Leviticus第10章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Leviticus第9章   Leviticus第11章 →

1 και λαβοντες οι δυο υιοι ααρων ναδαβ και αβιουδ εκαστος το πυρειον αυτου επεθηκαν επ' αυτο πυρ και επεβαλον επ' αυτο θυμιαμα και προσηνεγκαν εναντι κυριου πυρ αλλοτριον ο ου προσεταξεν κυριος αυτοις

2 και εξηλθεν πυρ παρα κυριου και κατεφαγεν αυτους και απεθανον εναντι κυριου

3 και ειπεν μωυσης προς ααρων τουτο εστιν ο ειπεν κυριος λεγων εν τοις εγγιζουσιν μοι αγιασθησομαι και εν παση τη συναγωγη δοξασθησομαι και κατενυχθη ααρων

4 και εκαλεσεν μωυσης τον μισαδαι και τον ελισαφαν υιους οζιηλ υιους του αδελφου του πατρος ααρων και ειπεν αυτοις προσελθατε και αρατε τους αδελφους υμων εκ προσωπου των αγιων εξω της παρεμβολης

5 και προσηλθον και ηραν εν τοις χιτωσιν αυτων εξω της παρεμβολης ον τροπον ειπεν μωυσης

6 και ειπεν μωυσης προς ααρων και ελεαζαρ και ιθαμαρ τους υιους αυτου τους καταλελειμμενους την κεφαλην υμων ουκ αποκιδαρωσετε και τα ιματια υμων ου διαρρηξετε ινα μη αποθανητε και επι πασαν την συναγωγην εσται θυμος οι αδελφοι υμων πας ο οικος ισραηλ κλαυσονται τον εμπυρισμον ον ενεπυρισθησαν υπο κυριου

7 και απο της θυρας της σκηνης του μαρτυριου ουκ εξελευσεσθε ινα μη αποθανητε το γαρ ελαιον της χρισεως το παρα κυριου εφ' υμιν και εποιησαν κατα το ρημα μωυση

8 και ελαλησεν κυριος τω ααρων λεγων

9 οινον και σικερα ου πιεσθε συ και οι υιοι σου μετα σου ηνικα αν εισπορευησθε εις την σκηνην του μαρτυριου η προσπορευομενων υμων προς το θυσιαστηριον και ου μη αποθανητε νομιμον αιωνιον εις τας γενεας υμων

10 διαστειλαι ανα μεσον των αγιων και των βεβηλων και ανα μεσον των ακαθαρτων και των καθαρων

11 και συμβιβασεις τους υιους ισραηλ παντα τα νομιμα α ελαλησεν κυριος προς αυτους δια χειρος μωυση

12 και ειπεν μωυσης προς ααρων και προς ελεαζαρ και ιθαμαρ τους υιους ααρων τους καταλειφθεντας λαβετε την θυσιαν την καταλειφθεισαν απο των καρπωματων κυριου και φαγεσθε αζυμα παρα το θυσιαστηριον αγια αγιων εστιν

13 και φαγεσθε αυτην εν τοπω αγιω νομιμον γαρ σοι εστιν και νομιμον τοις υιοις σου τουτο απο των καρπωματων κυριου ουτω γαρ εντεταλται μοι

14 και το στηθυνιον του αφορισματος και τον βραχιονα του αφαιρεματος φαγεσθε εν τοπω αγιω συ και οι υιοι σου και ο οικος σου μετα σου νομιμον γαρ σοι και νομιμον τοις υιοις σου εδοθη απο των θυσιων του σωτηριου των υιων ισραηλ

15 τον βραχιονα του αφαιρεματος και το στηθυνιον του αφορισματος επι των καρπωματων των στεατων προσοισουσιν αφορισμα αφορισαι εναντι κυριου και εσται σοι και τοις υιοις σου και ταις θυγατρασιν σου μετα σου νομιμον αιωνιον ον τροπον συνεταξεν κυριος τω μωυση

16 και τον χιμαρον τον περι της αμαρτιας ζητων εξεζητησεν μωυσης και οδε ενεπεπυριστο και εθυμωθη μωυσης επι ελεαζαρ και ιθαμαρ τους υιους ααρων τους καταλελειμμενους λεγων

17 δια τι ουκ εφαγετε το περι της αμαρτιας εν τοπω αγιω οτι γαρ αγια αγιων εστιν τουτο εδωκεν υμιν φαγειν ινα αφελητε την αμαρτιαν της συναγωγης και εξιλασησθε περι αυτων εναντι κυριου

18 ου γαρ εισηχθη του αιματος αυτου εις το αγιον κατα προσωπον εσω φαγεσθε αυτο εν τοπω αγιω ον τροπον μοι συνεταξεν κυριος

19 και ελαλησεν ααρων προς μωυσην λεγων ει σημερον προσαγειοχασιν τα περι της αμαρτιας αυτων και τα ολοκαυτωματα αυτων εναντι κυριου και συμβεβηκεν μοι ταυτα και φαγομαι τα περι της αμαρτιας σημερον μη αρεστον εσται κυριω

20 και ηκουσεν μωυσης και ηρεσεν αυτω

← Leviticus第9章   Leviticus第11章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 934, 1072, 2177, 2187, 9375, 9378, 9434 ...

Apocalypse Revealed 47, 395, 599, 748

Sacred Scripture 49

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: