Judges第16章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第15章   Judges第17章 →

1 και επορευθη σαμψων εις γαζαν και ειδεν εκει γυναικα πορνην και εισηλθεν προς αυτην

2 και ανηγγελη τοις γαζαιοις λεγοντες ηκει σαμψων ωδε και εκυκλωσαν και ενηδρευσαν επ' αυτον ολην την νυκτα εν τη πυλη της πολεως και εκωφευσαν ολην την νυκτα λεγοντες εως διαφαυση ο ορθρος και φονευσωμεν αυτον

3 και εκοιμηθη σαμψων εως μεσονυκτιου και ανεστη εν ημισει της νυκτος και επελαβετο των θυρων της πυλης της πολεως συν τοις δυσι σταθμοις και ανεβαστασεν αυτας συν τω μοχλω και εθηκεν επ' ωμων αυτου και ανεβη επι την κορυφην του ορους του επι προσωπου χεβρων και εθηκεν αυτα εκει

4 και εγενετο μετα τουτο και ηγαπησεν γυναικα εν αλσωρηχ και ονομα αυτη δαλιδα

5 και ανεβησαν προς αυτην οι αρχοντες των αλλοφυλων και ειπαν αυτη απατησον αυτον και ιδε εν τινι η ισχυς αυτου η μεγαλη και εν τινι δυνησομεθα αυτω και δησομεν αυτον του ταπεινωσαι αυτον και ημεις δωσομεν σοι ανηρ χιλιους και εκατον αργυριου

6 και ειπεν δαλιδα προς σαμψων απαγγειλον δη μοι εν τινι η ισχυς σου η μεγαλη και εν τινι δεθηση του ταπεινωθηναι σε

7 και ειπεν προς αυτην σαμψων εαν δησωσιν με εν επτα νευρεαις υγραις μη διεφθαρμεναις και ασθενησω και εσομαι ως εις των ανθρωπων

8 και ανηνεγκαν αυτη οι αρχοντες των αλλοφυλων επτα νευρας υγρας μη διεφθαρμενας και εδησεν αυτον εν αυταις

9 και το ενεδρον αυτη εκαθητο εν τω ταμιειω και ειπεν αυτω αλλοφυλοι επι σε σαμψων και διεσπασεν τας νευρεας ως ει τις αποσπασοι στρεμμα στιππυου εν τω οσφρανθηναι αυτο πυρος και ουκ εγνωσθη η ισχυς αυτου

10 και ειπεν δαλιδα προς σαμψων ιδου επλανησας με και ελαλησας προς με ψευδη νυν ουν αναγγειλον μοι εν τινι δεθηση

11 και ειπεν προς αυτην εαν δεσμευοντες δησωσιν με εν καλωδιοις καινοις οις ουκ εγενετο εν αυτοις εργον και ασθενησω και εσομαι ως εις των ανθρωπων

12 και ελαβεν δαλιδα καλωδια καινα και εδησεν αυτον εν αυτοις και τα ενεδρα εξηλθεν εκ του ταμιειου και ειπεν αλλοφυλοι επι σε σαμψων και διεσπασεν αυτα απο βραχιονων αυτου ως σπαρτιον

13 και ειπεν δαλιδα προς σαμψων ιδου επλανησας με και ελαλησας προς εμε ψευδη απαγγειλον δη μοι εν τινι δεθηση και ειπεν προς αυτην εαν υφανης τας επτα σειρας της κεφαλης μου συν τω διασματι και εγκρουσης τω πασσαλω εις τον τοιχον και εσομαι ως εις των ανθρωπων ασθενης

14 και εγενετο εν τω κοιμασθαι αυτον και ελαβεν δαλιδα τας επτα σειρας της κεφαλης αυτου και υφανεν εν τω διασματι και επηξεν τω πασσαλω εις τον τοιχον και ειπεν αλλοφυλοι επι σε σαμψων και εξυπνισθη εκ του υπνου αυτου και εξηρεν τον πασσαλον του υφασματος εκ του τοιχου

15 και ειπεν δαλιδα προς σαμψων πως λεγεις ηγαπηκα σε και ουκ εστιν η καρδια σου μετ' εμου τουτο τριτον επλανησας με και ουκ απηγγειλας μοι εν τινι η ισχυς σου η μεγαλη

16 και εγενετο οτε εξεθλιψεν αυτον εν λογοις αυτης πασας τας ημερας και εστενοχωρησεν αυτον και ωλιγοψυχησεν εως του αποθανειν

17 και ανηγγειλεν αυτη την πασαν καρδιαν αυτου και ειπεν αυτη σιδηρος ουκ ανεβη επι την κεφαλην μου οτι αγιος θεου εγω ειμι απο κοιλιας μητρος μου εαν ουν ξυρησωμαι αποστησεται απ' εμου η ισχυς μου και ασθενησω και εσομαι ως παντες οι ανθρωποι

18 και ειδεν δαλιδα οτι απηγγειλεν αυτη πασαν την καρδιαν αυτου και απεστειλεν και εκαλεσεν τους αρχοντας των αλλοφυλων λεγουσα αναβητε ετι το απαξ τουτο οτι απηγγειλεν μοι την πασαν καρδιαν αυτου και ανεβησαν προς αυτην οι αρχοντες των αλλοφυλων και ανηνεγκαν το αργυριον εν χερσιν αυτων

19 και εκοιμισεν δαλιδα τον σαμψων επι τα γονατα αυτης και εκαλεσεν ανδρα και εξυρησεν τας επτα σειρας της κεφαλης αυτου και ηρξατο ταπεινωσαι αυτον και απεστη η ισχυς αυτου απ' αυτου

20 και ειπεν δαλιδα αλλοφυλοι επι σε σαμψων και εξυπνισθη εκ του υπνου αυτου και ειπεν εξελευσομαι ως απαξ και απαξ και εκτιναχθησομαι και αυτος ουκ εγνω οτι απεστη ο κυριος απανωθεν αυτου

21 και εκρατησαν αυτον οι αλλοφυλοι και εξεκοψαν τους οφθαλμους αυτου και κατηνεγκαν αυτον εις γαζαν και επεδησαν αυτον εν πεδαις χαλκειαις και ην αληθων εν οικω του δεσμωτηριου

22 και ηρξατο θριξ της κεφαλης αυτου βλαστανειν καθως εξυρησατο

23 και οι αρχοντες των αλλοφυλων συνηχθησαν θυσαι θυσιασμα μεγα τω δαγων θεω αυτων και ευφρανθηναι και ειπαν εδωκεν ο θεος εν χειρι ημων τον σαμψων τον εχθρον ημων

24 και ειδαν αυτον ο λαος και υμνησαν τον θεον αυτων οτι παρεδωκεν ο θεος ημων τον εχθρον ημων εν χειρι ημων τον ερημουντα την γην ημων και ος επληθυνεν τους τραυματιας ημων

25 και οτε ηγαθυνθη η καρδια αυτων και ειπαν καλεσατε τον σαμψων εξ οικου φυλακης και παιξατω ενωπιον ημων και εκαλεσαν τον σαμψων απο οικου δεσμωτηριου και επαιζεν ενωπιον αυτων και ερραπιζον αυτον και εστησαν αυτον ανα μεσον των κιονων

26 και ειπεν σαμψων προς τον νεανιαν τον κρατουντα την χειρα αυτου αφες με και ψηλαφησω τους κιονας εφ' οις ο οικος στηκει επ' αυτους και επιστηριχθησομαι επ' αυτους

27 και ο οικος πληρης των ανδρων και των γυναικων και εκει παντες οι αρχοντες των αλλοφυλων και επι το δωμα ως επτακοσιοι ανδρες και γυναικες οι θεωρουντες εν παιγνιαις σαμψων

28 και εκλαυσεν σαμψων προς κυριον και ειπεν αδωναιε κυριε μνησθητι δη μου νυν και ενισχυσον με ετι το απαξ τουτο θεε και ανταποδωσω ανταποδοσιν μιαν περι των δυο οφθαλμων μου τοις αλλοφυλοις

29 και περιελαβεν σαμψων τους δυο κιονας του οικου εφ' ους ο οικος ειστηκει και επεστηριχθη επ' αυτους και εκρατησεν ενα τη δεξια αυτου και ενα τη αριστερα αυτου

30 και ειπεν σαμψων αποθανετω ψυχη μου μετα αλλοφυλων και εβασταξεν εν ισχυι και επεσεν ο οικος επι τους αρχοντας και επι παντα τον λαον τον εν αυτω και ησαν οι τεθνηκοτες ους εθανατωσεν σαμψων εν τω θανατω αυτου πλειους η ους εθανατωσεν εν τη ζωη αυτου

31 και κατεβησαν οι αδελφοι αυτου και ο οικος του πατρος αυτου και ελαβον αυτον και ανεβησαν και εθαψαν αυτον ανα μεσον σαραα και ανα μεσον εσθαολ εν τω ταφω μανωε του πατρος αυτου και αυτος εκρινεν τον ισραηλ εικοσι ετη

← Judges第15章   Judges第17章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 3301, 5247, 6437, 9836

Sacred Scripture 49

Show Unpublished Work(s)


Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: