Leviticus第13章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第12章   Leviticus第14章 →

1 και ελαλησεν κυριος προς μωυσην και ααρων λεγων

2 ανθρωπω εαν τινι γενηται εν δερματι χρωτος αυτου ουλη σημασιας τηλαυγης και γενηται εν δερματι χρωτος αυτου αφη λεπρας και αχθησεται προς ααρων τον ιερεα η ενα των υιων αυτου των ιερεων

3 και οψεται ο ιερευς την αφην εν δερματι του χρωτος αυτου και η θριξ εν τη αφη μεταβαλη λευκη και η οψις της αφης ταπεινη απο του δερματος του χρωτος αφη λεπρας εστιν και οψεται ο ιερευς και μιανει αυτον

4 εαν δε τηλαυγης λευκη η εν τω δερματι του χρωτος και ταπεινη μη η η οψις αυτης απο του δερματος και η θριξ αυτου ου μετεβαλεν τριχα λευκην αυτη δε εστιν αμαυρα και αφοριει ο ιερευς την αφην επτα ημερας

5 και οψεται ο ιερευς την αφην τη ημερα τη εβδομη και ιδου η αφη μενει εναντιον αυτου ου μετεπεσεν η αφη εν τω δερματι και αφοριει αυτον ο ιερευς επτα ημερας το δευτερον

6 και οψεται αυτον ο ιερευς τη ημερα τη εβδομη το δευτερον και ιδου αμαυρα η αφη ου μετεπεσεν η αφη εν τω δερματι καθαριει αυτον ο ιερευς σημασια γαρ εστιν και πλυναμενος τα ιματια καθαρος εσται

7 εαν δε μεταβαλουσα μεταπεση η σημασια εν τω δερματι μετα το ιδειν αυτον τον ιερεα του καθαρισαι αυτον και οφθησεται το δευτερον τω ιερει

8 και οψεται αυτον ο ιερευς και ιδου μετεπεσεν η σημασια εν τω δερματι και μιανει αυτον ο ιερευς λεπρα εστιν

9 και αφη λεπρας εαν γενηται εν ανθρωπω και ηξει προς τον ιερεα

10 και οψεται ο ιερευς και ιδου ουλη λευκη εν τω δερματι και αυτη μετεβαλεν τριχα λευκην και απο του υγιους της σαρκος της ζωσης εν τη ουλη

11 λεπρα παλαιουμενη εστιν εν τω δερματι του χρωτος εστιν και μιανει αυτον ο ιερευς και αφοριει αυτον οτι ακαθαρτος εστιν

12 εαν δε εξανθουσα εξανθηση η λεπρα εν τω δερματι και καλυψη η λεπρα παν το δερμα της αφης απο κεφαλης εως ποδων καθ' ολην την ορασιν του ιερεως

13 και οψεται ο ιερευς και ιδου εκαλυψεν η λεπρα παν το δερμα του χρωτος και καθαριει αυτον ο ιερευς την αφην οτι παν μετεβαλεν λευκον καθαρον εστιν

14 και η αν ημερα οφθη εν αυτω χρως ζων μιανθησεται

15 και οψεται ο ιερευς τον χρωτα τον υγιη και μιανει αυτον ο χρως ο υγιης οτι ακαθαρτος εστιν λεπρα εστιν

16 εαν δε αποκαταστη ο χρως ο υγιης και μεταβαλη λευκη και ελευσεται προς τον ιερεα

17 και οψεται ο ιερευς και ιδου μετεβαλεν η αφη εις το λευκον και καθαριει ο ιερευς την αφην καθαρος εστιν

18 και σαρξ εαν γενηται εν τω δερματι αυτου ελκος και υγιασθη

19 και γενηται εν τω τοπω του ελκους ουλη λευκη η τηλαυγης λευκαινουσα η πυρριζουσα και οφθησεται τω ιερει

20 και οψεται ο ιερευς και ιδου η οψις ταπεινοτερα του δερματος και η θριξ αυτης μετεβαλεν εις λευκην και μιανει αυτον ο ιερευς λεπρα εστιν εν τω ελκει εξηνθησεν

21 εαν δε ιδη ο ιερευς και ιδου ουκ εστιν εν αυτω θριξ λευκη και ταπεινον μη η απο του δερματος του χρωτος και αυτη η αμαυρα αφοριει αυτον ο ιερευς επτα ημερας

22 εαν δε διαχεηται εν τω δερματι και μιανει αυτον ο ιερευς αφη λεπρας εστιν εν τω ελκει εξηνθησεν

23 εαν δε κατα χωραν μεινη το τηλαυγημα και μη διαχεηται ουλη του ελκους εστιν και καθαριει αυτον ο ιερευς

24 και σαρξ εαν γενηται εν τω δερματι αυτου κατακαυμα πυρος και γενηται εν τω δερματι αυτου το υγιασθεν του κατακαυματος αυγαζον τηλαυγες λευκον υποπυρριζον η εκλευκον

25 και οψεται αυτον ο ιερευς και ιδου μετεβαλεν θριξ λευκη εις το αυγαζον και η οψις αυτου ταπεινη απο του δερματος λεπρα εστιν εν τω κατακαυματι εξηνθησεν και μιανει αυτον ο ιερευς αφη λεπρας εστιν

26 εαν δε ιδη ο ιερευς και ιδου ουκ εστιν εν τω αυγαζοντι θριξ λευκη και ταπεινον μη η απο του δερματος αυτο δε αμαυρον και αφοριει αυτον ο ιερευς επτα ημερας

27 και οψεται αυτον ο ιερευς τη ημερα τη εβδομη εαν δε διαχυσει διαχεηται εν τω δερματι και μιανει αυτον ο ιερευς αφη λεπρας εστιν εν τω ελκει εξηνθησεν

28 εαν δε κατα χωραν μεινη το αυγαζον και μη διαχυθη εν τω δερματι αυτη δε η αμαυρα η ουλη του κατακαυματος εστιν και καθαριει αυτον ο ιερευς ο γαρ χαρακτηρ του κατακαυματος εστιν

29 και ανδρι και γυναικι εαν γενηται εν αυτοις αφη λεπρας εν τη κεφαλη η εν τω πωγωνι

30 και οψεται ο ιερευς την αφην και ιδου η οψις αυτης εγκοιλοτερα του δερματος εν αυτη δε θριξ ξανθιζουσα λεπτη και μιανει αυτον ο ιερευς θραυσμα εστιν λεπρα της κεφαλης η λεπρα του πωγωνος εστιν

31 και εαν ιδη ο ιερευς την αφην του θραυσματος και ιδου ουχ η οψις εγκοιλοτερα του δερματος και θριξ ξανθιζουσα ουκ εστιν εν αυτη και αφοριει ο ιερευς την αφην του θραυσματος επτα ημερας

32 και οψεται ο ιερευς την αφην τη ημερα τη εβδομη και ιδου ου διεχυθη το θραυσμα και θριξ ξανθιζουσα ουκ εστιν εν αυτη και η οψις του θραυσματος ουκ εστιν κοιλη απο του δερματος

33 και ξυρηθησεται το δερμα το δε θραυσμα ου ξυρηθησεται και αφοριει ο ιερευς το θραυσμα επτα ημερας το δευτερον

34 και οψεται ο ιερευς το θραυσμα τη ημερα τη εβδομη και ιδου ου διεχυθη το θραυσμα εν τω δερματι μετα το ξυρηθηναι αυτον και η οψις του θραυσματος ουκ εστιν κοιλη απο του δερματος και καθαριει αυτον ο ιερευς και πλυναμενος τα ιματια καθαρος εσται

35 εαν δε διαχυσει διαχεηται το θραυσμα εν τω δερματι μετα το καθαρισθηναι αυτον

36 και οψεται ο ιερευς και ιδου διακεχυται το θραυσμα εν τω δερματι ουκ επισκεψεται ο ιερευς περι της τριχος της ξανθης οτι ακαθαρτος εστιν

37 εαν δε ενωπιον μεινη το θραυσμα επι χωρας και θριξ μελαινα ανατειλη εν αυτω υγιακεν το θραυσμα καθαρος εστιν και καθαριει αυτον ο ιερευς

38 και ανδρι η γυναικι εαν γενηται εν δερματι της σαρκος αυτου αυγασματα αυγαζοντα λευκαθιζοντα

39 και οψεται ο ιερευς και ιδου εν δερματι της σαρκος αυτου αυγασματα αυγαζοντα λευκαθιζοντα αλφος εστιν καθαρος εστιν εξανθει εν τω δερματι της σαρκος αυτου καθαρος εστιν

40 εαν δε τινι μαδηση η κεφαλη αυτου φαλακρος εστιν καθαρος εστιν

41 εαν δε κατα προσωπον μαδηση η κεφαλη αυτου αναφαλαντος εστιν καθαρος εστιν

42 εαν δε γενηται εν τω φαλακρωματι αυτου η εν τω αναφαλαντωματι αυτου αφη λευκη η πυρριζουσα λεπρα εστιν εν τω φαλακρωματι αυτου η εν τω αναφαλαντωματι αυτου

43 και οψεται αυτον ο ιερευς και ιδου η οψις της αφης λευκη πυρριζουσα εν τω φαλακρωματι αυτου η εν τω αναφαλαντωματι αυτου ως ειδος λεπρας εν δερματι της σαρκος αυτου

44 ανθρωπος λεπρος εστιν μιανσει μιανει αυτον ο ιερευς εν τη κεφαλη αυτου η αφη αυτου

45 και ο λεπρος εν ω εστιν η αφη τα ιματια αυτου εστω παραλελυμενα και η κεφαλη αυτου ακατακαλυπτος και περι το στομα αυτου περιβαλεσθω και ακαθαρτος κεκλησεται

46 πασας τας ημερας οσας αν η επ' αυτου η αφη ακαθαρτος ων ακαθαρτος εσται κεχωρισμενος καθησεται εξω της παρεμβολης εσται αυτου η διατριβη

47 και ιματιω εαν γενηται εν αυτω αφη λεπρας εν ιματιω ερεω η εν ιματιω στιππυινω

48 η εν στημονι η εν κροκη η εν τοις λινοις η εν τοις ερεοις η εν δερματι η εν παντι εργασιμω δερματι

49 και γενηται η αφη χλωριζουσα η πυρριζουσα εν τω δερματι η εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν παντι σκευει εργασιμω δερματος αφη λεπρας εστιν και δειξει τω ιερει

50 και οψεται ο ιερευς την αφην και αφοριει ο ιερευς την αφην επτα ημερας

51 και οψεται ο ιερευς την αφην τη ημερα τη εβδομη εαν δε διαχεηται η αφη εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν τω δερματι κατα παντα οσα αν ποιηθη δερματα εν τη εργασια λεπρα εμμονος εστιν η αφη ακαθαρτος εστιν

52 κατακαυσει το ιματιον η τον στημονα η την κροκην εν τοις ερεοις η εν τοις λινοις η εν παντι σκευει δερματινω εν ω εαν η εν αυτω η αφη οτι λεπρα εμμονος εστιν εν πυρι κατακαυθησεται

53 εαν δε ιδη ο ιερευς και μη διαχεηται η αφη εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν παντι σκευει δερματινω

54 και συνταξει ο ιερευς και πλυνει εφ' ου εαν η επ' αυτου η αφη και αφοριει ο ιερευς την αφην επτα ημερας το δευτερον

55 και οψεται ο ιερευς μετα το πλυθηναι αυτο την αφην και ηδε μη μετεβαλεν την οψιν η αφη και η αφη ου διαχειται ακαθαρτον εστιν εν πυρι κατακαυθησεται εστηρισται εν τω ιματιω η εν τω στημονι η εν τη κροκη

56 και εαν ιδη ο ιερευς και η αμαυρα η αφη μετα το πλυθηναι αυτο απορρηξει αυτο απο του ιματιου η απο του δερματος η απο του στημονος η απο της κροκης

57 εαν δε οφθη ετι εν τω ιματιω η εν τω στημονι η εν τη κροκη η εν παντι σκευει δερματινω λεπρα εξανθουσα εστιν εν πυρι κατακαυθησεται εν ω εστιν η αφη

58 και το ιματιον η ο στημων η η κροκη η παν σκευος δερματινον ο πλυθησεται και αποστησεται απ' αυτου η αφη και πλυθησεται το δευτερον και καθαρον εσται

59 ουτος ο νομος αφης λεπρας ιματιου ερεου η στιππυινου η στημονος η κροκης η παντος σκευους δερματινου εις το καθαρισαι αυτο η μιαναι αυτο

← Leviticus第12章   Leviticus第14章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 3301, 4236, 6963, 7524, 10038, 10296

Apocalypse Revealed 417, 678, 862

Show Unpublished Work(s)

Bible Studies:

To Cleanse the Lepers

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: