Judges第17章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第16章   Judges第18章 →

1 και εγενετο ανηρ απο ορους εφραιμ και ονομα αυτω μιχαιας

2 και ειπεν τη μητρι αυτου οι χιλιοι και εκατον ους ελαβες αργυριου σεαυτη και με ηρασω και προσειπας εν ωσι μου ιδου το αργυριον παρ' εμοι εγω ελαβον αυτο και ειπεν η μητηρ αυτου ευλογητος ο υιος μου τω κυριω

3 και απεδωκεν τους χιλιους και εκατον του αργυριου τη μητρι αυτου και ειπεν η μητηρ αυτου αγιαζουσα ηγιακα το αργυριον τω κυριω εκ χειρος μου τω υιω μου του ποιησαι γλυπτον και χωνευτον και νυν αποδωσω σοι αυτο

4 και απεδωκεν το αργυριον τη μητρι αυτου και ελαβεν η μητηρ αυτου διακοσιους αργυριου και εδωκεν αυτο αργυροκοπω και εποιησεν αυτο γλυπτον και χωνευτον και εγενηθη εν οικω μιχαια

5 και ο οικος μιχαια αυτω οικος θεου και εποιησεν εφωδ και θαραφιν και επληρωσεν την χειρα απο ενος υιων αυτου και εγενετο αυτω εις ιερεα

6 εν δε ταις ημεραις εκειναις ουκ ην βασιλευς εν ισραηλ ανηρ το ευθες εν οφθαλμοις αυτου εποιει

7 και εγενηθη νεανιας εκ βηθλεεμ δημου ιουδα και αυτος λευιτης και ουτος παρωκει εκει

8 και επορευθη ο ανηρ απο βηθλεεμ της πολεως ιουδα παροικησαι εν ω εαν ευρη τοπω και ηλθεν εως ορους εφραιμ και εως οικου μιχαια του ποιησαι οδον αυτου

9 και ειπεν αυτω μιχαιας ποθεν ερχη και ειπεν προς αυτον λευιτης ειμι απο βαιθλεεμ ιουδα και εγω πορευομαι παροικησαι εν ω εαν ευρω τοπω

10 και ειπεν αυτω μιχαιας καθου μετ' εμου και γινου μοι εις πατερα και εις ιερεα και εγω δωσω σοι δεκα αργυριου εις ημεραν και στολην ιματιων και τα προς ζωην σου και επορευθη ο λευιτης

11 και ηρξατο παροικειν παρα τω ανδρι και εγενηθη ο νεανιας παρ' αυτω ως εις απο υιων αυτου

12 και επληρωσεν μιχαιας την χειρα του λευιτου και εγενετο αυτω εις ιερεα και εγενετο εν οικω μιχαια

13 και ειπεν μιχαιας νυν εγνων οτι αγαθυνει κυριος εμοι οτι εγενετο μοι ο λευιτης εις ιερεα

← Judges第16章   Judges第18章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 2598, 3704, 4111

Heaven and Hell 324

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: