Judges第1章

Greek OT: LXX [A] Unaccented

研究内在含义

Judges第2章 →

1 και εγενετο μετα την τελευτην ιησου και επηρωτων οι υιοι ισραηλ δια του κυριου λεγοντες τις αναβησεται ημιν προς τους χαναναιους αφηγουμενος του πολεμησαι προς αυτους

2 και ειπεν κυριος ιουδας αναβησεται ιδου δεδωκα την γην εν τη χειρι αυτου

3 και ειπεν ιουδας τω συμεων αδελφω αυτου αναβηθι μετ' εμου εν τω κληρω μου και παραταξωμεθα προς τους χαναναιους και πορευσομαι καγω μετα σου εν τω κληρω σου και επορευθη μετ' αυτου συμεων

4 και ανεβη ιουδας και παρεδωκεν κυριος τον χαναναιον και τον φερεζαιον εις τας χειρας αυτων και εκοψαν αυτους εν βεζεκ εις δεκα χιλιαδας ανδρων

5 και κατελαβον τον αδωνιβεζεκ εν τη βεζεκ και παρεταξαντο προς αυτον και εκοψαν τον χαναναιον και τον φερεζαιον

6 και εφυγεν αδωνιβεζεκ και κατεδραμον οπισω αυτου και κατελαβοσαν αυτον και απεκοψαν τα ακρα των χειρων αυτου και τα ακρα των ποδων αυτου

7 και ειπεν αδωνιβεζεκ εβδομηκοντα βασιλεις τα ακρα των χειρων αυτων και τα ακρα των ποδων αυτων αποκεκομμενοι ησαν συλλεγοντες τα υποκατω της τραπεζης μου καθως ουν εποιησα ουτως ανταπεδωκεν μοι ο θεος και αγουσιν αυτον εις ιερουσαλημ και απεθανεν εκει

8 και επολεμουν οι υιοι ιουδα την ιερουσαλημ και κατελαβοντο αυτην και επαταξαν αυτην εν στοματι ρομφαιας και την πολιν ενεπρησαν εν πυρι

9 και μετα ταυτα κατεβησαν οι υιοι ιουδα του πολεμησαι προς τον χαναναιον τον κατοικουντα την ορεινην και τον νοτον και την πεδινην

10 και επορευθη ιουδας προς τον χαναναιον τον κατοικουντα εν χεβρων και εξηλθεν χεβρων εξ εναντιας και το ονομα ην χεβρων το προτερον καριαθαρβοξεφερ και επαταξαν τον σεσσι και αχινααν και θολμιν γεννηματα του ενακ

11 και ανεβησαν εκειθεν προς τους κατοικουντας δαβιρ το δε ονομα της δαβιρ ην εμπροσθεν καριαθσωφαρ πολις γραμματων

12 και ειπεν χαλεβ ος εαν παταξη την πολιν των γραμματων και προκαταλαβηται αυτην δωσω αυτω την ασχα θυγατερα μου εις γυναικα

13 και προκατελαβετο αυτην γοθονιηλ υιος κενεζ αδελφου χαλεβ ο νεωτερος και εδωκεν αυτω χαλεβ την ασχα θυγατερα αυτου εις γυναικα

14 και εγενετο εν τη εισοδω αυτης και επεσεισεν αυτην γοθονιηλ του αιτησαι παρα του πατρος αυτης αγρον και εγογγυζεν και εκραξεν απο του υποζυγιου εις γην νοτου εκδεδοσαι με και ειπεν αυτη χαλεβ τι εστιν σοι

15 και ειπεν αυτω ασχα δος δη μοι ευλογιαν οτι εις γην νοτου εκδεδοσαι με και δωσεις μοι λυτρωσιν υδατος και εδωκεν αυτη χαλεβ κατα την καρδιαν αυτης λυτρωσιν μετεωρων και λυτρωσιν ταπεινων

16 και οι υιοι ιοθορ του κιναιου του γαμβρου μωυσεως ανεβησαν εκ πολεως των φοινικων μετα των υιων ιουδα εις την ερημον την ουσαν εν τω νοτω ιουδα η εστιν επι καταβασεως αραδ και κατωκησαν μετα του λαου

17 και επορευθη ιουδας μετα συμεων του αδελφου αυτου και εκοψεν τον χαναναιον τον κατοικουντα σεφεκ και εξωλεθρευσαν αυτους και εκαλεσεν το ονομα της πολεως αναθεμα

18 και ουκ εκληρονομησεν ιουδας την γαζαν ουδε τα ορια αυτης ουδε την ασκαλωνα ουδε τα ορια αυτης ουδε την ακκαρων ουδε τα ορια αυτης ουδε την αζωτον ουδε τα περισπορια αυτης

19 και ην κυριος μετα ιουδα και εκληρονομησεν το ορος οτι ουκ ηδυνασθησαν εξολεθρευσαι τους κατοικουντας την κοιλαδα οτι ρηχαβ διεστειλατο αυτοις

20 και εδωκαν τω χαλεβ την χεβρων καθως ελαλησεν μωυσης και εκληρονομησεν εκειθεν τας τρεις πολεις των υιων ενακ

21 και τον ιεβουσαιον τον κατοικουντα εν ιερουσαλημ ουκ εκληρονομησαν οι υιοι βενιαμιν και κατωκησεν ο ιεβουσαιος μετα των υιων βενιαμιν εν ιερουσαλημ εως της ημερας ταυτης

22 και ανεβησαν οι υιοι ιωσηφ και γε αυτοι εις βαιθηλ και κυριος ην μετ' αυτων

23 και παρενεβαλον και κατεσκεψαντο βαιθηλ το δε ονομα της πολεως αυτων ην εμπροσθεν λουζα

24 και ειδον οι φυλασσοντες και ιδου ανηρ εξεπορευετο εκ της πολεως και ελαβον αυτον και ειπον αυτω δειξον ημιν της πολεως την εισοδον και ποιησομεν μετα σου ελεος

25 και εδειξεν αυτοις την εισοδον της πολεως και επαταξαν την πολιν εν στοματι ρομφαιας τον δε ανδρα και την συγγενειαν αυτου εξαπεστειλαν

26 και επορευθη ο ανηρ εις γην χεττιιν και ωκοδομησεν εκει πολιν και εκαλεσεν το ονομα αυτης λουζα τουτο το ονομα αυτης εως της ημερας ταυτης

27 και ουκ εξηρεν μανασση την βαιθσαν η εστιν σκυθων πολις ουδε τας θυγατερας αυτης ουδε τα περιοικα αυτης ουδε την θανακ ουδε τας θυγατερας αυτης ουδε τους κατοικουντας δωρ ουδε τας θυγατερας αυτης ουδε τον κατοικουντα βαλακ ουδε τα περιοικα αυτης ουδε τας θυγατερας αυτης ουδε τους κατοικουντας μαγεδω ουδε τα περιοικα αυτης ουδε τας θυγατερας αυτης ουδε τους κατοικουντας ιεβλααμ ουδε τα περιοικα αυτης ουδε τας θυγατερας αυτης και ηρξατο ο χαναναιος κατοικειν εν τη γη ταυτη

28 και εγενετο οτε ενισχυσεν ισραηλ και εποιησεν τον χαναναιον εις φορον και εξαιρων ουκ εξηρεν αυτον

29 και εφραιμ ουκ εξηρεν τον χαναναιον τον κατοικουντα εν γαζερ και κατωκησεν ο χαναναιος εν μεσω αυτου εν γαζερ και εγενετο εις φορον

30 και ζαβουλων ουκ εξηρεν τους κατοικουντας κεδρων ουδε τους κατοικουντας δωμανα και κατωκησεν ο χαναναιος εν μεσω αυτων και εγενετο αυτω εις φορον

31 και ασηρ ουκ εξηρεν τους κατοικουντας ακχω και εγενετο αυτω εις φορον και τους κατοικουντας δωρ και τους κατοικουντας σιδωνα και τους κατοικουντας ααλαφ και τον ασχαζι και τον χελβα και τον ναι και τον ερεω

32 και κατωκησεν ο ασηρ εν μεσω του χαναναιου του κατοικουντος την γην οτι ουκ ηδυνηθη εξαραι αυτον

33 και νεφθαλι ουκ εξηρεν τους κατοικουντας βαιθσαμυς και τους κατοικουντας βαιθαναθ και κατωκησεν νεφθαλι εν μεσω του χαναναιου του κατοικουντος την γην οι δε κατοικουντες βαιθσαμυς και την βαιθενεθ εγενοντο αυτοις εις φορον

34 και εξεθλιψεν ο αμορραιος τους υιους δαν εις το ορος οτι ουκ αφηκαν αυτον καταβηναι εις την κοιλαδα

35 και ηρξατο ο αμορραιος κατοικειν εν τω ορει τω οστρακωδει εν ω αι αρκοι και εν ω αι αλωπεκες εν τω μυρσινωνι και εν θαλαβιν και εβαρυνθη χειρ οικου ιωσηφ επι τον αμορραιον και εγενηθη αυτοις εις φορον

36 και το οριον του αμορραιου απο της αναβασεως ακραβιν απο της πετρας και επανω

Judges第2章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 66, 1408, 1574, 1616, 2799, 2838, 2909 ...

Apocalypse Revealed 367

True Christian Religion 614

Show Unpublished Work(s)

Bible Studies:

The Sword

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: