Joshua第22章

Greek OT: LXX [A] Unaccented

研究内在含义

← Joshua第21章   Joshua第23章 →

1 τοτε συνεκαλεσεν ιησους τους υιους ρουβην και τους υιους γαδ και το ημισυ φυλης μανασση

2 και ειπεν αυτοις υμεις ακηκοατε παντα οσα ενετειλατο υμιν μωυσης ο παις κυριου και επηκουσατε της φωνης μου κατα παντα οσα ενετειλαμην υμιν

3 ουκ εγκαταλελοιπατε τους αδελφους υμων ταυτας τας ημερας και πλειους εως της σημερον ημερας εφυλαξασθε την εντολην κυριου του θεου υμων

4 νυν δε κατεπαυσεν κυριος ο θεος ημων τους αδελφους ημων ον τροπον ειπεν αυτοις νυν ουν αποστραφεντες απελθατε εις τους οικους υμων και εις την γην της κατασχεσεως υμων ην εδωκεν υμιν μωυσης εν τω περαν του ιορδανου

5 αλλα φυλαξασθε ποιειν σφοδρα τας εντολας και τον νομον ον ενετειλατο ημιν ποιειν μωυσης ο παις κυριου αγαπαν κυριον τον θεον υμων πορευεσθαι πασαις ταις οδοις αυτου φυλαξασθαι τας εντολας αυτου και προσκεισθαι αυτω και λατρευειν αυτω εξ ολης της διανοιας υμων και εξ ολης της ψυχης υμων

6 και ηυλογησεν αυτους ιησους και εξαπεστειλεν αυτους και επορευθησαν εις τους οικους αυτων

7 και τω ημισει φυλης μανασση εδωκεν μωυσης εν τη βασανιτιδι και τω ημισει εδωκεν ιησους μετα των αδελφων αυτου εν τω περαν του ιορδανου παρα θαλασσαν και ηνικα εξαπεστειλεν αυτους ιησους εις τους οικους αυτων και ευλογησεν αυτους

8 και εν χρημασιν πολλοις απηλθοσαν εις τους οικους αυτων και κτηνη πολλα σφοδρα και αργυριον και χρυσιον και σιδηρον και ιματισμον πολυν και διειλαντο την προνομην των εχθρων μετα των αδελφων αυτων

9 και επορευθησαν οι υιοι ρουβην και οι υιοι γαδ και το ημισυ φυλης υιων μανασση απο των υιων ισραηλ εκ σηλω εν γη χανααν απελθειν εις γην γαλααδ εις γην κατασχεσεως αυτων ην εκληρονομησαν αυτην δια προσταγματος κυριου εν χειρι μωυση

10 και ηλθον εις γαλγαλα του ιορδανου η εστιν εν γη χανααν και ωκοδομησαν οι υιοι γαδ και οι υιοι ρουβην και το ημισυ φυλης μανασση εκει βωμον επι του ιορδανου βωμον μεγαν του ιδειν

11 και ηκουσαν οι υιοι ισραηλ λεγοντων ιδου ωκοδομησαν οι υιοι γαδ και οι υιοι ρουβην και το ημισυ φυλης μανασση βωμον εφ' οριων γης χανααν επι του γαλααδ του ιορδανου εν τω περαν υιων ισραηλ

12 και συνηθροισθησαν παντες οι υιοι ισραηλ εις σηλω ωστε αναβαντες εκπολεμησαι αυτους

13 και απεστειλαν οι υιοι ισραηλ προς τους υιους ρουβην και προς τους υιους γαδ και προς το ημισυ φυλης μανασση εις γην γαλααδ τον τε φινεες υιον ελεαζαρ υιου ααρων του αρχιερεως

14 και δεκα των αρχοντων μετ' αυτου αρχων εις απο οικου πατριας απο πασων φυλων ισραηλ αρχοντες οικων πατριων εισιν χιλιαρχοι ισραηλ

15 και παρεγενοντο προς τους υιους γαδ και προς τους υιους ρουβην και προς τους ημισεις φυλης μανασση εις γην γαλααδ και ελαλησαν προς αυτους λεγοντες

16 ταδε λεγει πασα η συναγωγη κυριου τις η πλημμελεια αυτη ην επλημμελησατε εναντιον του θεου ισραηλ αποστραφηναι σημερον απο κυριου οικοδομησαντες υμιν εαυτοις βωμον αποστατας υμας γενεσθαι απο κυριου

17 μη μικρον ημιν το αμαρτημα φογωρ οτι ουκ εκαθαρισθημεν απ' αυτου εως της ημερας ταυτης και εγενηθη πληγη εν τη συναγωγη κυριου

18 και υμεις αποστραφησεσθε σημερον απο κυριου και εσται εαν αποστητε σημερον απο κυριου και αυριον επι παντα ισραηλ εσται η οργη

19 και νυν ει μικρα υμιν η γη της κατασχεσεως υμων διαβητε εις την γην της κατασχεσεως κυριου ου κατασκηνοι εκει η σκηνη κυριου και κατακληρονομησατε εν ημιν και μη αποσταται απο θεου γενηθητε και μη αποστητε απο κυριου δια το οικοδομησαι υμας βωμον εξω του θυσιαστηριου κυριου του θεου ημων

20 ουκ ιδου αχαρ ο του ζαρα πλημμελεια επλημμελησεν απο του αναθεματος και επι πασαν συναγωγην ισραηλ εγενηθη οργη και ουτος εις μονος ην μη μονος ουτος απεθανεν τη εαυτου αμαρτια

21 και απεκριθησαν οι υιοι ρουβην και οι υιοι γαδ και το ημισυ φυλης μανασση και ελαλησαν τοις χιλιαρχοις ισραηλ λεγοντες

22 ο θεος θεος εστιν κυριος και ο θεος θεος κυριος αυτος οιδεν και ισραηλ αυτος γνωσεται ει εν αποστασια επλημμελησαμεν εναντι του κυριου μη ρυσαιτο ημας εν ταυτη

23 και ει ωκοδομησαμεν αυτοις βωμον ωστε αποστηναι απο κυριου του θεου ημων ωστε αναβιβασαι επ' αυτον θυσιαν ολοκαυτωματων η ωστε ποιησαι επ' αυτου θυσιαν σωτηριου κυριος εκζητησει

24 αλλ' ενεκεν ευλαβειας ρηματος εποιησαμεν τουτο λεγοντες ινα μη ειπωσιν αυριον τα τεκνα υμων τοις τεκνοις ημων τι υμιν κυριω τω θεω ισραηλ

25 και ορια εθηκεν κυριος ανα μεσον ημων και υμων τον ιορδανην και ουκ εστιν υμιν μερις κυριου και απαλλοτριωσουσιν οι υιοι υμων τους υιους ημων ινα μη σεβωνται κυριον

26 και ειπαμεν ποιησαι ουτως του οικοδομησαι τον βωμον τουτον ουχ ενεκεν καρπωματων ουδε ενεκεν θυσιων

27 αλλ' ινα η τουτο μαρτυριον ανα μεσον ημων και υμων και ανα μεσον των γενεων ημων μεθ' ημας του λατρευειν λατρειαν κυριω εναντιον αυτου εν τοις καρπωμασιν ημων και εν ταις θυσιαις ημων και εν ταις θυσιαις των σωτηριων ημων και ουκ ερουσιν τα τεκνα υμων τοις τεκνοις ημων αυριον ουκ εστιν υμιν μερις κυριου

28 και ειπαμεν εαν γενηται ποτε και λαλησωσιν προς ημας και ταις γενεαις ημων αυριον και ερουσιν ιδετε ομοιωμα του θυσιαστηριου κυριου ο εποιησαν οι πατερες ημων ουχ ενεκεν καρπωματων ουδε ενεκεν θυσιων αλλα μαρτυριον εστιν ανα μεσον υμων και ανα μεσον ημων και ανα μεσον των υιων ημων

29 μη γενοιτο ουν ημας αποστραφηναι απο κυριου εν ταις σημερον ημεραις αποστηναι απο κυριου ωστε οικοδομησαι ημας θυσιαστηριον τοις καρπωμασιν και ταις θυσιαις σαλαμιν και τη θυσια του σωτηριου πλην του θυσιαστηριου κυριου ο εστιν εναντιον της σκηνης αυτου

30 και ακουσας φινεες ο ιερευς και παντες οι αρχοντες της συναγωγης ισραηλ οι ησαν μετ' αυτου τους λογους ους ελαλησαν οι υιοι ρουβην και οι υιοι γαδ και το ημισυ φυλης μανασση και ηρεσεν αυτοις

31 και ειπεν φινεες ο ιερευς τοις υιοις ρουβην και τοις υιοις γαδ και τω ημισει φυλης μανασση σημερον εγνωκαμεν οτι μεθ' ημων κυριος διοτι ουκ επλημμελησατε εναντιον κυριου πλημμελειαν και οτι ερρυσασθε τους υιους ισραηλ εκ χειρος κυριου

32 και απεστρεψεν φινεες ο ιερευς και οι αρχοντες απο των υιων ρουβην και απο των υιων γαδ και απο του ημισους φυλης μανασση εκ γης γαλααδ εις γην χανααν προς τους υιους ισραηλ και απεκριθησαν αυτοις τους λογους

33 και ηρεσεν τοις υιοις ισραηλ και ελαλησαν προς τους υιους ισραηλ και ευλογησαν τον θεον υιων ισραηλ και ειπαν μηκετι αναβηναι προς αυτους εις πολεμον εξολεθρευσαι την γην των υιων ρουβην και των υιων γαδ και του ημισους φυλης μανασση και κατωκησαν επ' αυτης

34 και επωνομασεν ιησους τον βωμον των ρουβην και των γαδ και του ημισους φυλης μανασση και ειπεν οτι μαρτυριον εστιν ανα μεσον αυτων οτι κυριος ο θεος αυτων εστιν

← Joshua第21章   Joshua第23章 →
研究内在含义

本章评论:

故事:

从斯威登堡的著作的解释和参考:

Arcana Coelestia 1298, 3875, 4192, 4197, 8301, 8623

Show Unpublished Work(s)

Bible Studies:

How to Love the Lord

Commentary (pdf)

Bible Study Notes Volume 2


翻译:
分享: