Leviticus第19章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第18章   Leviticus第20章 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 λαλησον τη συναγωγη των υιων ισραηλ και ερεις προς αυτους αγιοι εσεσθε οτι εγω αγιος κυριος ο θεος υμων

3 εκαστος πατερα αυτου και μητερα αυτου φοβεισθω και τα σαββατα μου φυλαξεσθε εγω κυριος ο θεος υμων

4 ουκ επακολουθησετε ειδωλοις και θεους χωνευτους ου ποιησετε υμιν εγω κυριος ο θεος υμων

5 και εαν θυσητε θυσιαν σωτηριου τω κυριω δεκτην υμων θυσετε

6 η αν ημερα θυσητε βρωθησεται και τη αυριον και εαν καταλειφθη εως ημερας τριτης εν πυρι κατακαυθησεται

7 εαν δε βρωσει βρωθη τη ημερα τη τριτη αθυτον εστιν ου δεχθησεται

8 ο δε εσθων αυτο αμαρτιαν λημψεται οτι τα αγια κυριου εβεβηλωσεν και εξολεθρευθησονται αι ψυχαι αι εσθουσαι εκ του λαου αυτων

9 και εκθεριζοντων υμων τον θερισμον της γης υμων ου συντελεσετε τον θερισμον υμων του αγρου εκθερισαι και τα αποπιπτοντα του θερισμου σου ου συλλεξεις

10 και τον αμπελωνα σου ουκ επανατρυγησεις ουδε τους ρωγας του αμπελωνος σου συλλεξεις τω πτωχω και τω προσηλυτω καταλειψεις αυτα εγω ειμι κυριος ο θεος υμων

11 ου κλεψετε ου ψευσεσθε ου συκοφαντησει εκαστος τον πλησιον

12 και ουκ ομεισθε τω ονοματι μου επ' αδικω και ου βεβηλωσετε το ονομα του θεου υμων εγω ειμι κυριος ο θεος υμων

13 ουκ αδικησεις τον πλησιον και ουχ αρπασεις και ου μη κοιμηθησεται ο μισθος του μισθωτου παρα σοι εως πρωι

14 ου κακως ερεις κωφον και απεναντι τυφλου ου προσθησεις σκανδαλον και φοβηθηση κυριον τον θεον σου εγω ειμι κυριος ο θεος υμων

15 ου ποιησετε αδικον εν κρισει ου λημψη προσωπον πτωχου ουδε θαυμασεις προσωπον δυναστου εν δικαιοσυνη κρινεις τον πλησιον σου

16 ου πορευση δολω εν τω εθνει σου ουκ επισυστηση εφ' αιμα του πλησιον σου εγω ειμι κυριος ο θεος υμων

17 ου μισησεις τον αδελφον σου τη διανοια σου ελεγμω ελεγξεις τον πλησιον σου και ου λημψη δι' αυτον αμαρτιαν

18 και ουκ εκδικαται σου η χειρ και ου μηνιεις τοις υιοις του λαου σου και αγαπησεις τον πλησιον σου ως σεαυτον εγω ειμι κυριος

19 τον νομον μου φυλαξεσθε τα κτηνη σου ου κατοχευσεις ετεροζυγω και τον αμπελωνα σου ου κατασπερεις διαφορον και ιματιον εκ δυο υφασμενον κιβδηλον ουκ επιβαλεις σεαυτω

20 και εαν τις κοιμηθη μετα γυναικος κοιτην σπερματος και αυτη οικετις διαπεφυλαγμενη ανθρωπω και αυτη λυτροις ου λελυτρωται η ελευθερια ουκ εδοθη αυτη επισκοπη εσται αυτοις ουκ αποθανουνται οτι ουκ απηλευθερωθη

21 και προσαξει της πλημμελειας αυτου τω κυριω παρα την θυραν της σκηνης του μαρτυριου κριον πλημμελειας

22 και εξιλασεται περι αυτου ο ιερευς εν τω κριω της πλημμελειας εναντι κυριου περι της αμαρτιας ης ημαρτεν και αφεθησεται αυτω η αμαρτια ην ημαρτεν

23 οταν δε εισελθητε εις την γην ην κυριος ο θεος υμων διδωσιν υμιν και καταφυτευσετε παν ξυλον βρωσιμον και περικαθαριειτε την ακαθαρσιαν αυτου ο καρπος αυτου τρια ετη εσται υμιν απερικαθαρτος ου βρωθησεται

24 και τω ετει τω τεταρτω εσται πας ο καρπος αυτου αγιος αινετος τω κυριω

25 εν δε τω ετει τω πεμπτω φαγεσθε τον καρπον προσθεμα υμιν τα γενηματα αυτου εγω ειμι κυριος ο θεος υμων

26 μη εσθετε επι των ορεων και ουκ οιωνιεισθε ουδε ορνιθοσκοπησεσθε

27 ου ποιησετε σισοην εκ της κομης της κεφαλης υμων ουδε φθερειτε την οψιν του πωγωνος υμων

28 και εντομιδας επι ψυχη ου ποιησετε εν τω σωματι υμων και γραμματα στικτα ου ποιησετε εν υμιν εγω ειμι κυριος ο θεος υμων

29 ου βεβηλωσεις την θυγατερα σου εκπορνευσαι αυτην και ουκ εκπορνευσει η γη και η γη πλησθησεται ανομιας

30 τα σαββατα μου φυλαξεσθε και απο των αγιων μου φοβηθησεσθε εγω ειμι κυριος

31 ουκ επακολουθησετε εγγαστριμυθοις και τοις επαοιδοις ου προσκολληθησεσθε εκμιανθηναι εν αυτοις εγω ειμι κυριος ο θεος υμων

32 απο προσωπου πολιου εξαναστηση και τιμησεις προσωπον πρεσβυτερου και φοβηθηση τον θεον σου εγω ειμι κυριος ο θεος υμων

33 εαν δε τις προσελθη προσηλυτος υμιν εν τη γη υμων ου θλιψετε αυτον

34 ως ο αυτοχθων εν υμιν εσται ο προσηλυτος ο προσπορευομενος προς υμας και αγαπησεις αυτον ως σεαυτον οτι προσηλυτοι εγενηθητε εν γη αιγυπτω εγω ειμι κυριος ο θεος υμων

35 ου ποιησετε αδικον εν κρισει εν μετροις και εν σταθμιοις και εν ζυγοις

36 ζυγα δικαια και σταθμια δικαια και χους δικαιος εσται υμιν εγω ειμι κυριος ο θεος υμων ο εξαγαγων υμας εκ γης αιγυπτου

37 και φυλαξεσθε παντα τον νομον μου και παντα τα προσταγματα μου και ποιησετε αυτα εγω ειμι κυριος ο θεος υμων

← Leviticus第18章   Leviticus第20章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 2039, 2187, 2576, 2788, 3400, 4444, 4495 ...

Apocalypse Revealed 210, 400, 474, 505, 586

Life 2

True Christian Religion 468, 675

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: