Leviticus第12章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第11章   Leviticus第13章 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 λαλησον τοις υιοις ισραηλ και ερεις προς αυτους γυνη ητις εαν σπερματισθη και τεκη αρσεν και ακαθαρτος εσται επτα ημερας κατα τας ημερας του χωρισμου της αφεδρου αυτης ακαθαρτος εσται

3 και τη ημερα τη ογδοη περιτεμει την σαρκα της ακροβυστιας αυτου

4 και τριακοντα ημερας και τρεις καθησεται εν αιματι ακαθαρτω αυτης παντος αγιου ουχ αψεται και εις το αγιαστηριον ουκ εισελευσεται εως αν πληρωθωσιν αι ημεραι καθαρσεως αυτης

5 εαν δε θηλυ τεκη και ακαθαρτος εσται δις επτα ημερας κατα την αφεδρον και εξηκοντα ημερας και εξ καθεσθησεται εν αιματι ακαθαρτω αυτης

6 και οταν αναπληρωθωσιν αι ημεραι καθαρσεως αυτης εφ' υιω η επι θυγατρι προσοισει αμνον ενιαυσιον αμωμον εις ολοκαυτωμα και νεοσσον περιστερας η τρυγονα περι αμαρτιας επι την θυραν της σκηνης του μαρτυριου προς τον ιερεα

7 και προσοισει εναντι κυριου και εξιλασεται περι αυτης ο ιερευς και καθαριει αυτην απο της πηγης του αιματος αυτης ουτος ο νομος της τικτουσης αρσεν η θηλυ

8 εαν δε μη ευρισκη η χειρ αυτης το ικανον εις αμνον και λημψεται δυο τρυγονας η δυο νεοσσους περιστερων μιαν εις ολοκαυτωμα και μιαν περι αμαρτιας και εξιλασεται περι αυτης ο ιερευς και καθαρισθησεται

← Leviticus第11章   Leviticus第13章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 9, 870, 2906, 3994, 7839, 10132, 10296

Apocalypse Revealed 417

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: