Leviticus第15章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第14章   Leviticus第16章 →

1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

2 λαλησον τοις υιοις ισραηλ και ερεις αυτοις ανδρι ανδρι ω εαν γενηται ρυσις εκ του σωματος αυτου η ρυσις αυτου ακαθαρτος εστιν

3 και ουτος ο νομος της ακαθαρσιας αυτου ρεων γονον εκ σωματος αυτου εκ της ρυσεως ης συνεστηκεν το σωμα αυτου δια της ρυσεως αυτη η ακαθαρσια αυτου εν αυτω πασαι αι ημεραι ρυσεως σωματος αυτου η συνεστηκεν το σωμα αυτου δια της ρυσεως ακαθαρσια αυτου εστιν

4 πασα κοιτη εφ' η εαν κοιμηθη επ' αυτης ο γονορρυης ακαθαρτος εστιν και παν σκευος εφ' ο εαν καθιση επ' αυτο ο γονορρυης ακαθαρτον εσται

5 και ανθρωπος ος αν αψηται της κοιτης αυτου πλυνει τα ιματια αυτου και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

6 και ο καθημενος επι του σκευους εφ' ο εαν καθιση ο γονορρυης πλυνει τα ιματια αυτου και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

7 και ο απτομενος του χρωτος του γονορρυους πλυνει τα ιματια και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

8 εαν δε προσσιελιση ο γονορρυης επι τον καθαρον πλυνει τα ιματια και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

9 και παν επισαγμα ονου εφ' ο αν επιβη επ' αυτο ο γονορρυης ακαθαρτον εσται εως εσπερας

10 και πας ο απτομενος οσα εαν η υποκατω αυτου ακαθαρτος εσται εως εσπερας και ο αιρων αυτα πλυνει τα ιματια αυτου και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

11 και οσων εαν αψηται ο γονορρυης και τας χειρας ου νενιπται πλυνει τα ιματια και λουσεται το σωμα υδατι και ακαθαρτος εσται εως εσπερας

12 και σκευος οστρακινον ου αν αψηται ο γονορρυης συντριβησεται και σκευος ξυλινον νιφησεται υδατι και καθαρον εσται

13 εαν δε καθαρισθη ο γονορρυης εκ της ρυσεως αυτου και εξαριθμησεται αυτω επτα ημερας εις τον καθαρισμον και πλυνει τα ιματια αυτου και λουσεται το σωμα υδατι και καθαρος εσται

14 και τη ημερα τη ογδοη λημψεται εαυτω δυο τρυγονας η δυο νεοσσους περιστερων και οισει αυτα εναντι κυριου επι τας θυρας της σκηνης του μαρτυριου και δωσει αυτα τω ιερει

15 και ποιησει αυτα ο ιερευς μιαν περι αμαρτιας και μιαν εις ολοκαυτωμα και εξιλασεται περι αυτου ο ιερευς εναντι κυριου απο της ρυσεως αυτου

16 και ανθρωπος ω εαν εξελθη εξ αυτου κοιτη σπερματος και λουσεται υδατι παν το σωμα αυτου και ακαθαρτος εσται εως εσπερας

17 και παν ιματιον και παν δερμα εφ' ο εαν η επ' αυτο κοιτη σπερματος και πλυθησεται υδατι και ακαθαρτον εσται εως εσπερας

18 και γυνη εαν κοιμηθη ανηρ μετ' αυτης κοιτην σπερματος και λουσονται υδατι και ακαθαρτοι εσονται εως εσπερας

19 και γυνη ητις εαν η ρεουσα αιματι εσται η ρυσις αυτης εν τω σωματι αυτης επτα ημερας εσται εν τη αφεδρω αυτης πας ο απτομενος αυτης ακαθαρτος εσται εως εσπερας

20 και παν εφ' ο αν κοιταζηται επ' αυτο εν τη αφεδρω αυτης ακαθαρτον εσται και παν εφ' ο αν επικαθιση επ' αυτο ακαθαρτον εσται

21 και πας ος εαν αψηται της κοιτης αυτης πλυνει τα ιματια αυτου και λουσεται το σωμα αυτου υδατι και ακαθαρτος εσται εως εσπερας

22 και πας ο απτομενος παντος σκευους ου εαν καθιση επ' αυτο πλυνει τα ιματια αυτου και λουσεται υδατι και ακαθαρτος εσται εως εσπερας

23 εαν δε εν τη κοιτη αυτης ουσης η επι του σκευους ου εαν καθιση επ' αυτω εν τω απτεσθαι αυτον αυτης ακαθαρτος εσται εως εσπερας

24 εαν δε κοιτη τις κοιμηθη μετ' αυτης και γενηται η ακαθαρσια αυτης επ' αυτω και ακαθαρτος εσται επτα ημερας και πασα κοιτη εφ' η αν κοιμηθη επ' αυτης ακαθαρτος εσται

25 και γυνη εαν ρεη ρυσει αιματος ημερας πλειους ουκ εν καιρω της αφεδρου αυτης εαν και ρεη μετα την αφεδρον αυτης πασαι αι ημεραι ρυσεως ακαθαρσιας αυτης καθαπερ αι ημεραι της αφεδρου ακαθαρτος εσται

26 και πασαν κοιτην εφ' ην αν κοιμηθη επ' αυτης πασας τας ημερας της ρυσεως κατα την κοιτην της αφεδρου εσται αυτη και παν σκευος εφ' ο εαν καθιση επ' αυτο ακαθαρτον εσται κατα την ακαθαρσιαν της αφεδρου

27 πας ο απτομενος αυτης ακαθαρτος εσται και πλυνει τα ιματια και λουσεται το σωμα υδατι και ακαθαρτος εσται εως εσπερας

28 εαν δε καθαρισθη απο της ρυσεως και εξαριθμησεται αυτη επτα ημερας και μετα ταυτα καθαρισθησεται

29 και τη ημερα τη ογδοη λημψεται αυτη δυο τρυγονας η δυο νεοσσους περιστερων και οισει αυτα προς τον ιερεα επι την θυραν της σκηνης του μαρτυριου

30 και ποιησει ο ιερευς την μιαν περι αμαρτιας και την μιαν εις ολοκαυτωμα και εξιλασεται περι αυτης ο ιερευς εναντι κυριου απο ρυσεως ακαθαρσιας αυτης

31 και ευλαβεις ποιησετε τους υιους ισραηλ απο των ακαθαρσιων αυτων και ουκ αποθανουνται δια την ακαθαρσιαν αυτων εν τω μιαινειν αυτους την σκηνην μου την εν αυτοις

32 ουτος ο νομος του γονορρυους και εαν τινι εξελθη εξ αυτου κοιτη σπερματος ωστε μιανθηναι εν αυτη

33 και τη αιμορροουση εν τη αφεδρω αυτης και ο γονορρυης εν τη ρυσει αυτου τω αρσενι η τη θηλεια και τω ανδρι ος αν κοιμηθη μετα αποκαθημενης

← Leviticus第14章   Leviticus第16章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 870, 3147, 4161, 6119, 9506, 9809, 9937 ...

Apocalypse Revealed 137, 378, 417

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: