Leviticus第2章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第1章   Leviticus第3章 →

1 εαν δε ψυχη προσφερη δωρον θυσιαν τω κυριω σεμιδαλις εσται το δωρον αυτου και επιχεει επ' αυτο ελαιον και επιθησει επ' αυτο λιβανον θυσια εστιν

2 και οισει προς τους υιους ααρων τους ιερεις και δραξαμενος απ' αυτης πληρη την δρακα απο της σεμιδαλεως συν τω ελαιω και παντα τον λιβανον αυτης και επιθησει ο ιερευς το μνημοσυνον αυτης επι το θυσιαστηριον θυσια οσμη ευωδιας τω κυριω

3 και το λοιπον απο της θυσιας ααρων και τοις υιοις αυτου αγιον των αγιων απο των θυσιων κυριου

4 εαν δε προσφερη δωρον θυσιαν πεπεμμενην εν κλιβανω δωρον κυριω εκ σεμιδαλεως αρτους αζυμους πεφυραμενους εν ελαιω και λαγανα αζυμα διακεχρισμενα εν ελαιω

5 εαν δε θυσια απο τηγανου το δωρον σου σεμιδαλις πεφυραμενη εν ελαιω αζυμα εσται

6 και διαθρυψεις αυτα κλασματα και επιχεεις επ' αυτα ελαιον θυσια εστιν κυριω

7 εαν δε θυσια απο εσχαρας το δωρον σου σεμιδαλις εν ελαιω ποιηθησεται

8 και προσοισει την θυσιαν ην αν ποιη εκ τουτων τω κυριω και προσοισει προς τον ιερεα και προσεγγισας προς το θυσιαστηριον

9 αφελει ο ιερευς απο της θυσιας το μνημοσυνον αυτης και επιθησει ο ιερευς επι το θυσιαστηριον καρπωμα οσμη ευωδιας κυριω

10 το δε καταλειφθεν απο της θυσιας ααρων και τοις υιοις αυτου αγια των αγιων απο των καρπωματων κυριου

11 πασαν θυσιαν ην αν προσφερητε κυριω ου ποιησετε ζυμωτον πασαν γαρ ζυμην και παν μελι ου προσοισετε απ' αυτου καρπωσαι κυριω

12 δωρον απαρχης προσοισετε αυτα κυριω επι δε το θυσιαστηριον ουκ αναβιβασθησεται εις οσμην ευωδιας κυριω

13 και παν δωρον θυσιας υμων αλι αλισθησεται ου διαπαυσετε αλα διαθηκης κυριου απο θυσιασματων υμων επι παντος δωρου υμων προσοισετε κυριω τω θεω υμων αλας

14 εαν δε προσφερης θυσιαν πρωτογενηματων τω κυριω νεα πεφρυγμενα χιδρα ερικτα τω κυριω και προσοισεις την θυσιαν των πρωτογενηματων

15 και επιχεεις επ' αυτην ελαιον και επιθησεις επ' αυτην λιβανον θυσια εστιν

16 και ανοισει ο ιερευς το μνημοσυνον αυτης απο των χιδρων συν τω ελαιω και παντα τον λιβανον αυτης καρπωμα εστιν κυριω

← Leviticus第1章   Leviticus第3章 →
研究内在含义

本章评论:

从斯威登堡的著作的解释和参考:

Apocalypse Revealed 278, 468, 778

Arcana Coelestia 925, 2177, 2342, 2455, 5620, 7356, 7978, ...

Heaven and Hell 287

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2

翻译:
分享: