Judges第13章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Judges第12章   Judges第14章 →

1 και προσεθηκαν οι υιοι ισραηλ ποιησαι το πονηρον ενωπιον κυριου και παρεδωκεν αυτους κυριος εν χειρι φυλιστιιμ τεσσαρακοντα ετη

2 και ην ανηρ εις απο σαραα απο δημου συγγενειας του δανι και ονομα αυτω μανωε και γυνη αυτω στειρα και ουκ ετεκεν

3 και ωφθη αγγελος κυριου προς την γυναικα και ειπεν προς αυτην ιδου συ στειρα και ου τετοκας και συλλημψη υιον

4 και νυν φυλαξαι δη και μη πιης οινον και μεθυσμα και μη φαγης παν ακαθαρτον

5 οτι ιδου συ εν γαστρι εχεις και τεξη υιον και σιδηρος ουκ αναβησεται επι την κεφαλην αυτου οτι ναζιρ θεου εσται το παιδαριον απο της κοιλιας και αυτος αρξεται του σωσαι τον ισραηλ εκ χειρος φυλιστιιμ

6 και εισηλθεν η γυνη και ειπεν τω ανδρι αυτης λεγουσα ανθρωπος θεου ηλθεν προς με και ειδος αυτου ως ειδος αγγελου θεου φοβερον σφοδρα και ουκ ηρωτησα αυτον ποθεν εστιν και το ονομα αυτου ουκ απηγγειλεν μοι

7 και ειπεν μοι ιδου συ εν γαστρι εχεις και τεξη υιον και νυν μη πιης οινον και μεθυσμα και μη φαγης παν ακαθαρτον οτι αγιον θεου εσται το παιδαριον απο γαστρος εως ημερας θανατου αυτου

8 και προσηυξατο μανωε προς κυριον και ειπεν εν εμοι κυριε αδωναιε τον ανθρωπον του θεου ον απεστειλας ελθετω δη ετι προς ημας και συμβιβασατω ημας τι ποιησωμεν τω παιδιω τω τικτομενω

9 και εισηκουσεν ο θεος της φωνης μανωε και ηλθεν ο αγγελος του θεου ετι προς την γυναικα και αυτη εκαθητο εν αγρω και μανωε ο ανηρ αυτης ουκ ην μετ' αυτης

10 και εταχυνεν η γυνη και εδραμεν και ανηγγειλεν τω ανδρι αυτης και ειπεν προς αυτον ιδου ωπται προς με ο ανηρ ος ηλθεν εν ημερα προς με

11 και ανεστη και επορευθη μανωε οπισω της γυναικος αυτου και ηλθεν προς τον ανδρα και ειπεν αυτω ει συ ει ο ανηρ ο λαλησας προς την γυναικα και ειπεν ο αγγελος εγω

12 και ειπεν μανωε νυν ελευσεται ο λογος σου τις εσται κρισις του παιδιου και τα ποιηματα αυτου

13 και ειπεν ο αγγελος κυριου προς μανωε απο παντων ων ειρηκα προς την γυναικα φυλαξεται

14 απο παντος ο εκπορευεται εξ αμπελου του οινου ου φαγεται και οινον και σικερα μεθυσμα μη πιετω και παν ακαθαρτον μη φαγετω παντα οσα ενετειλαμην αυτη φυλαξεται

15 και ειπεν μανωε προς τον αγγελον κυριου κατασχωμεν ωδε σε και ποιησωμεν ενωπιον σου εριφον αιγων

16 και ειπεν ο αγγελος κυριου προς μανωε εαν κατασχης με ου φαγομαι απο των αρτων σου και εαν ποιησης ολοκαυτωμα τω κυριω ανοισεις αυτο οτι ουκ εγνω μανωε οτι αγγελος κυριου αυτος

17 και ειπεν μανωε προς τον αγγελον κυριου τι το ονομα σοι οτι ελθοι το ρημα σου και δοξασομεν σε

18 και ειπεν αυτω ο αγγελος κυριου εις τι τουτο ερωτας το ονομα μου και αυτο εστιν θαυμαστον

19 και ελαβεν μανωε τον εριφον των αιγων και την θυσιαν και ανηνεγκεν επι την πετραν τω κυριω και διεχωρισεν ποιησαι και μανωε και η γυνη αυτου βλεποντες

20 και εγενετο εν τω αναβηναι την φλογα επανω του θυσιαστηριου εως του ουρανου και ανεβη ο αγγελος κυριου εν τη φλογι του θυσιαστηριου και μανωε και η γυνη αυτου βλεποντες και επεσαν επι προσωπον αυτων επι την γην

21 και ου προσεθηκεν ετι ο αγγελος κυριου οφθηναι προς μανωε και προς την γυναικα αυτου τοτε εγνω μανωε οτι αγγελος κυριου ουτος

22 και ειπεν μανωε προς την γυναικα αυτου θανατω αποθανουμεθα οτι θεον ειδομεν

23 και ειπεν αυτω η γυνη αυτου ει ηθελεν ο κυριος θανατωσαι ημας ουκ αν ελαβεν εκ χειρος ημων ολοκαυτωμα και θυσιαν και ουκ αν εδειξεν ημιν ταυτα παντα και καθως καιρος ουκ αν ηκουτισεν ημας ταυτα

24 και ετεκεν η γυνη υιον και εκαλεσεν το ονομα αυτου σαμψων και ηδρυνθη το παιδαριον και ευλογησεν αυτο κυριος

25 και ηρξατο πνευμα κυριου συνεκπορευεσθαι αυτω εν παρεμβολη δαν και ανα μεσον σαραα και ανα μεσον εσθαολ

← Judges第12章   Judges第14章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 2165, 2332, 3301, 3519, 4299, 5113, 6437 ...

Apocalypse Revealed 54, 939

The New Jerusalem and its Heavenly Doctrine 218

Show Unpublished Work(s)

Bible Studies:

Choose Life

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: