Leviticus第16章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第15章   Leviticus第17章 →

1 και ελαλησεν κυριος προς μωυσην μετα το τελευτησαι τους δυο υιους ααρων εν τω προσαγειν αυτους πυρ αλλοτριον εναντι κυριου και ετελευτησαν

2 και ειπεν κυριος προς μωυσην λαλησον προς ααρων τον αδελφον σου και μη εισπορευεσθω πασαν ωραν εις το αγιον εσωτερον του καταπετασματος εις προσωπον του ιλαστηριου ο εστιν επι της κιβωτου του μαρτυριου και ουκ αποθανειται εν γαρ νεφελη οφθησομαι επι του ιλαστηριου

3 ουτως εισελευσεται ααρων εις το αγιον εν μοσχω εκ βοων περι αμαρτιας και κριον εις ολοκαυτωμα

4 και χιτωνα λινουν ηγιασμενον ενδυσεται και περισκελες λινουν εσται επι του χρωτος αυτου και ζωνη λινη ζωσεται και κιδαριν λινην περιθησεται ιματια αγια εστιν και λουσεται υδατι παν το σωμα αυτου και ενδυσεται αυτα

5 και παρα της συναγωγης των υιων ισραηλ λημψεται δυο χιμαρους εξ αιγων περι αμαρτιας και κριον ενα εις ολοκαυτωμα

6 και προσαξει ααρων τον μοσχον τον περι της αμαρτιας αυτου και εξιλασεται περι αυτου και του οικου αυτου

7 και λημψεται τους δυο χιμαρους και στησει αυτους εναντι κυριου παρα την θυραν της σκηνης του μαρτυριου

8 και επιθησει ααρων επι τους δυο χιμαρους κληρον ενα τω κυριω και κληρον ενα τω αποπομπαιω

9 και προσαξει ααρων τον χιμαρον εφ' ον επηλθεν επ' αυτον ο κληρος τω κυριω και προσοισει περι αμαρτιας

10 και τον χιμαρον εφ' ον επηλθεν επ' αυτον ο κληρος του αποπομπαιου στησει αυτον ζωντα εναντι κυριου του εξιλασασθαι επ' αυτου ωστε αποστειλαι αυτον εις την αποπομπην αφησει αυτον εις την ερημον

11 και προσαξει ααρων τον μοσχον τον περι της αμαρτιας τον αυτου και του οικου αυτου μονον και εξιλασεται περι αυτου και του οικου αυτου και σφαξει τον μοσχον τον περι της αμαρτιας τον αυτου

12 και λημψεται το πυρειον πληρες ανθρακων πυρος απο του θυσιαστηριου του απεναντι κυριου και πλησει τας χειρας θυμιαματος συνθεσεως λεπτης και εισοισει εσωτερον του καταπετασματος

13 και επιθησει το θυμιαμα επι το πυρ εναντι κυριου και καλυψει η ατμις του θυμιαματος το ιλαστηριον το επι των μαρτυριων και ουκ αποθανειται

14 και λημψεται απο του αιματος του μοσχου και ρανει τω δακτυλω επι το ιλαστηριον κατα ανατολας κατα προσωπον του ιλαστηριου ρανει επτακις απο του αιματος τω δακτυλω

15 και σφαξει τον χιμαρον τον περι της αμαρτιας τον περι του λαου εναντι κυριου και εισοισει απο του αιματος αυτου εσωτερον του καταπετασματος και ποιησει το αιμα αυτου ον τροπον εποιησεν το αιμα του μοσχου και ρανει το αιμα αυτου επι το ιλαστηριον κατα προσωπον του ιλαστηριου

16 και εξιλασεται το αγιον απο των ακαθαρσιων των υιων ισραηλ και απο των αδικηματων αυτων περι πασων των αμαρτιων αυτων και ουτω ποιησει τη σκηνη του μαρτυριου τη εκτισμενη εν αυτοις εν μεσω της ακαθαρσιας αυτων

17 και πας ανθρωπος ουκ εσται εν τη σκηνη του μαρτυριου εισπορευομενου αυτου εξιλασασθαι εν τω αγιω εως αν εξελθη και εξιλασεται περι αυτου και του οικου αυτου και περι πασης συναγωγης υιων ισραηλ

18 και εξελευσεται επι το θυσιαστηριον το ον απεναντι κυριου και εξιλασεται επ' αυτου και λημψεται απο του αιματος του μοσχου και απο του αιματος του χιμαρου και επιθησει επι τα κερατα του θυσιαστηριου κυκλω

19 και ρανει επ' αυτου απο του αιματος τω δακτυλω επτακις και καθαριει αυτο και αγιασει αυτο απο των ακαθαρσιων των υιων ισραηλ

20 και συντελεσει εξιλασκομενος το αγιον και την σκηνην του μαρτυριου και το θυσιαστηριον και περι των ιερεων καθαριει και προσαξει τον χιμαρον τον ζωντα

21 και επιθησει ααρων τας χειρας αυτου επι την κεφαλην του χιμαρου του ζωντος και εξαγορευσει επ' αυτου πασας τας ανομιας των υιων ισραηλ και πασας τας αδικιας αυτων και πασας τας αμαρτιας αυτων και επιθησει αυτας επι την κεφαλην του χιμαρου του ζωντος και εξαποστελει εν χειρι ανθρωπου ετοιμου εις την ερημον

22 και λημψεται ο χιμαρος εφ' εαυτω τας αδικιας αυτων εις γην αβατον και εξαποστελει τον χιμαρον εις την ερημον

23 και εισελευσεται ααρων εις την σκηνην του μαρτυριου και εκδυσεται την στολην την λινην ην ενεδεδυκει εισπορευομενου αυτου εις το αγιον και αποθησει αυτην εκει

24 και λουσεται το σωμα αυτου υδατι εν τοπω αγιω και ενδυσεται την στολην αυτου και εξελθων ποιησει το ολοκαρπωμα αυτου και το ολοκαρπωμα του λαου και εξιλασεται περι αυτου και περι του οικου αυτου και περι του λαου ως περι των ιερεων

25 και το στεαρ το περι των αμαρτιων ανοισει επι το θυσιαστηριον

26 και ο εξαποστελλων τον χιμαρον τον διεσταλμενον εις αφεσιν πλυνει τα ιματια και λουσεται το σωμα αυτου υδατι και μετα ταυτα εισελευσεται εις την παρεμβολην

27 και τον μοσχον τον περι της αμαρτιας και τον χιμαρον τον περι της αμαρτιας ων το αιμα εισηνεχθη εξιλασασθαι εν τω αγιω εξοισουσιν αυτα εξω της παρεμβολης και κατακαυσουσιν αυτα εν πυρι και τα δερματα αυτων και τα κρεα αυτων και την κοπρον αυτων

28 ο δε κατακαιων αυτα πλυνει τα ιματια και λουσεται το σωμα αυτου υδατι και μετα ταυτα εισελευσεται εις την παρεμβολην

29 και εσται τουτο υμιν νομιμον αιωνιον εν τω μηνι τω εβδομω δεκατη του μηνος ταπεινωσατε τας ψυχας υμων και παν εργον ου ποιησετε ο αυτοχθων και ο προσηλυτος ο προσκειμενος εν υμιν

30 εν γαρ τη ημερα ταυτη εξιλασεται περι υμων καθαρισαι υμας απο πασων των αμαρτιων υμων εναντι κυριου και καθαρισθησεσθε

31 σαββατα σαββατων αναπαυσις αυτη εσται υμιν και ταπεινωσετε τας ψυχας υμων νομιμον αιωνιον

32 εξιλασεται ο ιερευς ον αν χρισωσιν αυτον και ον αν τελειωσουσιν τας χειρας αυτου ιερατευειν μετα τον πατερα αυτου και ενδυσεται την στολην την λινην στολην αγιαν

33 και εξιλασεται το αγιον του αγιου και την σκηνην του μαρτυριου και το θυσιαστηριον εξιλασεται και περι των ιερεων και περι πασης συναγωγης εξιλασεται

34 και εσται τουτο υμιν νομιμον αιωνιον εξιλασκεσθαι περι των υιων ισραηλ απο πασων των αμαρτιων αυτων απαξ του ενιαυτου ποιηθησεται καθαπερ συνεταξεν κυριος τω μωυση

← Leviticus第15章   Leviticus第17章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 716, 934, 1001, 1947, 2180, 2576, 2830 ...

Apocalypse Revealed 10, 242, 378, 379, 392, 393, 395 ...

Life 59

True Christian Religion 284

Show Unpublished Work(s)

Bible Studies:

The Altar of Incense

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: