Leviticus第21章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第20章   Leviticus第22章 →

1 και ειπεν κυριος προς μωυσην λεγων ειπον τοις ιερευσιν τοις υιοις ααρων και ερεις προς αυτους εν ταις ψυχαις ου μιανθησονται εν τω εθνει αυτων

2 αλλ' η εν τω οικειω τω εγγιστα αυτων επι πατρι και μητρι και υιοις και θυγατρασιν επ' αδελφω

3 και επ' αδελφη παρθενω τη εγγιζουση αυτω τη μη εκδεδομενη ανδρι επι τουτοις μιανθησεται

4 ου μιανθησεται εξαπινα εν τω λαω αυτου εις βεβηλωσιν αυτου

5 και φαλακρωμα ου ξυρηθησεσθε την κεφαλην επι νεκρω και την οψιν του πωγωνος ου ξυρησονται και επι τας σαρκας αυτων ου κατατεμουσιν εντομιδας

6 αγιοι εσονται τω θεω αυτων και ου βεβηλωσουσιν το ονομα του θεου αυτων τας γαρ θυσιας κυριου δωρα του θεου αυτων αυτοι προσφερουσιν και εσονται αγιοι

7 γυναικα πορνην και βεβηλωμενην ου λημψονται και γυναικα εκβεβλημενην απο ανδρος αυτης αγιος εστιν τω κυριω θεω αυτου

8 και αγιασει αυτον τα δωρα κυριου του θεου υμων ουτος προσφερει αγιος εσται οτι αγιος εγω κυριος ο αγιαζων αυτους

9 και θυγατηρ ανθρωπου ιερεως εαν βεβηλωθη του εκπορνευσαι το ονομα του πατρος αυτης αυτη βεβηλοι επι πυρος κατακαυθησεται

10 και ο ιερευς ο μεγας απο των αδελφων αυτου του επικεχυμενου επι την κεφαλην του ελαιου του χριστου και τετελειωμενου ενδυσασθαι τα ιματια την κεφαλην ουκ αποκιδαρωσει και τα ιματια ου διαρρηξει

11 και επι παση ψυχη τετελευτηκυια ουκ εισελευσεται επι πατρι αυτου ουδε επι μητρι αυτου ου μιανθησεται

12 και εκ των αγιων ουκ εξελευσεται και ου βεβηλωσει το ηγιασμενον του θεου αυτου οτι το αγιον ελαιον το χριστον του θεου επ' αυτω εγω κυριος

13 ουτος γυναικα παρθενον εκ του γενους αυτου λημψεται

14 χηραν δε και εκβεβλημενην και βεβηλωμενην και πορνην ταυτας ου λημψεται αλλ' η παρθενον εκ του γενους αυτου λημψεται γυναικα

15 και ου βεβηλωσει το σπερμα αυτου εν τω λαω αυτου εγω κυριος ο αγιαζων αυτον

16 και ελαλησεν κυριος προς μωυσην λεγων

17 ειπον ααρων ανθρωπος εκ του γενους σου εις τας γενεας υμων τινι εαν η εν αυτω μωμος ου προσελευσεται προσφερειν τα δωρα του θεου αυτου

18 πας ανθρωπος ω αν η εν αυτω μωμος ου προσελευσεται ανθρωπος χωλος η τυφλος η κολοβορριν η ωτοτμητος

19 η ανθρωπος ω εστιν εν αυτω συντριμμα χειρος η συντριμμα ποδος

20 η κυρτος η εφηλος η πτιλος τους οφθαλμους η ανθρωπος ω αν η εν αυτω ψωρα αγρια η λιχην η μονορχις

21 πας ω εστιν εν αυτω μωμος εκ του σπερματος ααρων του ιερεως ουκ εγγιει του προσενεγκειν τας θυσιας τω θεω σου οτι μωμος εν αυτω τα δωρα του θεου ου προσελευσεται προσενεγκειν

22 τα δωρα του θεου τα αγια των αγιων και απο των αγιων φαγεται

23 πλην προς το καταπετασμα ου προσελευσεται και προς το θυσιαστηριον ουκ εγγιει οτι μωμον εχει και ου βεβηλωσει το αγιον του θεου αυτου οτι εγω ειμι κυριος ο αγιαζων αυτους

24 και ελαλησεν μωυσης προς ααρων και τους υιους αυτου και προς παντας υιους ισραηλ

← Leviticus第20章   Leviticus第22章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 2162, 2165, 2362, 2383, 2466, 3301, 3703 ...

Apocalypse Revealed 48, 210, 468, 625

Sacred Scripture 35

True Christian Religion 707

The New Jerusalem and its Heavenly Doctrine 221

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: