Judges第6章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第5章   Judges第7章 →

1 και εποιησαν οι υιοι ισραηλ το πονηρον ενωπιον κυριου και εδωκεν αυτους κυριος εν χειρι μαδιαμ επτα ετη

2 και ισχυσεν χειρ μαδιαμ επι ισραηλ και εποιησαν εαυτοις οι υιοι ισραηλ απο προσωπου μαδιαμ τας τρυμαλιας τας εν τοις ορεσιν και τα σπηλαια και τα κρεμαστα

3 και εγενετο εαν εσπειραν οι υιοι ισραηλ και ανεβαιναν μαδιαμ και αμαληκ και οι υιοι ανατολων συνανεβαινον αυτοις

4 και παρενεβαλον εις αυτους και κατεφθειραν τους καρπους αυτων εως ελθειν εις γαζαν και ου κατελιπον υποστασιν ζωης εν τη γη ισραηλ ουδε εν τοις ποιμνιοις ταυρον και ονον

5 οτι αυτοι και αι κτησεις αυτων ανεβαινον και αι σκηναι αυτων παρεγινοντο καθως ακρις εις πληθος και αυτοις και τοις καμηλοις αυτων ουκ ην αριθμος και ηρχοντο εις την γην ισραηλ και διεφθειρον αυτην

6 και επτωχευσεν ισραηλ σφοδρα απο προσωπου μαδιαμ και εβοησαν οι υιοι ισραηλ προς κυριον

7 απο προσωπου μαδιαμ

8 και εξαπεστειλεν κυριος ανδρα προφητην προς τους υιους ισραηλ και ειπεν αυτοις ταδε λεγει κυριος ο θεος ισραηλ εγω ειμι ος ανηγαγον υμας εκ γης αιγυπτου και εξηγαγον υμας εξ οικου δουλειας υμων

9 και ερρυσαμην υμας εκ χειρος αιγυπτου και εκ χειρος παντων των θλιβοντων υμας και εξεβαλον αυτους εκ προσωπου υμων και εδωκα υμιν την γην αυτων

10 και ειπα υμιν εγω κυριος ο θεος υμων ου φοβηθησεσθε τους θεους του αμορραιου εν οις υμεις καθησεσθε εν τη γη αυτων και ουκ εισηκουσατε της φωνης μου

11 και ηλθεν αγγελος κυριου και εκαθισεν υπο την τερεμινθον την εν εφραθα την ιωας πατρος του εσδρι και γεδεων υιος αυτου ραβδιζων σιτον εν ληνω εις εκφυγειν απο προσωπου του μαδιαμ

12 και ωφθη αυτω ο αγγελος κυριου και ειπεν προς αυτον κυριος μετα σου ισχυρος των δυναμεων

13 και ειπεν προς αυτον γεδεων εν εμοι κυριε μου και ει εστιν κυριος μεθ' ημων εις τι ευρεν ημας τα κακα ταυτα και που εστιν παντα τα θαυμασια αυτου α διηγησαντο ημιν οι πατερες ημων λεγοντες μη ουχι εξ αιγυπτου ανηγαγεν ημας κυριος και νυν εξερριψεν ημας και εδωκεν ημας εν χειρι μαδιαμ

14 και επεστρεψεν προς αυτον ο αγγελος κυριου και ειπεν πορευου εν ισχυι σου ταυτη και σωσεις τον ισραηλ εκ χειρος μαδιαμ ιδου εξαπεστειλα σε

15 και ειπεν προς αυτον γεδεων εν εμοι κυριε μου εν τινι σωσω τον ισραηλ ιδου η χιλιας μου ησθενησεν εν μανασση και εγω ειμι ο μικροτερος εν οικω πατρος μου

16 και ειπεν προς αυτον ο αγγελος κυριου κυριος εσται μετα σου και παταξεις την μαδιαμ ωσει ανδρα ενα

17 και ειπεν προς αυτον γεδεων ει δε ευρον ελεος εν οφθαλμοις σου και ποιησεις μοι σημερον παν ο τι ελαλησας μετ' εμου

18 μη χωρισθης εντευθεν εως του ελθειν με προς σε και εξοισω την θυσιαν και θησω ενωπιον σου και ειπεν εγω ειμι καθιομαι εως του επιστρεψαι σε

19 και γεδεων εισηλθεν και εποιησεν εριφον αιγων και οιφι αλευρου αζυμα και τα κρεα εθηκεν εν τω κοφινω και τον ζωμον εβαλεν εν τη χυτρα και εξηνεγκεν αυτα προς αυτον υπο την τερεμινθον και προσηγγισεν

20 και ειπεν προς αυτον ο αγγελος του θεου λαβε τα κρεα και τα αζυμα και θες προς την πετραν εκεινην και τον ζωμον εχομενα εκχεε και εποιησεν ουτως

21 και εξετεινεν ο αγγελος κυριου το ακρον της ραβδου της εν χειρι αυτου και ηψατο των κρεων και των αζυμων και ανεβη πυρ εκ της πετρας και κατεφαγεν τα κρεα και τους αζυμους και ο αγγελος κυριου επορευθη απο οφθαλμων αυτου

22 και ειδεν γεδεων οτι αγγελος κυριου ουτος εστιν και ειπεν γεδεων α α κυριε μου κυριε οτι ειδον αγγελον κυριου προσωπον προς προσωπον

23 και ειπεν αυτω κυριος ειρηνη σοι μη φοβου ου μη αποθανης

24 και ωκοδομησεν εκει γεδεων θυσιαστηριον τω κυριω και επεκαλεσεν αυτω ειρηνη κυριου εως της ημερας ταυτης ετι αυτου οντος εν εφραθα πατρος του εσδρι

25 και εγενετο εν τη νυκτι εκεινη και ειπεν αυτω κυριος λαβε τον μοσχον τον ταυρον ος εστιν τω πατρι σου και μοσχον δευτερον επταετη και καθελεις το θυσιαστηριον του βααλ ο εστιν τω πατρι σου και το αλσος το επ' αυτο ολεθρευσεις

26 και οικοδομησεις θυσιαστηριον κυριω τω θεω σου επι κορυφην του μαουεκ τουτου εν τη παραταξει και λημψη τον μοσχον τον δευτερον και ανοισεις ολοκαυτωμα εν τοις ξυλοις του αλσους ου εξολεθρευσεις

27 και ελαβεν γεδεων δεκα ανδρας απο των δουλων εαυτου και εποιησεν ον τροπον ελαλησεν προς αυτον κυριος και εγενηθη ως εφοβηθη τον οικον του πατρος αυτου και τους ανδρας της πολεως του ποιησαι ημερας και εποιησεν νυκτος

28 και ωρθρισαν οι ανδρες της πολεως το πρωι και ιδου καθηρητο το θυσιαστηριον του βααλ και το αλσος το επ' αυτω ωλεθρευτο και ειδαν τον μοσχον τον δευτερον ον ανηνεγκεν επι το θυσιαστηριον το ωκοδομημενον

29 και ειπεν ανηρ προς τον πλησιον αυτου τις εποιησεν το ρημα τουτο και επεζητησαν και ηρευνησαν και εγνωσαν οτι γεδεων υιος ιωας εποιησεν το ρημα τουτο

30 και ειπον οι ανδρες της πολεως προς ιωας εξενεγκε τον υιον σου και αποθανετω οτι καθειλεν το θυσιαστηριον του βααλ και οτι ωλεθρευσεν το αλσος το επ' αυτω

31 και ειπεν ιωας τοις ανδρασιν πασιν οι επανεστησαν αυτω μη υμεις νυν δικαζεσθε υπερ του βααλ η υμεις σωσετε αυτον ος εαν δικασηται αυτω θανατωθητω εως πρωι ει θεος εστιν δικαζεσθω αυτω οτι καθειλεν το θυσιαστηριον αυτου

32 και εκαλεσεν αυτο εν τη ημερα εκεινη ιαρβααλ λεγων δικασασθω εν αυτω ο βααλ οτι καθηρεθη το θυσιαστηριον αυτου

33 και πασα μαδιαμ και αμαληκ και υιοι ανατολων συνηχθησαν επι το αυτο και παρενεβαλον εν κοιλαδι εζερεελ

34 και πνευμα κυριου ενεδυναμωσεν τον γεδεων και εσαλπισεν εν κερατινη και εφοβηθη αβιεζερ οπισω αυτου

35 και αγγελους απεστειλεν εις παντα μανασση και εν ασηρ και εν ζαβουλων και νεφθαλι και ανεβη εις συναντησιν αυτων

36 και ειπεν γεδεων προς τον θεον ει συ σωζεις εν χειρι μου τον ισραηλ καθως ελαλησας

37 ιδου εγω τιθημι τον ποκον του εριου εν τη αλωνι εαν δροσος γενηται επι τον ποκον μονον και επι πασαν την γην ξηρασια γνωσομαι οτι σωσεις εν χειρι μου τον ισραηλ καθως ελαλησας

38 και εγενετο ουτως και ωρθρισεν τη επαυριον και εξεπιασεν τον ποκον και εσταξεν δροσος απο του ποκου πληρης λεκανη υδατος

39 και ειπεν γεδεων προς τον θεον μη δη οργισθητω ο θυμος σου εν εμοι και λαλησω ετι απαξ πειρασω δε και γε ετι απαξ εν τω ποκω και γενεσθω η ξηρασια επι τον ποκον μονον και επι πασαν την γην γενηθητω δροσος

40 και εποιησεν ουτως ο θεος εν τη νυκτι εκεινη και εγενετο ξηρασια επι τον ποκον μονον και επι πασαν την γην εγενηθη δροσος

← Judges第5章   Judges第7章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 1925, 2332, 2463, 2724, 3088, 3242, 3519 ...

Apocalypse Revealed 242, 485, 598

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: