωπος ος αν προσενεγκη θυσιαν σωτηριου τω κυριω διαστειλας ευχην κατα αιρεσιν η εν ταις εορταις υμων εκ των βουκολιων η εκ των προβατων αμωμον εσται εις δεκτον πας μωμος ουκ εσται εν αυτω

22 τυφλον η συντετριμμενον η γλωσσοτμητον η μυρμηκιωντα η ψωραγριωντα η λιχηνας εχοντα ου προσαξουσιν ταυτα τω κυριω και εις καρπωσιν ου δωσετε απ' αυτων επι το θυσιαστηριον τω κυριω

23 και μοσχον η προβατον ωτοτμητον η κολοβοκερκον σφαγια ποιησεις αυτα σεαυτω εις δε ευχην σου ου δεχθησεται

24 θλαδιαν και εκτεθλιμμενον και εκτομιαν και απεσπασμενον ου προσαξεις αυτα τω κυριω και επι της γης υμων ου ποιησετε

25 και εκ χειρος αλλογενους ου προσοισετε τα δωρα του θεου υμων απο παντων τουτων οτι φθαρματα εστιν εν αυτοις μωμος εν αυτοις ου δεχθησεται ταυτα υμιν

26 και ελαλησεν κυριος προς μωυσην λεγων

27 μοσχον η προβατον η αιγα ως αν τεχθη και εσται επτα ημερας υπο την μητερα τη δε ημερα τη ογδοη και επεκεινα δεχθησεται εις δωρα καρπωμα κυριω

28 και μοσχον η προβατον αυτην και τα παιδια αυτης ου σφαξεις εν ημερα μια

29 εαν δε θυσης θυσιαν ευχην χαρμοσυνης κυριω εις δεκτον υμιν θυσετε αυτο

30 αυτη τη ημερα εκεινη βρωθησεται ουκ απολειψετε απο των κρεων εις το πρωι εγω ειμι κυριος

31 και φυλαξετε τας εντολας μου και ποιησετε αυτας

32 και ου βεβηλωσετε το ονομα του αγιου και αγιασθησομαι εν μεσω των υιων ισραηλ εγω κυριος ο αγιαζων υμας

33 ο εξαγαγων υμας εκ γης αιγυπτου ωστε ειναι υμων θεος εγω κυριος

← Leviticus第21章   Leviticus第23章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 649, 994, 2165, 2187, 2383, 2405, 3693 ...

Apocalypse Revealed 48, 625

Life 2

Heaven and Hell 287

True Christian Religion 707

The New Jerusalem and its Heavenly Doctrine 221

Show Unpublished Work(s)

Bible Studies:

No Strangers

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: