Judges第2章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第1章   Judges第3章 →

1 και ανεβη αγγελος κυριου απο γαλγαλ επι τον κλαυθμωνα και επι βαιθηλ και επι τον οικον ισραηλ και ειπεν προς αυτους ταδε λεγει κυριος ανεβιβασα υμας εξ αιγυπτου και εισηγαγον υμας εις την γην ην ωμοσα τοις πατρασιν υμων και ειπα ου διασκεδασω την διαθηκην μου την μεθ' υμων εις τον αιωνα

2 και υμεις ου διαθησεσθε διαθηκην τοις εγκαθημενοις εις την γην ταυτην ουδε τοις θεοις αυτων προσκυνησετε αλλα τα γλυπτα αυτων συντριψετε και τα θυσιαστηρια αυτων καθελειτε και ουκ εισηκουσατε της φωνης μου οτι ταυτα εποιησατε

3 καγω ειπον ου μη εξαρω αυτους εκ προσωπου υμων και εσονται υμιν εις συνοχας και οι θεοι αυτων εσονται υμιν εις σκανδαλον

4 και εγενετο ως ελαλησεν ο αγγελος κυριου τους λογους τουτους προς παντας υιους ισραηλ και επηραν ο λαος την φωνην αυτων και εκλαυσαν

5 και επωνομασαν το ονομα του τοπου εκεινου κλαυθμωνες και εθυσιασαν εκει τω κυριω

6 και εξαπεστειλεν ιησους τον λαον και ηλθεν ανηρ εις την κληρονομιαν αυτου κατακληρονομησαι την γην

7 και εδουλευσεν ο λαος τω κυριω πασας τας ημερας ιησου και πασας τας ημερας των πρεσβυτερων οσοι εμακροημερευσαν μετα ιησου οσοι εγνωσαν παν το εργον κυριου το μεγα ο εποιησεν εν τω ισραηλ

8 και ετελευτησεν ιησους υιος ναυη δουλος κυριου υιος εκατον δεκα ετων

9 και εθαψαν αυτον εν οριω της κληρονομιας αυτου εν θαμναθαρες εν ορει εφραιμ απο βορρα του ορους γαας

10 και γε πασα η γενεα εκεινη προσετεθησαν προς τους πατερας αυτων και ανεστη γενεα ετερα μετ' αυτους οι ουκ εγνωσαν τον κυριον και γε το εργον ο εποιησεν εν τω ισραηλ

11 και εποιησαν οι υιοι ισραηλ το πονηρον ενωπιον κυριου και ελατρευσαν τοις βααλιμ

12 και εγκατελιπον τον κυριον τον θεον των πατερων αυτων τον εξαγαγοντα αυτους εκ γης αιγυπτου και επορευθησαν οπισω θεων ετερων απο των θεων των εθνων των περικυκλω αυτων και προσεκυνησαν αυτοις και παρωργισαν τον κυριον

13 και εγκατελιπον αυτον και ελατρευσαν τω βααλ και ταις ασταρταις

14 και ωργισθη θυμω κυριος εν τω ισραηλ και παρεδωκεν αυτους εις χειρας προνομευοντων και κατεπρονομευσαν αυτους και απεδοτο αυτους εν χερσι των εχθρων αυτων κυκλοθεν και ουκ ηδυνηθησαν ετι αντιστηναι κατα προσωπον των εχθρων αυτων

15 εν πασιν οις εξεπορευοντο και χειρ κυριου ην επ' αυτους εις κακα καθως ελαλησεν κυριος και καθως ωμοσεν κυριος αυτοις και εξεθλιψεν αυτους σφοδρα

16 και ηγειρεν κυριος κριτας και εσωσεν αυτους κυριος εκ χειρος των προνομευοντων αυτους

17 και γε των κριτων ουχ υπηκουσαν οτι εξεπορνευσαν οπισω θεων ετερων και προσεκυνησαν αυτοις και εξεκλιναν ταχυ εκ της οδου ης επορευθησαν οι πατερες αυτων του εισακουειν των λογων κυριου ουκ εποιησαν ουτως

18 και οτι ηγειρεν κυριος κριτας αυτοις και ην κυριος μετα του κριτου και εσωσεν αυτους εκ χειρος εχθρων αυτων πασας τας ημερας του κριτου οτι παρεκληθη κυριος απο του στεναγμου αυτων απο προσωπου των πολιορκουντων αυτους και εκθλιβοντων αυτους

19 και εγενετο ως απεθνησκεν ο κριτης και απεστρεψαν και παλιν διεφθειραν υπερ τους πατερας αυτων πορευεσθαι οπισω θεων ετερων λατρευειν αυτοις και προσκυνειν αυτοις ουκ απερριψαν τα επιτηδευματα αυτων και τας οδους αυτων τας σκληρας

20 και ωργισθη θυμω κυριος εν τω ισραηλ και ειπεν ανθ' ων οσα εγκατελιπον το εθνος τουτο την διαθηκην μου ην ενετειλαμην τοις πατρασιν αυτων και ουκ εισηκουσαν της φωνης μου

21 και γε εγω ου προσθησω του εξαραι ανδρα εκ προσωπου αυτων απο των εθνων ων κατελιπεν ιησους υιος ναυη εν τη γη και αφηκεν

22 του πειρασαι εν αυτοις τον ισραηλ ει φυλασσονται την οδον κυριου πορευεσθαι εν αυτη ον τροπον εφυλαξαν οι πατερες αυτων η ου

23 και αφηκεν κυριος τα εθνη ταυτα του μη εξαραι αυτα το ταχος και ου παρεδωκεν αυτα εν χειρι ιησου

← Judges第1章   Judges第3章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 921, 1925, 3255, 4539, 8286, 8301

Show Unpublished Work(s)

Bible Studies:

Is God Angry?

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: