Judges第9章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第8章   Judges第10章 →

1 και επορευθη αβιμελεχ υιος ιεροβααλ εις συχεμ προς αδελφους μητρος αυτου και ελαλησεν προς αυτους και προς πασαν συγγενειαν οικου πατρος μητρος αυτου λεγων

2 λαλησατε δη εν τοις ωσιν παντων των ανδρων συχεμ τι το αγαθον υμιν κυριευσαι υμων εβδομηκοντα ανδρας παντας υιους ιεροβααλ η κυριευειν υμων ανδρα ενα και μνησθητε οτι οστουν υμων και σαρξ υμων ειμι

3 και ελαλησαν περι αυτου οι αδελφοι της μητρος αυτου εν τοις ωσιν παντων των ανδρων συχεμ παντας τους λογους τουτους και εκλινεν η καρδια αυτων οπισω αβιμελεχ οτι ειπαν αδελφος ημων εστιν

4 και εδωκαν αυτω εβδομηκοντα αργυριου εξ οικου βααλβεριθ και εμισθωσατο εαυτω αβιμελεχ ανδρας κενους και δειλους και επορευθησαν οπισω αυτου

5 και εισηλθεν εις τον οικον του πατρος αυτου εις εφραθα και απεκτεινεν τους αδελφους αυτου υιους ιεροβααλ εβδομηκοντα ανδρας επι λιθον ενα και κατελειφθη ιωαθαν υιος ιεροβααλ ο νεωτερος οτι εκρυβη

6 και συνηχθησαν παντες ανδρες σικιμων και πας οικος βηθμααλων και επορευθησαν και εβασιλευσαν τον αβιμελεχ προς τη βαλανω τη ευρετη της στασεως της εν σικιμοις

7 και ανηγγελη τω ιωαθαν και επορευθη και εστη επι κορυφην ορους γαριζιν και επηρεν την φωνην αυτου και εκλαυσεν και ειπεν αυτοις ακουσατε μου ανδρες σικιμων και ακουσεται υμων ο θεος

8 πορευομενα επορευθη τα ξυλα του χρισαι εφ' εαυτα βασιλεα και ειπον τη ελαια βασιλευσον εφ' ημων

9 και ειπεν αυτοις η ελαια μη απολειψασα την πιοτητα μου εν η δοξασουσι τον θεον ανδρες πορευσομαι κινεισθαι επι των ξυλων

10 και ειπον τα ξυλα τη συκη δευρο βασιλευσον εφ' ημων

11 και ειπεν αυτοις η συκη μη απολειψασα εγω την γλυκυτητα μου και τα γενηματα μου τα αγαθα πορευσομαι κινεισθαι επι των ξυλων

12 και ειπαν τα ξυλα προς την αμπελον δευρο συ βασιλευσον εφ' ημων

13 και ειπεν αυτοις η αμπελος μη απολειψασα τον οινον μου τον ευφραινοντα θεον και ανθρωπους πορευσομαι κινεισθαι επι των ξυλων

14 και ειπαν παντα τα ξυλα τη ραμνω δευρο συ βασιλευσον εφ' ημων

15 και ειπεν η ραμνος προς τα ξυλα ει εν αληθεια χριετε με υμεις του βασιλευειν εφ' υμας δευτε υποστητε εν τη σκια μου και ει μη εξελθη πυρ απ' εμου και καταφαγη τας κεδρους του λιβανου

16 και νυν ει εν αληθεια και τελειοτητι εποιησατε και εβασιλευσατε τον αβιμελεχ και ει αγαθωσυνην εποιησατε μετα ιεροβααλ και μετα του οικου αυτου και ει ως ανταποδοσις χειρος αυτου εποιησατε αυτω

17 ως παρεταξατο ο πατηρ μου υπερ υμων και εξερριψεν την ψυχην αυτου εξ εναντιας και ερρυσατο υμας εκ χειρος μαδιαμ

18 και υμεις επανεστητε επι τον οικον του πατρος μου σημερον και απεκτεινατε τους υιους αυτου εβδομηκοντα ανδρας επι λιθον ενα και εβασιλευσατε τον αβιμελεχ υιον παιδισκης αυτου επι τους ανδρας σικιμων οτι αδελφος υμων εστιν

19 και ει εν αληθεια και τελειοτητι εποιησατε μετα ιεροβααλ και μετα του οικου αυτου εν τη ημερα ταυτη ευφρανθειητε εν αβιμελεχ και ευφρανθειη και γε αυτος εφ' υμιν

20 ει δε ου εξελθοι πυρ απο αβιμελεχ και φαγοι τους ανδρας σικιμων και τον οικον βηθμααλλων και εξελθοι πυρ απο ανδρων σικιμων και εκ του οικου βηθμααλλων και καταφαγοι τον αβιμελεχ

21 και εφυγεν ιωαθαν και απεδρα και επορευθη εως βαιηρ και ωκησεν εκει απο προσωπου αβιμελεχ αδελφου αυτου

22 και ηρξεν αβιμελεχ επι ισραηλ τρια ετη

23 και εξαπεστειλεν ο θεος πνευμα πονηρον ανα μεσον αβιμελεχ και ανα μεσον των ανδρων σικιμων και ηθετησαν ανδρες σικιμων εν τω οικω αβιμελεχ

24 του επαγαγειν την αδικιαν των εβδομηκοντα υιων ιεροβααλ και τα αιματα αυτων του θειναι επι αβιμελεχ τον αδελφον αυτων ος απεκτεινεν αυτους και επι ανδρας σικιμων οτι ενισχυσαν τας χειρας αυτου αποκτειναι τους αδελφους αυτου

25 και εθηκαν αυτω οι ανδρες σικιμων ενεδρευοντας επι τας κεφαλας των ορεων και διηρπαζον παντα ος παρεπορευετο επ' αυτους εν τη οδω και απηγγελη τω βασιλει αβιμελεχ

26 και ηλθεν γααλ υιος ιωβηλ και οι αδελφοι αυτου και παρηλθον εν σικιμοις και ηλπισαν εν αυτω οι ανδρες σικιμων

27 και εξηλθον εις αγρον και ετρυγησαν τους αμπελωνας αυτων και επατησαν και εποιησαν ελλουλιμ και εισηνεγκαν εις οικον θεου αυτων και εφαγον και επιον και κατηρασαντο τον αβιμελεχ

28 και ειπεν γααλ υιος ιωβηλ τις εστιν αβιμελεχ και τις εστιν υιος συχεμ οτι δουλευσομεν αυτω ουχ υιος ιεροβααλ και ζεβουλ επισκοπος αυτου δουλος αυτου συν τοις ανδρασιν εμμωρ πατρος συχεμ και τι οτι δουλευσομεν αυτω ημεις

29 και τις δωη τον λαον τουτον εν χειρι μου και μεταστησω τον αβιμελεχ και ερω προς αυτον πληθυνον την δυναμιν σου και εξελθε

30 και ηκουσεν ζεβουλ αρχων της πολεως τους λογους γααλ υιου ιωβηλ και ωργισθη θυμω αυτος

31 και απεστειλεν αγγελους προς αβιμελεχ εν κρυφη λεγων ιδου γααλ υιος ιωβηλ και οι αδελφοι αυτου ερχονται εις συχεμ και ιδου αυτοι περικαθηνται την πολιν επι σε

32 και νυν αναστας νυκτος συ και ο λαος ο μετα σου και ενεδρευσον εν τω αγρω

33 και εσται το πρωι αμα τω ανατειλαι τον ηλιον ορθριεις και εκτενεις επι την πολιν και ιδου αυτος και ο λαος ο μετ' αυτου εκπορευονται προς σε και ποιησεις αυτω οσα αν ευρη η χειρ σου

34 και ανεστη αβιμελεχ και πας ο λαος μετ' αυτου νυκτος και ενηδρευσαν επι συχεμ τετρασιν αρχαις

35 και εξηλθεν γααλ υιος ιωβηλ και εστη προς τη θυρα της πυλης της πολεως και ανεστη αβιμελεχ και ο λαος ο μετ' αυτου απο του ενεδρου

36 και ειδεν γααλ υιος ιωβηλ τον λαον και ειπεν προς ζεβουλ ιδου λαος καταβαινει απο κεφαλων των ορεων και ειπεν προς αυτον ζεβουλ την σκιαν των ορεων συ βλεπεις ως ανδρας

37 και προσεθετο ετι γααλ του λαλησαι και ειπεν ιδου λαος καταβαινων κατα θαλασσαν απο του εχομενα ομφαλου της γης και αρχη ετερα ερχεται δια οδου ηλωνμαωνενιμ

38 και ειπεν προς αυτον ζεβουλ και που εστιν το στομα σου ως ελαλησας τις εστιν αβιμελεχ οτι δουλευσομεν αυτω μη ουχι ουτος ο λαος ον εξουδενωσας εξελθε δη νυν και παραταξαι αυτω

39 και εξηλθεν γααλ ενωπιον ανδρων συχεμ και παρεταξατο προς αβιμελεχ

40 και εδιωξεν αυτον αβιμελεχ και εφυγεν απο προσωπου αυτου και επεσαν τραυματιαι πολλοι εως της θυρας της πυλης

41 και εισηλθεν αβιμελεχ εν αρημα και εξεβαλεν ζεβουλ τον γααλ και τους αδελφους αυτου μη οικειν εν συχεμ

42 και εγενετο τη επαυριον και εξηλθεν ο λαος εις τον αγρον και ανηγγειλεν τω αβιμελεχ

43 και ελαβεν τον λαον και διειλεν αυτους εις τρεις αρχας και ενηδρευσεν εν αγρω και ειδεν και ιδου ο λαος εξηλθεν εκ της πολεως και ανεστη επ' αυτους και επαταξεν αυτους

44 και αβιμελεχ και οι αρχηγοι οι μετ' αυτου εξετειναν και εστησαν παρα την θυραν της πυλης της πολεως και αι δυο αρχαι εξετειναν επι παντας τους εν τω αγρω και επαταξαν αυτους

45 και αβιμελεχ παρετασσετο εν τη πολει ολην την ημεραν εκεινην και κατελαβετο την πολιν και τον λαον τον εν αυτη απεκτεινεν και καθειλεν την πολιν και εσπειρεν εις αλας

46 και ηκουσαν παντες οι ανδρες πυργων συχεμ και ηλθον εις συνελευσιν βαιθηλβεριθ

47 και ανηγγελη τω αβιμελεχ οτι συνηχθησαν παντες οι ανδρες πυργων συχεμ

48 και ανεβη αβιμελεχ εις ορος ερμων και πας ο λαος ο μετ' αυτου και ελαβεν αβιμελεχ τας αξινας εν τη χειρι αυτου και εκοψεν κλαδον ξυλου και ηρεν και εθηκεν επ' ωμων αυτου και ειπεν τω λαω τω μετ' αυτου ο ειδετε με ποιουντα ταχεως ποιησατε ως εγω

49 και εκοψαν και γε ανηρ κλαδον πας ανηρ και επορευθησαν οπισω αβιμελεχ και επεθηκαν επι την συνελευσιν και ενεπυρισαν επ' αυτους την συνελευσιν εν πυρι και απεθανον και γε παντες οι ανδρες πυργου σικιμων ως χιλιοι ανδρες και γυναικες

50 και επορευθη αβιμελεχ εκ βαιθηλβεριθ και παρενεβαλεν εν θηβης και κατελαβεν αυτην

51 και πυργος ισχυρος ην εν μεσω της πολεως και εφυγον εκει παντες οι ανδρες και αι γυναικες της πολεως και εκλεισαν εξωθεν αυτων και ανεβησαν επι το δωμα του πυργου

52 και ηλθεν αβιμελεχ εως του πυργου και παρεταξαντο αυτω και ηγγισεν αβιμελεχ εως της θυρας του πυργου του εμπρησαι αυτον εν πυρι

53 και ερριψεν γυνη μια κλασμα επιμυλιου επι κεφαλην αβιμελεχ και εκλασεν το κρανιον αυτου

54 και εβοησεν ταχυ προς το παιδαριον το αιρον τα σκευη αυτου και ειπεν αυτω σπασον την ρομφαιαν μου και θανατωσον με μηποτε ειπωσιν γυνη απεκτεινεν αυτον και εξεκεντησεν αυτον το παιδαριον αυτου και απεθανεν

55 και ειδεν ανηρ ισραηλ οτι απεθανεν αβιμελεχ και επορευθησαν ανηρ εις τον τοπον αυτου

56 και επεστρεψεν ο θεος την πονηριαν αβιμελεχ ην εποιησεν τω πατρι αυτου αποκτειναι τους εβδομηκοντα αδελφους αυτου

57 και την πασαν πονηριαν ανδρων συχεμ επεστρεψεν ο θεος εις κεφαλην αυτων και επηλθεν επ' αυτους η καταρα ιωαθαν υιου ιεροβααλ

← Judges第8章   Judges第10章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 157, 1666, 2455, 4430, 9207, 9277, 9905 ...

Show Unpublished Work(s)

精神主题:

Our affections and loves


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: